ἀηδόνος στόμα τήρει μεμυκός, Ὀρφέως ἔχει μέλη· τῶν βοστρύχων τὸ πλέγμα μὴ διαξάνῃς· θησαυρὸν ἔσχες, οὐχὶ νεκρὸν σαρκίον· ὅλον καλῶς φύλαττε τῷ δεδωκότι. οἴμοι, τί φάσκω; πεπλάνημαι τοῖς λόγοις· ἡ τοῦ πάθους ῥύμη με πρὸς κρημνὸν φέρει. οὐκ ἔστι μοι φῶς, οὐ πνοὴ καὶ καρδία, συνερρύη τὰ πάντα τῇ ποθουμένῃ. τὸ στέμμα μοι χοῦς, τὸ κράτος λεπτὴ κόνις. ἕν μοι ποθεινόν, ἓν παρηγόρημά μοι· ὁ τύμβος ὁ κρύπτων σε· τοῦτον ἂν βλέπω, παρηγοροῦμαι, ψυχαγωγοῦμαι τάχα. τί μοι τὰ λαμπρὰ τῶν κατασκευασμάτων; εἰς γῆν ἅπαντα τῷ τάχει συμπιπτέτω· ὁ χρυσὸς ὡς χοῦς, ἡ γλυφὴ τῶν μαργάρων λίθος τραχύς μοι νῦν λογίζεται μόνον· εἷς μοι λίθος κάλλιστος, ὡραῖος πάνυ, ὁ συγκαλύπτων σόν, σεβαστή, σαρκίον· τὰ δ' ἄλλα μοι χοῦς καὶ κόνις καὶ σαπρία.» Ἐπίσχες, ὦ κράτιστε γῆς ὅλης ἄναξ, στῆσον τὸ ῥεῦμα τῶν ἀμέτρων δακρύων, παύου στενάζων, στῆθι συγκεχυμένος καὶ βλέψον, ὡς χρή. γνῶθι τὴν ἡμῶν φύσιν, ὡς οὐδέν ἐσμεν πλὴν κόνις κεχρωσμένη· ζωὴ δὲ καὶ θάνατος ὡς πύλαι δύο, μέσον δὲ τούτων ὁ βραχὺς οὗτος βίος. οὐδεὶς διῆλθε τὴν πύλην τῆς εἰσόδου, ὃς οὐ παρῆλθε τὴν πύλην τῆς ἐξόδου. καλὴ μὲν ἡ θανοῦσα καὶ (τίς οὐ λέγει;) πασῶν γυναικῶν ἀκριβῶς ὑπερτάτη· ἀλλ' οὐχὶ θνητή; καὶ τέθνηκε τῇ φύσει, ὡς Ἀβραὰμ πρίν, ὡς ὁ Μωσῆς ὁ γνόφῳ ἰδὼν τὸ θεῖον τῆς ἀληθείας φάος, ὡς Χριστὸς αὐτός, τῆς πνοῆς ὁ δεσπότης, ὡς ἡ τεκοῦσα τοῦτον ὠδίνων δίχα. οὕτω πέφυκε τῶν ῥεόντων ἡ φύσις, οὕτω πέφυκεν ἡ παροῦσα λαμπρότης. τί καινόν, εἰ τέθνηκεν ἡ θνητὴ φύσις; τὸ σῶμα χοῦς πέφυκεν εἰκονισμένος, ἡ γῆ δὲ μήτηρ, καὶ πάλιν καταρρέει πρὸς γῆν, ἀφ' ἧς εἴληφε πρὶν τὴν οὐσίαν. τί ταῦτα φάσκω; βλέψον ἀκριβῶς, ἄναξ, εἰς πᾶσαν αὐτὴν τὴν ὁρωμένην κτίσιν καὶ γνῶθι, πῶς ἔχουσι φυσικοῦ λόγου, πῶς ζῶσι καὶ θνήσκουσι πάντα κυκλόθεν. βλέπεις τὰ δένδρα σήμερον τεθηλότα, ἀλλ' αὔριον ῥέουσιν ὡς τεθνηκότα, πίπτει τὸ φύλλον οἷα θρὶξ ἐκ τῶν κλάδων· ζωῆς ἐκεῖνα, ταῦτα