76
μένει εἰς τὸν αἰῶνα.» Πολυστένακτος ὁ βίος ἡμῶν, καὶ κατηφείας πλήρης. Ὁ κόσμος οὗτος προηγουμένως μὲν διδασκαλεῖον καὶ παιδευτήριον τῶν ἀνθρωπίνων ψυχῶν ἐστιν· ἔπειτα μέντοι καὶ ἅπαξ ἁπλῶς τῶν ἐν γενέσει καὶ φθορᾷ ἐπιτήδειον ἐνδιαίτημα. Συμφυὴς ἄρα τῷ κόσμῳ, καὶ τοῖς ἐν αὐτῷ ζώοις τε καὶ φυτοῖς, ἡ χρόνου διέξοδος ἐπέστη, ἐπειγομένη ἀεὶ, καὶ παραῤῥέουσα, καὶ μηδαμῶς παυομένη τοῦ δρόμου. Τὰ ἀπὸ χρόνου ἀρξάμενα, ἀνάγκη πάντως καὶ ἐν χρόνῳ συντελεῖσθαι. Εἰ ἀρχὴν ἔχει χρονικὴν, μὴ ἀμφιβάλῃς περὶ τοῦ τέλους. Ὁ κόσμος οὗτος αὐτός τέ ἐστι θνητὸς, καὶ χωρίον ἀποθνησκόντων. Ἐπειδὴ γὰρ σύνθετός ἐστιν ἡ τῶν ὁρωμένων σύστασις, τὸ δὲ σύνθετον ἅπαν διαλύεσθαι πέφυκεν, οἱ ἐν τῷ κόσμῳ ζῶντες, μέρη ὄντες τοῦ κόσμου, ἀναγκαίως τῆς τοῦ παντὸς φύσεως ἀπολαύομεν. Τὸν μὲν οὔπω τοῖς δεσμοῖς τοῦ γάμου συνεζευγμένον, λυσσώδεις ἐπιθυμίαι, καὶ ὁρμαὶ δυσκάθεκτοι, καὶ ἔρωτες δυσέρωτες ἐκταράττουσι. Τὸν δὲ ἤδη κατειλημμένον ὁμοζύγῳ ἕτερος θόρυβος τῶν φροντίδων ἐκδέχεται· ἐν ἀπαιδίᾳ παίδων ἐπιθυμία, ἐν τῇ κτήσει τῶν παίδων παιδοτροφίας μέριμνα, γυναικὸς 95.1284 φυλακὴ, οἴκου ἐπιμέλεια, οἰκετῶν προστασίαι, αἱ κατὰ τὰ συμβόλαια βλάβαι, οἱ πρὸς τοὺς γείτονας διαπληκτισμοὶ, αἱ ἐν τοῖς δικαστηρίοις συμπλοκαὶ, καὶ τῆς ἐμπορίας οἱ κίνδυνοι, αἱ τῆς γεωργίας διαπονήσεις· πᾶσα ἡμέρα ἰδίαν ἥκει κομίζουσα τῆς ψυχῆς ἐπισκότησιν, καὶ αἱ νύκτες τὰς καθημερινὰς φροντίδας παραλαβοῦσαι, ἐν ταῖς αὐταῖς φαντασίαις ἐξαπατῶσι τὸν νοῦν. Παντοίοις πάθεσι καὶ ταλαιπωρίαις καταβεβάπτισται ἡ ἀθλιότης τῆς ὧδε ζωῆς. Ὅρα, ἀγαπητὲ, πῶς θάλατταν μιμεῖται τῶν ἀνθρώπων τὰ πράγματα· εἰ μὴ τῆς ταραχῆς ἐκείνης ὁ βίος ἐμπέπλησται· εἰ μὴ τῆς ὑγρᾶς πλέον ἐπὶ τῆς ξηρᾶς χειμαζόμεθα· εἰ μὴ τῶν ἀνέμων σφοδρότερον εἰς ἀλλήλους συμπίπτομεν· εἰ μὴ τὰ χρήματα, καθάπερ καταιγίδες κατ' ἀλλήλων ἡμᾶς συγκρούουσιν· εἰ μὴ καθάπερ ἐν ζόφῳ θαλαττίῳ ὧδε κἀκεῖσε περιφερόμεθα. Οὗτος