μαθητῶν πόδας, ἀλλὰ καὶ τῶν συμφοιτητῶν. εἰ γὰρ αὐτὸς μέν, ὡς ᾠήθη, τὸ καθῆκον ἐν τῷ κωλύειν ἐθέλειν ἐποίησεν, ἐκεῖνοι δὲ μὴ ἑωράκασιν αὐτό, κατηγόρησεν ἐκείνων, παρὰ τὸ καθ ῆκον ἑαυτῶν τοὺς πόδας ἐμπαρεσχηκότων τῷ Ἰησοῦ· καὶ εἰ ἐφρό νει τε τῷ εὐλόγῳ μὴ δεῖν ἀντιλέγειν καὶ εὔλογον ἐνόμιζεν εἶναι τὸ γινόμενον ἐν τῷ νίπτεσθαι τοὺς πόδας τῶν μαθητῶν ὑπὸ τοῦ Ἰη 32.6.68 σοῦ, οὐκ ἂν ἀντέλεγεν τῷ γινομένῳ. φαίνεται οὖν ἀκρίτως μὴ εὔ λογον νενομικέναι εἶναι τὸ περὶ τοῦ νίψαι τοὺς πόδας τῶν μαθητῶν τοῦ Ἰησοῦ βούλημα. εἰ δὲ χρὴ μέχρι τῶν ἐλαχίστων εἶναι νομιζο μένων ἐρευνᾶν τὴν γραφήν, ζητήσαι τις ἂν τί δήποτε, πρώτου κατ ειλεγμένου τοῦ Πέτρου εἰς τὸν ἀριθμὸν τῶν δώδεκα, τάχα ὡς τῶν λοιπῶν τιμιωτέρου, ἐπεὶ καὶ ὁ ἀληθῶς πάντων ἔσχατος Ἰούδας ἦν, ὑπὸ τῆς μοχθηρᾶς διαθέσεως ἐπὶ τὰ τελευταῖα ἀνταπερριμμένος, ὁ Ἰησοῦς ἀρξάμενος νίπτειν τοὺς πόδας τῶν μαθητῶν καὶ ἐκμάσσειν 32.6.69 τῷ λεντίῳ ᾧ ἦν διεζωσμένος, οὐκ ἀπὸ Πέτρου ἤρξατο. καὶ λεκτέον πρὸς τοῦτο ὅτι ὥσπερ ἰατρὸς πλείοσιν ἀρρώστοις κατὰ τὴν ἰατρικὴν διακονούμενος, ἀπὸ τῶν κατεπειγόντων καὶ χείρονα πεπονθότων τὴν ἀρχὴν ποιεῖται τῆς θεραπείας, οὕτως ὁ ἐρρυπωμένους τοὺς πόδας νίπτων τῶν μαθητῶν ἄρχεται ἀπὸ τῶν μᾶλλον ἐρρυπωμένων, καὶ τάχα ἐπὶ τελευταῖον ἦλθεν τὸν Πέτρον, ὡς ἔλαττον πάντων δεό 32.6.70 μενον τῆς νίψεως τῶν ποδῶν. τάχα δὲ καὶ εἰς τὸ δοκεῖν ἀντι λέγειν ἡ ἐγγὺς καθαρότητος κατάστασις τῶν ποδῶν αὐτοῦ συνε βάλλετο. 32.7.71 Βασανιζόμενον δὲ τὸ ὑπὸ τοῦ Ἰησοῦ εἰρημένον τὸ «Ὁ «λελουμένος οὐκ ἔχει χρείαν νίψασθαι, ἀλλ' ἔστιν καθαρὸς ὅλος· καὶ «ὑμεῖς καθαροί ἐστε, ἀλλ' οὐχὶ πάντες» τάχα <ἂν> ὑποβάλλοι νοῦν τοιοῦ τον, ὡς ἤδη νιψαμένων τοὺς πόδας ὑπὸ τοῦ Ἰησοῦ τῶν μαθητῶν, καὶ πρὸς τῷ λελοῦσθαι οὐκέτι ἐχόντων χρείαν νίψασθαι, ἔτι δὲ καὶ αὐτοῦ τοῦ Πέτρου ἤδη ὄντος καθαροῦ, καὶ πρὶν νίψῃ τοὺς 32.7.72 πόδας αὐτοῦ ὁ Ἰησοῦς. ἐὰν δέ τις πρὸς ταῦτα ζητῇ τί δηποτοῦν εἰπών· «Ὁ λελουμένος οὐκ ἔχει χρείαν νίψασθαι, ἀλλ' ἔστι