τοῦ κοινοῦ τέλους. τὸν λαμπρὸν ἄθρει καὶ φαεινὸν φωσφόρον, πῶς ζῇ τὸ πρῶτον ὡς ἀείζωος φύσις, λάμπων ἑῷος λαμπαδουχίαις ξέναις, ἔπειτα θνῄσκει πρὸς δύσιν καταστρέφων καὶ κρύπτεται, φεῦ, καὶ καλύπτεται κάτω τὸ λαμπρὸν ὄμμα γῆς ὁμοῦ τε καὶ πόλου. ἡ δ' αὖ σελήνη ζῶσα πολλάκις μόνη τοσαυτάκις πέφυκε θνῄσκειν καὶ ῥέειν, ἐκλείψεων πάσχουσα μυρία πάθη. τῶν ἀστέρων ἕκαστος οὕτω τυγχάνει. καὶ καινὸν οὐδὲν οὐδὲ τῇ φύσει ξένον, εἰ σὺν σελήνῃ, σὺν φυτοῖς, σὺν ἡλίῳ ἡ σὴ σελήνη καὶ φυτὸν καὶ φωσφόρος ἀπῆλθεν, ἐξέρρευσε τούτου τοῦ βίου. Μὴ πολλὰ μέμφου τῇ τελευτῇ, γῆς ἄναξ· εὐεργέτις πέφυκε κοινὴ τῇ φύσει. ἄγει πρὸς ὕψος τῆς παλαιᾶς ἀξίας, ἄγει πρὸς αὐτὸ τῆς Ἐδὲμ τὸ χωρίον, ἀφ' οὗπερ ἐρρίφημεν ἀπροσεξίᾳ. τομὴ πέφυκεν ἐμπαθῶν κινημάτων, τὴν τῶν κακῶν ἵστησιν ἄσχετον ῥύμην. οὐ παντελὴς πέφυκε τοῦ ζῶντος λύσις, διάστασις μικρὰ δὲ τῶν ἡνωμένων· ψυχὴ γὰρ ἔστι καὶ λυθέντος σαρκίου καὶ μᾶλλον ἀνθεῖ ζῶσα κρείττονι τρόπῳ. τί καὶ ταράττῃ καὶ στρέφῃ τὴν καρδίαν, ὡς τὴν ποθητὴν οὐκ ἔχων οὐδὲ βλέπων; οὐχ ὡς ἀχλὺς ἀπῆλθεν οὐδ' ὥσπερ νέφος, οὐχ ὡς ὁμίχλη παντελῶς ἀπερρύη, ἀλλ' ἔστι καὶ ζῇ καὶ βλέπει τὸν δεσπότην καί σοι νοητῶς συλλαλεῖ καὶ συμμένει. καὶ ταῦτα φωνεῖ· «Παῦε τῶν ὀδυρμάτων. οὐ παντελῶς λέλοιπα τὴν σὴν καρδίαν, οὐκ ἐσκεδάσθην ὡς καπνὸς πρὸς ἀέρα, ἀλλ' εἰμὶ καὶ πάρειμι γνωστικῷ τρόπῳ. ἀφεὶς δὲ θρηνεῖν τὴν λύσιν τοῦ σαρκίου μνήσθητί μου νῦν τῶν ὑπὲρ σοῦ φροντίδων, πολλῶν μεριμνῶν καὶ πόνων ἀνενδότων, ἃς ἐν ξένῃ γῇ συμπαροῦσά σοι μόνη ἐκαρτέρουν ὡς πύργος, ὡς στερρὰ πέτρα. μνήσθητι δούλης, ἀλλὰ καὶ ποθουμένης, καὶ τὰς ἀμοιβὰς νῦν πάρασχέ μοι πλέον. ψυχὴν ἐμὴν τίμησον εὐσπλάγχνοις τρόποις· ἐξιλεοῦ μοι δωρεαῖς τὸν δεσπότην, λαμπροὺς μεσίτας ἐργομόχθους εἰσάγων πτωχῶν πενήτων χεῖρας ἐστενωμένας· θνητὴ γὰρ οὖσα καὶ ῥεούσης οὐσίας καὶ πρὸς τὸ φαῦλον εὐκόλως κινουμένης ψυχὴν κατεσπίλωσα τὴν ἐμὴν