1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

76

ἡ δὲ σοφία πόθεν εὑρέθη; ποῖος δὲ τόπος ἐστὶ τῆς συνέσεως; λέληθε πάντα ἄνθρωπον, καὶ ἀπὸ πετεινῶν τοῦ οὐρανοῦ ἐκρύβη· ἡ ἀπώλεια καὶ ὁ θάνατος εἶπαν· ἀκηκόαμεν δὲ αὐτῆς τὸ κλέος. αἱ μὲν οὖν, φησίν, μεταλλικαὶ ὗλαι καὶ τὸ χρυσίον καί, εἴ τι παρὰ ἀνθρώποις τίμιον, ἐν τόποις τισὶν εὑρίσκεται· τὸ δὲ τῆς σο 239 φίας κλέος ἔφθασε μὲν καὶ μέχρι τῶν καταχθονίων, αὐτὴν δὲ τὴν σοφίαν, πρᾶγμα θεῖον καὶ ἀόρατον καὶ ἐκ μόνης θείας δωρεᾶς ἀνθρώποις χορηγούμενον, ζητῆσαι καὶ ἔν τινι τόπῳ καταλαβεῖν παντελῶς ἀδύνατον. εἰ δὲ ἀνθρώποις τοῖς λογικοῖς κατ' εἰκόνα θεοῦ γενομένοις ταύτην ἐν τόποις καταλαβεῖν οὐ δυνατόν, πολλῷ γε δήπουθεν τῇ ἀλόγῳ φύσει· τοῦτο γὰρ σημαίνων πετεινῶν ἐμνημόνευσεν. 28, 23 ὁ κύριος εὖ συνέστησεν αὐτῆς τὴν ὁδόν, αὐτὸς δὲ οἶδε τὸν τόπον αὐτῆς. τοῦτο οὖν τὸ ἀόρατον καὶ ἀκατάληπτον· σοφία, πόθεν τε καὶ πῶς εἰς ἀνθρώπους ἔρχεται, θεῷ μόνῳ τυγχάνει γνώριμον. 28, 24 αὐτὸς γὰρ τὴν ὑπ' οὐρανὸν πᾶσαν ἐφορᾷ εἰδὼς τὰ ἐν τῇ γῇ πάντα τε ἃ ἐποίησεν. μόνος οὖν ὁ παντεπόπτης θεὸς καὶ πανεπίσκοπος πᾶσαν τὴν κτίσιν ἐφορῶν τῆς σοφίας ἐπίσταται τὴν ὁδόν. 28, 2526 ἀνέμων σταθμὸν ὕδατός τε μέτρα· ὅτε ἐποίησεν οὕτως, ἰδὼν ἠρίθμησε καὶ ὁδὸν ἐν τινάγματι φωνάς. ὁ τοίνυν πάντα τὰ ποιήματα συμμέτρως καὶ ἀναλόγως δημιουργήσας, ὡς μήτε ἀνέμους τῇ ἀμετρίᾳ τοὺς ἐπὶ τῆς γῆς λυμαίνεσθαι, μήτε τῶν ὑδάτων τὴν φορὰν ἐκ τῆς ὁμοίας ἀμετρίας ἢ διαλύειν ἢ ἐπικλύζειν τὴν γῆν, καὶ τὰς βροντάς, ἃς τινασσόμενος ὁ ἀὴρ ἀποτελεῖ, χρησίμως κατεσκεύασεν· ταύτας γὰρ καλεῖ τὰς ἐν τινάγματι φωνάς. μάλιστα μὲν γὰρ εἰς δέος ἡμᾶς καὶ θεῖον ἐνάγουσι φόβον οἱ τῶν βροντῶν κτύποι. ὡς δέ φασιν, κατά τινα ἀντιπαθείας λόγον καταστέλλουσι κορυφούμενα τῆς θαλάσσης τὰ κύματα ὡς καὶ 240 τὸν ψαλμῳδὸν λέγειν περὶ αὐτῶν· ἀπὸ ἐπιτιμήσεώς σου φεύξονται, ἀπὸ φωνῆς βροντῆς σου δειλιάσουσιν. 