ἐκείνου τὸν ἀγρὸν ἀφηρπάσατο· ἕτερος ἑτέρου τὴν γῆν ἐπαφείλατο· ἄλλος τῆς τοῦ πλησίου γυναικὸς ἐπεθύμησεν, ἄλλος τοῦ δεῖνα τοὺς οἰκέτας ἀφήρπασεν. Ὁ μὲν περὶ ὕδατος πρὸς τὸν γείτονα κρίνεται· ὁ δὲ περὶ ἀέρων τῷ συνκτήτορι μάχεται. Οἱ μὲν περὶ μέτρα τῆς γῆς διαπληκτίζονται· οἱ δὲ διὰ οἰκοδομίας οἰκιῶν ἀλλήλους διαθλίβουσιν· οὗτος ἅπερ οὐκ ἔδωκεν λαβεῖν ἐπιφύεται· ἐκεῖνος ἅπερ ἔλαβεν, μὴ δοῦναι ἀντιδικάζεται. Ὁ μὲν περὶ τόκους ἀπληστεύεται· ὁ δὲ τὸ κεφάλαιον ἀποστερεῖν διισχυρίζεται. Οὗτος ἀπορῶν ὀδυνᾶται, ἐκεῖνος εὐπορῶν θορυβεῖται. Ὁ μὴ ἔχων ὀνειδίζεται, καὶ ὁ ἔχων ἐπιβουλεύεται· ὁ κρατῶν ἐνεδρεύεται, ὁ ἐν ἀρχαῖς ὑποβλέπεται· ὁ ἐν ἐξουσίαις μισεῖται, ὁ ἐν δυναστείαις σκευάζεται· οἱ πόλεμοι συνεχεῖς, οἱ φόνοι ἐπάλληλοι. Ἡ ἀπληστία τυραννεῖ, ἡ πλεονεξία δυναστεύει, τὸ ψεῦδος ὑπεραίρεται· ἡ πρὸς ἀλλήλους πίστις ἀπέφυγεν, ἡ ἀλήθεια τὴν γῆν κατέλιπεν· ἡ φιλία μέχρι τραπέζης περιώρισται, οἱ δὲ καὶ τὴν ἰδίαν ἰσχὺν ἀπώλεσαν· αἱ προσηγορίαι ὑποψίας πεπλήρωνται. Οὕτω δὴ πάντων ἐν κακοῖς σεσοβημένων ἡμῶν, ὁ προφήτης τὸν βίον ἐκπτυόμενος ἐκβοᾷ, λέγων· «Πλὴν μάτην ταράσσεται πᾶς ἄνθρωπος ζῶν.»
ΤΙΤΛ. Ζʹ. -Περὶ βιαίου καὶ βιαστοῦ.
«Μὴ βιάζου ῥοῦν ποταμοῦ.» «Τὸν θέλοντα βοῦν ἔλαυνε.» «Μὴ ἀναγκαστῶς, ἀλλ' ἑκουσίως.» Τὸ ἠναγκασμένον, καὶ παρὰ φύσιν, ἐπ' ὀλίγον ἀνίσχον, καὶ τοῦτο βιαίως, καὶ μόλις ταχὺ διελύθη εἰς τὰ ἐξ ὧν συνετέθη. Τὸ ἀκούσιον πρὸς τὸ τυραννικὸν εἶναι, καὶ οὐκ ἐπαινετὸν, οὐδὲ μόνιμον. Φιλεῖ γὰρ τὸ βιασθὲν, ὥσπερ φυτὸν βίᾳ χερσὶ μετασπώμενον, εἰς ἑαυτὸν πάλιν 95.1285 ἀφεθὲν ἀνατρέχειν. Τὸ δὲ ἐκ προαιρέσεως, ἐννομώτατον ἅμα καὶ ἀσφαλέστατον, εὐνοίας δεσμῷ τηρούμενον. - Βουλομένων, οὐ τυραννουμένων τὸ τῆς εὐσεβείας μυστήριον. Τό τε βεβιασμένον, καὶ ἀηδὲς ταχύ· τὸ δὲ ἀβίαστον, οὐκ ἔχει κόρον, ἀλλ' ἀεὶ χάριτί τε καὶ πόθῳ θάλλει. Μάλιστα πάντων Χριστιανοῖς οὐκ ἐφίεται τὸ πρὸς βίαν ἐπανορθοῦν τὰ τῶν