καὶ μέντοι καὶ τετυχήκασιν οὐκ εἰς μακρὰν τῶν κατὰ σκοπόν. προσδεξάμενος γὰρ τὴν αἴτησιν αὐτῶν ὁ ἐν ἐλέει ἀμέτρητος κύριος ἀνίστησιν ἄνδρα κρείττονα τῆς εὐχῆς τῶν φοβουμένων αὐτόν, καὶ τοσοῦτον εἰς ἀρετὴν καὶ μεγαλοφροσύνην καὶ γενναιότητα καὶ στρατιωτικὴν μεγαλοδοξότητα ὅσον ὁ πρώην βασι 213 λεύων εἰς κακίαν καὶ μικρολογίαν καὶ ἀγενῆ πολιτείαν διεγινώσκετο. ἦν δὲ οὗτος, ὁ τὸ κράτος δηλονότι ἐκ τοῦ ἐπουρανίου βασιλέως μνηστευθεὶς καὶ ἄξιος αὐτῷ λογισθείς, Νικηφόρος κουροπαλάτης ὁ Βοτανειάτης, ὃν πολλαχοῦ τῆς γραφῆς ὡς τρισαριστέα καὶ δοκιμώτατον διελάβομεν. οὗτος γὰρ εὐγενὴς τῶν ἀφ' ἡλίου ἀνατολῶν καθεστώς, καὶ τῆς τῶν ἀνατολικῶν ἐπαρχίας τυγχάνων πρώτιστος πλούτῳ καὶ γένει καὶ παλαιῶν ἔργων καὶ νέων λαμπρότητι, καὶ τὴν στρατηγίαν ἔχων τοῦ αὐτοῦ θέματος, περίλυπος ἦν ταῦτα ὁρῶν· οὐ γὰρ ἔφερε, φύσιν ἔχων εὐσεβῆ καὶ φιλόθεον, ζῆν καὶ τοιαῦτα καθορᾶν ἀνοσίως πραττόμενα, καὶ πᾶσαν τὴν ἑώαν τοῖς πολεμίοις ἀνάστατον. καὶ αὐτὴν τὴν μεγάλην Κωνσταντινούπολιν πολεμουμένην τοῖς τῶν κρατούντων ἀκρατῶς ἀδικήμασι, καὶ τὴν ἑσπερίαν γῆν κατακειρομένην τοῖς ἔθνεσιν καὶ τοῖς βλαπτικοῖς ἐννοήμασιν. ἀλλ' ἀναφέρων εἰς τὴν τοῦ γένους ἐπισημότητα, καὶ διανοούμενος ἀκριβῶς ὡς πολλῶν καὶ μεγάλων ἀριστευμάτων καὶ βοηθημάτων ἡ Ῥωμαίων ἀπέλαυσε γῆ παρὰ τῶν προγόνων αὐτοῦ κατὰ διαφόρους καιροὺς καὶ χρόνους, καὶ δεύτερος φανῆναι τούτων ἀνάξιον λογισάμενος, εἰ μὴ βοηθήσαι τοῖς κάμνουσιν ὀρθοδόξοις, δι' οὓς Χριστὸς ὁ θεὸς ἡμῶν τὸ οἰκεῖον αἷμα ἐξέχεε, ζηλωτὴς διαπυρώτατος γίνεται, καὶ τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῆς τοῦ Χριστοῦ ποίμνης καὶ τοῦ ἁγίου ἔθνους αὐτοῦ. καὶ τῆς Τούρκων ἔτι ζεούσης 214 ἐπιφορᾶς, καὶ πολέμων πανταχόθεν ἀναρριπιζομένων σφοδρῶς, εὐθαρσῶς καὶ γενναίως ἀνθίσταται τούτοις αὐτὸς καὶ ἀνθοπλίζεται κραταιῶς, οὐχ ὅπλοις καὶ πλήθει