76
δικαιοσύνην καὶ σωφροσύνην καὶ σοφίαν καὶ φρόνησιν μαρτυρεῖ; τί γὰρ σωφρονέστερον τῶν οὐκ ἀνασχομένων ἐκείνων ἐκστῆναι, ἅπερ ἐξ ἀρχῆς εὖ ἔχειν ὑπέλαβον; τί δὲ δικαιότερον τῶν τὰς θείας εὐεργεσίας ἀμειψαμένων σφαγῇ καὶ τὰ σώματα ἐκδεδωκότων 8.38 ὑπὲρ τοῦ τὸ σῶμα παραδεδωκότος σταυρῷ; τί δὲ φρονιμώτερον ἢ σοφώτερον τῶν οὕτω ταῦτα βουλευσαμένων καὶ τῶν μὲν τῇδε καταπεφρονηκότων, ὡς βέβαιον οὐδὲν ἐχόντων καὶ μόνιμον, ἐρα σθέντων δὲ ἐκείνων, ἃ λόγος ἑρμηνεύειν οὐ δύναται; τί δὲ ἀνδρικώτερον τῶν ἀνταγωνισαμένων πρὸς πολλὰ παθήματα καὶ διάφορα καὶ τοὺς κολάζοντας νενικηκότων τῇ καρτερίᾳ τῆς γνώ 8.39 μης; Τοιγάρτοι οὗτοί γέ εἰσιν ἀτεχνῶς πρόμοι ἀνθρώπων καὶ πρόμαχοι καὶ ἐπίκουροι καὶ τῶν κακῶν ἀποτρόπαιοι, τὰς ὑπὸ τῶν δαιμόνων ἐπιφερομένας ἀποδιοπομπούμενοι βλάβας. Ὁ δέ γε Ἡράκλειτος καὶ τοὺς ἐν τοῖς πολέμοις ἀναιρεθέντας πάσης ἀξίους ὑπολαμβάνει τιμῆς· "Ἀρηϊφάτους" γάρ φησιν "οἱ θεοὶ τιμῶσι καὶ ἄνθρωποι", καὶ πάλιν· "μόνοι γὰρ μείζονες μείζο 8.40 νος μοίρας λαγχάνουσιν". Ἀλλὰ τόνδε τὸν λόγον ἔγωγε οὐ προσίεμαι· πλεῖστοι γὰρ δὴ παμπόνηρον ἀσπασάμενοι βίον τὸν βίαιον ὑπέμειναν θάνατον. Εἰ τοίνυν τοὺς ἀρηϊφάτους ἅπαντας προσήκει τιμᾶν, ὥρα ὑμῖν καὶ τοῖς Οἰδίπου παισὶ τόδε ἀπονεῖμαι τὸ γέρας, οἳ τὸν πατέρα μὲν κατέλιπον ἀτημέλητον, ἕνεκα δὲ τυραννίδος κατ' ἀλλήλων λυττήσαντες τῷ ἀλλήλων αἵματι τὰς 8.41 οἰκείας ἐφοίνιξαν δεξιάς· τιμητέον δ' ἄρα καὶ τοὺς Πεισιστρατί δας ὑπὸ Ἁρμοδίου καὶ Ἀριστογείτονος ἐνδίκως ἀναιρεθέντας. Ἀλλὰ τοὐναντίον ἔδρασαν Ἀθηναῖοι· τοὺς γὰρ ἀνελόντας χαλκαῖς εἰκόσιν ἐτίμησαν καὶ τῷ γένει τῷ τούτων ἀτέλειαν ἐδωρή σαντο. Οὔκουν πάντας ἀρηϊφάτους κατὰ τὸν Ἡράκλειτον τιμητέον, ἀλλ' ἐκείνους, οἳ τὸν ὑπὲρ τῆς εὐσεβείας ἀσπασίως κατεδέξαντο θάνατον· ἐκεῖνοι γὰρ ἀληθῶς, κατά γε τοῦτον αὐτόν, μόνοι μεί ζονες. Οὗ δὴ εἵνεκα καὶ μείζονος ἀπολαύουσι μοίρας, καὶ νῦν τὸ παρὰ πάντων ἀνθρώπων κομιζόμενοι γέρας καὶ τοὺς αἰωνίους στεφάνους προσμένοντες. Ἐκεῖνο δὲ τοῦ Ἡρακλείτου μάλα θαυμάζω, ὅτι "μένει τοὺς ἀνθρώπους ἀποθνῄσκοντας, ὅσα οὐκ ἔλπονται οὐδὲ δοκέουσιν". 