ἀναστάσεως ἐν τῇ πατρικῇ δόξῃ, ἵνα ἀποδώσῃ ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. Καὶ εἰς τὸ Ἅγιον Πνεῦμα, ὅπερ αὐτὸς ὁ μονογενὴς τοῦ Θεοῦ ὁ Χριστὸς, ὁ Κύριος καὶ Θεὸς ἡμῶν, ἐπηγγείλατο πέμπειν τῷ γένει τῶν ἀνθρώπων Παράκλητον, καθάπερ γέγραπται, «τὸ Πνεῦμα τῆς ἀληθείας·» ὅπερ αὐτοῖς ἔπεμψεν, ὅτε ἀνελήφθη εἰς τοὺς οὐρανούς. Τὸ δὲ ὄνομα τῆς «οὐσίας,» ὅπερ ἁπλούστερον ὑπὸ τῶν πατέρων ἐτέθη, ἀγνοούμενον δὲ τοῖς λαοῖς σκάνδαλον ἔφερε, διότι μηδὲ αἱ γραφαὶ τοῦτο περιέχουσιν, ἤρεσε περιαιρεθῆναι, καὶ παντελῶς μηδεμίαν μνήμην τοῦ λοιποῦ γενέσθαι, ἐπειδήπερ καὶ αἱ θεῖαι γραφαὶ οὐδαμοῦ ἐμνημόνευσαν περὶ οὐσίας Πατρὸς καὶ Υἱοῦ. Καὶ γὰρ οὐκ ὀφείλει «ὑπόστασις» περὶ Πατρὸς καὶ Υἱοῦ καὶ Ἁγίου Πνεύματος ὀνομάζεσθαι. Ὅμοιον δὲ λέγομεν τὸν Υἱὸν τῷ Πατρὶ, ὡς λέγουσιν αἱ θεῖαι γραφαὶ καὶ διδάσκουσι. Πᾶσαι δὲ αἱρέσεις, αἵ τε ἤδη πρότερον κατεκρίθησαν, καὶ αἵ τινες ἐὰν καινότεραι γένωνται, ἐναντίαι τυγχάνουσαι τῆς ἐκτεθείσης ταύτης γραφῆς, ἀνάθεμα ἔστωσαν. Ταῦτα μὲν ἐν Κωνσταντινουπόλει τότε ἀνεγνώσθησαν· ἡμεῖς δὲ τὸν λαβύρινθον τῶν ἐκθέσεων ὀψέ ποτε διανύσαντες, τὴν ἀπαρίθμησιν αὐτῶν συναγάγωμεν. Μετὰ γὰρ τὴν ἐν Νικαίᾳ πίστιν, ὕστερον ἐν Ἀντιοχείᾳ τοῖς ἐγκαινίοις δισσὰς ἐκθέσεις ὑπηγόρευσαν. Τρίτη δέ ἐστιν ἡ ἐπιδοθεῖσα παρὰ τῶν περὶ Νάρκισσον ἐν ταῖς Γαλλίαις τῷ βασιλεῖ Κώνσταντι. Τετάρτη δὲ, ἡ δι' Εὐδοξίου τοῖς ἐν Ἰταλίᾳ πεμφθεῖσα· ἔν τε Σιρμίῳ τρεῖς ὑπηγορεύθησαν, ὧν ἡ μία ἐν Ἀριμίνῳ μετὰ τῆς ὑπατείας ἀνεγνώσθη. Ὀγδόη δέ ἐστιν ἡ ἐν Σελευκείᾳ, ἣν οἱ περὶ Ἀκάκιον ἀνεγνώκεισαν. Τελευταία δὲ ἐν Κωνσταντινουπόλει μετὰ τῆς προσθήκης ἐκδέδοται· πρόσκειται γὰρ αὐτῇ, «μήτε οὐσίαν, μήτε ὑπόστασιν ἐπὶ Θεοῦ λέγειν.» Ταύτῃ καὶ Οὐλφίλας ὁ τῶν Γότθων ἐπίσκοπος τότε πρῶτον συνέθετο· τὸν γὰρ ἔμπροσθεν χρόνον τὴν ἐν Νικαίᾳ πίστιν ἠσπάζετο, ἑπόμενος Θεοφίλῳ, ὃς τῶν Γότθων ἐπίσκοπος ὢν τῇ ἐν Νικαίᾳ συνόδῳ παρὼν καθυπέγραψε. Τοσαῦτα μὲν περὶ τούτων εἰρήσθω. 