28, 27 τότε εἶδεν αὐτὴν καὶ ἐξηγήσατο αὐτήν, ἑτοιμάσας ἐξιχνίασεν. ταῦτα σοφῶς ἑτοιμάσας καὶ ἀκριβῶς ἐξιχνιάσαςἀντὶ τοῦ· εἰδὼς αὐτάκατὰ τοὺς τῆς οἰκείας προγνώσεως καὶ προνοίας λόγους, εἶτα καὶ δημιουργήσας καὶ πάντα εἰς φανερὸν ἀγαγὼν καὶ τὴν θαυμαστὴν ταύτην ἁρμονίαν τῶν οἰκείων ποιημάτων τεκτηνάμενος, τότε πάντα θεωρήσας καὶ ἰδών, ὅτι καλὰ λίαν, τότε καὶ ἡμῖν ἐξηγήσατο τὴν σοφίαν. πῶς ἐξηγήσατο; πίνακά τινα προθεὶς τῆς οἰκείας σοφίας τὰ δημιουργήματα, ἵνα ἀπὸ καλλονῆς καὶ μεγέθους τῶν κτισμάτων τὰ ἀόρατα τῆς σοφίας αὐτοῦ καταλαμβάνωμεν. τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται, ἥ τε ἀίδιος αὐτοῦ δύναμις καὶ θειότης εἰς τὸ εἶναι αὐτοὺς ἀναπολογήτους, φησί που ὁ θεῖος ἀπόστολος. τὸ δὲ ἑτοιμάσας ἐξιχνίασεν οὐ λέγει, ὅτι προεβουλεύσατο περὶ τῶν ποιημάτων ὁ θεὸς ὡς προβουλιῶν εἰς τὸ δημιουργεῖν δεόμενος· ὁμοῦ γὰρ ὃ θέλει καὶ παράγει, ὁμοῦ βούλεται καὶ εἰς ἔργον χωρεῖ τὸ βούλευμα. ἀλλὰ ἃ ἔδει παραγαγεῖν ἕτοιμα πάντα καὶ ἑδραῖα καὶ μετὰ πάσης ἀναλογίας ἐξιχνιασθέντα ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρήγαγεν. 28, 28 εἶπεν δὲ ἀνθρώπῳ· ἰδοὺ ἡ θεοσέβειά ἐστι σοφία, τὸ δὲ 241 ἀπέχεσθαι ἀπὸ κακῶν ἐστιν ἐπιστήμη. ἔδει τοιγαροῦν τὸν ἄνθρωπον κατ' εἰκόνα θεοῦ γενόμενον μέτοχον γενέσθαι τῆς σοφίας. ταύτην αὐτῷ δωρούμενος ἔφησε πρὸς αὐτὸν θεός· σύντομόν σου καὶ ἀπερίσπαστον παρέχω τὸ δῶρον, θεοσεβὴς γὰρ ἔσο καὶ ἄκακος. αὕτη γὰρ ἡ τῆς σοφίας καὶ ἐπιστήμης ἀνάληψις. ταῦτα μὲν οὖν ὁ μακάριος Ἰὼβ εἶπεν θεοῦ δύναμιν καὶ σοφίαν ἀποθαυμάζων καὶ πείθων τοὺς φίλους, ὡς οὐδὲν θεοσεβείας ἄμεινον. ὁ δὲ νοῦς ἁπάντων τῶν γεγραμμένων οὗτος· εἰ βούλεσθε θεοῦ σοφίαν ἀποθαυμάσαι, κατανοήσατε πρῶτα μέν, πῶς σοφῶς τὴν ἀνθρώπου κατεσκεύασε φύσιν ὡς δύνασθαι καὶ γῆν μεταλλεύειν καὶ ἐξ ἀφανοῦς εἰς τὸ φανερὸν τὰς τιμίας παράγειν ὕλας, καὶ ἀροῦν καὶ σπείρειν καὶ τοὺς ἐκ τῆς γῆς καρποὺς ἀποδρέπεσθαι πηγάς τε ὑδάτων ἀναστομοῦν. κατανοήσατε δὲ καὶ τὰ τοῦ θεοῦ ποιήματα, ὡς ἅπαντα ἐν ἁρμονίᾳ καὶ σταθμοῖς καὶ μέτροις καὶ ἀναλογίᾳ τινὶ θαυμασίᾳ πρὸς ἄλληλα