8.42 Ὅτι δὲ καὶ θείας λήξεως ἀπολαύουσιν αἱ τῶν ὁσίων ψυχαί, καὶ ὁ Πλάτων δεδήλωκεν ἐν τῷ Φαίδωνι, λέγων ὡδί· "Οἳ δὲ δὴ ἂν δόξωσι διαφερόντως πρὸς τὸ ὁσίως βιῶναι προκεκρίσθαι, οὗτοί εἰσιν οἱ τῶνδε μὲν τῶν ἐν τῇ γῇ ἀπαλλαττόμενοι ὥσπερ δεσμω τηρίου, ἄνω δὲ εἰς καθαρὰν οἴκησιν ἀφικνούμενοι." Προστέθεικε δὲ μετ' ὀλίγα καὶ ταῦτα· "Καὶ εἰς οἰκήσεις ἔτι τούτων καλλίους ἀφικνοῦνται, ἃς οὔτε ῥᾴδιον δηλῶσαι, οὔτε ὁ χρόνος ἱκανὸς ἐν 8.43 τῷ παρόντι." Ἵνα δὲ μή τις τούτων ἀκούσας καὶ τῆς θείας ἐκείνης διαγωγῆς ἐρασθείς, εὐαγὲς ὑπολάβοι τὸ βίᾳ τινὶ καὶ ἀνάγκῃ ἑαυτὸν ἐντεῦθεν ἐξαγαγεῖν, ἀναγκαίως ἐπήγαγεν· "Οὐ δεῖ δ' ἑαυτὸν ἐκ ταύτης λύειν οὐδὲ ἀποδιδράσκειν" καὶ ξυνελόντι 8.44 εἰπεῖν κακὴν λογίζεσθαι τὴν ὕλην. Λέγει δὲ καί, ὡς αὐτὴ καθ' ἑαυτὴν ἡ ψυχὴ γενομένη δύναται τῆς ἀληθινῆς σοφίας καὶ κρείττονος τῆς ἀνθρωπίνης δυνάμεως μεταλαβεῖν, ὅταν αὐτὴν ὁ ἐνθένδε ἔρως εἰς οὐρανὸν πτερώσῃ, διὰ τῆς φιλοσόφου ἀγωγῆς εἰς τὸ τῆς ἐλπίδος τέλος ἀφικομένην, ἄλλου βίου ἀϊδίου ἀρχὴν 8.45 λαμβάνουσαν. Καὶ αὖθις ἐν τῷ αὐτῷ διαλόγῳ φησίν· "μετ' ἀγαθῆς μὲν ἐλπίδος" τὰς καλὰς ψυχὰς ἐνθένδε ἀπιέναι· οἱ πονηροὶ δὲ ζῶσί, φησί, "μετὰ κακῆς ἐλπίδος." Οὗτος καὶ τὴν φιλοσοφίαν θανάτου μελέτην ἐκάλεσε· "Κινδυνεύουσι γάρ" φησιν "ὅσοι τυγχάνουσιν ὀρθῶς ἁπτόμενοι φιλοσοφίας λεληθέναι τοὺς ἄλλους, ὅτι οὐδὲν ἄλλο αὐτοὶ ἐπιτηδεύουσιν ἢ ἀποθνῄσκειν καὶ 8.46 τεθνάναι." Ταῦτα μὲν οὖν ἅπαντα ἐν τῷ Φαίδωνι γέγραφεν· ἐν δὲ τῷ δεκάτῳ τῆς Πολιτείας οὕτω φησίν· "Τῶν δὲ δὴ ἀποθα νόντων ἐπὶ στρατείας, ὃς ἂν εὐδοκιμήσας τελευτήσῃ, ἆρ' οὐ πρῶτον μὲν τοῦ χρυσοῦ γένους εἶναι φήσομεν; {-} Πάντων μά λιστα." Καὶ μετ' ὀλίγα· "Τί δέ; οὐ μέλλομεν τὸν λοιπὸν χρόνον, ὡς δαίμονας γεγονότας, οὕτω θεραπεύειν τε καὶ προσ κυνεῖν αὐτῶν τὰς θήκας; τὰ αὐτὰ δὲ