2.42 Ὡς καθαιρεθέντος Μακεδονίου, Εὐδόξιος τὴν ἐπισκοπὴν Κωνσταντίνου πόλεως κατέσχεν. Οἱ δὲ περὶ Ἀκάκιον καὶ Εὐδόξιον ἐν τῇ Κωνσταντινουπόλει περὶ τὸ ἀντικαθαιρεῖν καὶ αὐτοὶ τινὰς τοῦ ἑτέρου μέρους ἀγῶνα ἐτίθεντο. Ἰστέον δὲ ὅτι οὐδέτεροι διὰ θρησκείαν, ἀλλὰ δι' ἑτέρας προφάσεις, τὰς καθαιρέσεις πεποίηνται· διακρινόμενοι γὰρ περὶ πίστεως, ἐν τῷ καθαιρεῖν ἀλλήλους τὴν ἀλλήλων πίστιν οὐ διεμέμφοντο. Συγχρώμενοι δὲ οἱ περὶ Ἀκάκιον τῇ τοῦ βασιλέως ὀργῇ, ἣν κατά τε τῶν ἄλλων, καὶ μάλιστα κατὰ Μακεδονίου, φυλάττων ἐκτελέσαι ἐσπούδαζεν, καθαιροῦσι, πρῶτον μὲν Μακεδόνιον, καὶ ὡς αἴτιον πολλῶν φόνων γενόμενον, καὶ ὅτι διάκονον ἐπὶ πορνείᾳ ἁλόντα ἐδέξατο εἰς κοινωνίαν· Ἐλεύσιον δὲ τὸν Κυζίκου, διότι Ἡράκλειόν τινα ἱερέα τοῦ ἐν Τύρῳ Ἡρακλέους ἐπὶ γοητείᾳ ληφθέντα βαπτίσας εἰς διάκονον προεβάλετο· Βασίλειον δὲ, τὸν καὶ Βασιλᾶν, καὶ γὰρ οὕτως ὠνομάζετο, τὸν ἐν Ἀγκύρᾳ εἰς τὸν τόπον Μαρκέλλου προχειρισθέντα, ὡς ἀδίκως τινα βασανίσαντα καὶ σιδηροδέσμοις φυλακαῖς κατακλείσαντα, καὶ ὅτι συκοφαντίας τισιν ἔρραψεν, ἔτι μὴν καὶ ὅτι δι' ἐπιστολῶν τὰς ἐν Ἀφρικῇ ἐκκλησίας ἐτάραξεν· ∆ρακόντιον δὲ, ὅτι ἀπὸ Γαλατίας μετέβη εἰς Πέργαμον· καθεῖλον δὲ καὶ Νεωνᾶν τὸν Σελευκείας, ἐν ᾗ ἐγεγόνει ἡ σύνοδος· ἔτι μὴν καὶ Σωφρόνιον τὸν Πομπηϊουπόλεως τῆς ἐν Παφλαγονίᾳ, καὶ Ἐλπίδιον Σατάλων τῆς Μακεδονίας, καὶ τῶν Ἱεροσολύμων Κύριλλον· καὶ ἄλλους δι' ἄλλας αἰτίας ἐξέβαλλον. 2.43 Περὶ Εὐσταθίου τοῦ Σεβαστείας ἐπισκόπου. Εὐστάθιος δὲ ὁ τῆς ἐν Ἀρμενίᾳ Σεβαστείας οὔτε εἰς ἀπολογίαν ἐδέχθη, διότι ὑπὸ Εὐλαλίου τοῦ ἰδίου πατρὸς καὶ ἐπισκόπου Καισαρείας τῆς ἐν Καππαδοκίᾳ ἤδη πρότερον καθῄρητο, ἐπειδὴ ἀνάρμοστον τῇ ἱερωσύνῃ στολὴν ἠμφίεστο. Ἰστέον δὲ ὅτι εἰς τόπον Εὐσταθίου Μελέτιος κατέστη ἐπίσκοπος, περὶ οὗ μικρὸν ὕστερον ἐροῦμεν. Εὐστάθιος μέντοι καὶ μετὰ ταῦτα ἐν τῇ δι' αὐτὸν γενομένῃ ἐν Γάγγραις τῆς Παφλαγονίας συνόδῳ κατεκρίθη, διότι μετὰ τὸ καθαιρεθῆναι αὐτὸν ἐν τῇ κατὰ Καισάρειαν