καθαρὸς «ὅλος», μὴ χρείαν ἐχόντων νίψασθαι τῶν μαθητῶν, νίπτει τοὺς πόδας αὐτῶν ὁ Ἰησοῦς, λεκτέον αὐτῷ τὸ «Παντὶ τῷ ἔχοντι δοθήσε 32.7.73 «ται καὶ προστεθήσεται». ἐπεὶ τοίνυν εἶχον καὶ οἱ μαθηταὶ τὸ εἶναι καθαροί, προστίθησιν Ἰησοῦς τῇ καθαρότητι αὐτῶν καὶ τὸ νίπτειν αὐτῶν τοὺς πόδας· οὔτε τοὺς μὴ λελουμένους νίψων ἂν οὔτε τοὺς μὴ ὅλους καθαρούς, ἀλλ' οὕτως ὥστ' ἂν εἰπεῖν περὶ τῶν οὕτως καθαρῶν· κἂν γάρ τις ᾖ τέλειος ἐν υἱοῖς ἀνθρώπων, τῆς ἀπὸ Ἰησοῦ, ἵν' οὕτως ὀνομάσω, καθαρότητος ἀπούσης, εἰς καθαρὸν οὐ λογισθή 32.7.74 σεται. καὶ ταῦτα δὲ ὕστερον ἐκτίθεμαι, ὑποπεσόντα μετὰ τὸ ὑπα γορευθῆναι τὰ πρότερα, σωζόντων ἡμῶν καὶ τὴν τάξιν τῶν ὑπεισελ θόντων νοῦν, ὡς πρότερον μὲν ἔβλεπεν ῥυπωθέντας τοὺς πόδας τῶν μαθητῶν δεδεῆσθαι τῆς ἀπὸ τοῦ Ἰησοῦ νίψεως, νῦν δ' ὅτι διὰ τοῦτ' αὐτῶν ἔνιψεν τοὺς πόδας, ἐπεὶ ἦσαν ὡς ἐν ἀνθρώποις καθα ροὶ ἀλλ' οὐχὶ καὶ παρὰ θεῷ· χωρὶς γὰρ Ἰησοῦ οὐδεὶς παρὰ θεῷ καθαρὸς γίνεται, κἂν πρὸ τούτου νομισθῇ διά τινος ἐπιμελείας αὑτὸν 32.7.75 καθαρὸν πεποιηκέναι. τοῖς δ' ὡς ἐν ἀνθρώποις καθαροῖς ἤδη γε γενημένοις, καὶ λουσαμένοις τὸ τοῦ Ἰησοῦ βάπτισμα, καὶ νιψαμένοις ὑπ' αὐτοῦ τοὺς πόδας, ἐνοικεῖν καὶ τὸ ἅγιον δύναται πνεῦμα καὶ ἡ 32.7.76 ὡς ἔνδυμα ἐξ ὕψους δύναμις. ὁ μὲν οὖν Πέτρος μὴ θεωρῶν τὸν λόγον τοῦ βουλήματος Ἰησοῦ, ἀρξαμένου νίπτειν τοὺς πόδας τῶν μαθητῶν καὶ ἐκμάσσειν τῷ λεντίῳ ᾧ ἦν διεζωσμένος, λέγει αὐτῷ· «Κύριε, σύ μου νίπτεις τοὺς πόδας;» ἐπαπορητικῶς καὶ δυσωπητι κῶς τοῦτο φάσκων· ὁ δὲ Ἰησοῦς «ἀπεκρίθη καὶ εἶπεν αὐτῷ», διδά σκων ὅτι μυστήριον τοῦτο ἦν, τὸ «Ὃ ἐγὼ ποιῶ σὺ οὐκ οἶδας ἄρτι, «γνώσῃ δὲ μετὰ ταῦτα». 32.7.77 Τί δὲ ἦν ὃ ἐποίει νίπτων τοὺς πόδας τῶν μαθητῶν ὁ Ἰησοῦς; ἢ εἰργάζετο διὰ τοῦ νίπτειν αὐτῶν τοὺς πόδας καὶ ἐκμάσσειν τῷ λεντίῳ ᾧ ἦν διεζωσμένος ὡραίους αὐτούς, μελλόντων αὐτῶν εὐαγγελί 32.7.78 σασθαι τὰ ἀγαθά; ὅτε γὰρ ἔνιψεν τοὺς πόδας τῶν μαθητῶν ὁ Ἰη σοῦς, τότε, οἶμαι, πεπλήρωται τὸ περὶ τῶν ἀποστόλων αὐτοῦ προ φητικῶς