θαρρήσας στρατιωτῶν (ἦσαν γὰρ προκατειργασμένοι πάντες καὶ καταβεβλημένοι ταῖς συνεχέσιν ἐπιδρομαῖς καὶ σφαγαῖς καὶ ἥτταις, οἳ δὲ καὶ δεδιότες ἔτι καὶ τούτῳ μὴ συνερχόμενοι), ἀλλὰ τῷ θείῳ σθένει πᾶσαν ἀναθεὶς τὴν ἐλπίδα, καὶ τῷ δικαίῳ ζήλῳ τὴν δεξιὰν ὁπλίσας, κατὰ πασῶν τῶν ἀντικειμένων δυνάμεων παρρησιάζεται τὴν ἀλήθειαν καὶ κατ' αὐτοῦ τοῦ κρατοῦντος, οὐχ ὡς βασιλικῶς διαγινομένου περὶ τὰ πράγματα, ἀλλ' ὡς τυραννικῶς καὶ ἀθέσμως καὶ ἀπρονοήτως χρωμένου τῇ διοικήσει τῶν ὅλων, καὶ εἰς κακὸν βάραθρον συνωθοῦντος τοὺς Αὐσόνας. ἐπεὶ γὰρ γράφων τὸ δέον πολλάκις, καὶ συμβουλεύων τῷ βασιλεῖ μεταβαλεῖν πρὸς τὸ βέλτιον, καὶ δικαιοσύνης ὅπλοις καὶ στρατιωτικοῖς μηχανήμασι καὶ δοράτων προβλήμασι καταστρατηγῆσαι τῶν ἐναντίων, οὐ μόνον οὐκ εἶχε τοῦτον καταπειθῆ καὶ ὁμόδοξον, ἀλλὰ καὶ δυσμενῶς πρὸς αὐτὸν διακείμενον καὶ μισοῦντα τοῦτον διὰ τὴν εὐσχήμονα συμβουλήν, αὐτὸς τοὺς τηλικούτους ἀγῶνας καὶ τὰ κατὰ τῶν ἀλλοφύλων παλαίσματα καὶ τὴν ὑπὲρ τῶν Χριστιανῶν φροντίδα μόνος ὑπέρχεταί τε καὶ ἀναδύεται, καὶ μέσον θεοῦ καὶ ἀνθρώπων τὴν ἀγαθὴν προαίρεσιν καὶ τὸν ἐμφωλεύοντα τούτῳ σκοπὸν εὐσεβῆ προβαλλόμενος ἄρχεται τοῦ τῶν Ῥω 215 μαίων ἐκθύμως ἀντιλαμβάνεσθαι, πόρρω θέμενος τὴν τοῦ βασιλέως βαθεῖαν ταύτην ἀπόνοιαν. οἱ δὲ συνελθόντες αὐτῷ μὴ θαρρεῖν αὐτῷ παρεγγυησάμενοι, εἰ μὴ καὶ τῶν παρασήμων τῆς βασιλείας ἐπενδύσηται τὴν λαμπρότητα, ποιεῖται καὶ τοῦτο τῆς αὐτοῦ μεγαλοφροσύνης καὶ κοινωφελοῦς ὑπακοῆς ὑπόδειγμα κράτιστον, καὶ περιβάλλεται μὲν χλαμύδα καὶ βύσσον καὶ ἁλουργίδα, τὴν δ' εὐφημίαν τοῦ κράτους παρὰ πάντων εἰσδέχεται, δευτέραν ἄγοντος τοῦ ἰουλίου μηνὸς τῆς αʹ ἰνδικτίωνος, ὁπόταν ὁ ἑωσφόρος ἥλιος τὸν ἰσημερινὸν κύκλον ἐλαύνων καθαρώτερον ἅμα καὶ λαμπρότερον τὸν περίγειον κόσμον ἐργάζεται, καὶ τοῖς ἀνθρώποις τὴν ἡμέραν μεγίστην καὶ χαρίεσσαν καὶ ὑπερβλύζουσαν