76
καρδίαις αὑτῶν· Εὖγε, εὖγε, τῇ ψυχῇ ἡμῶν, μηδὲ εἴποιεν· Κατεπίομεν αὐτόν." Εἰ γὰρ ἀναβάλῃ τὴν δί κην, ὦ ∆έσποτα, ἐπιτωθάσουσι πάλιν ἐκεῖνοι, καὶ πρόφασιν θυμηδίας τὰς ἐμὰς ὀδύνας ποιήσονται, καὶ οἰκείαν εὐημερίαν ἡγήσονται τὴν ἐμὴν δυσ κληρίαν. κζʹ. "Αἰσχυνθείησαν καὶ ἐντραπείησαν ἅμα οἱ ἐπιχαίροντες τοῖς κακοῖς μου· ἐνδυσάσθωσαν αἰ σχύνην καὶ ἐντροπὴν οἱ μεγαλοῤῥημονοῦντες ἐπ' ἐμέ." Κατάλληλος ἡ αἰσχύνη τοῖς ἐπικερτομοῦσι τοῖς πέλας· διὸ τοῖς ἀλαζόσι καὶ μεγαλοῤῥήμοσι ταύτην ὁ προφήτης ἐπηύξατο. κηʹ. "Ἀγαλλιάσθωσαν καὶ εὐφρανθείησαν οἱ θέλοντες τὴν δικαιοσύνην μου, καὶ εἰπάτωσαν διαπαντὸς, Μεγαλυνθήτω ὁ Κύριος, οἱ θέλοντες τὴν εἰρήνην τοῦ δούλου αὐτοῦ." Ἀγαλλόμενοι δὲ καὶ χαίροντες διατελέσοιεν οἱ τὰ ἀγαθά μοι βου λόμενοι, καὶ τῆς εἰρήνης τῆς ἐμῆς ἐφιέμενοι, καὶ ταύτης τυχόντα θεασάμενοι, σὲ τὸν ∆εσπότην ὑμνή σαιεν. κθʹ. "Καὶ ἡ γλῶσσά μου μελετήσει τὴν δικαιο σύνην σου, ὅλην τὴν ἡμέραν τὸν ἔπαινόν σου." Ἐγὼ δὲ τῆς σῆς προνοίας ἀπολαύσας, νύκτωρ καὶ μεθ' ἡμέραν τὰς σὰς ἐντολὰς μελέτην ποιήσομαι, καὶ διηνεκῶς σου τὰς εὐεργεσίας ὑμνήσω. Τὸ γὰρ ὅλην τὴν ἡμέραν, πᾶσαν ἡμέραν ὁ Σύμμαχος εἴ ρηκε, τὸ διηνεκὲς διὰ τούτων σημαίνων. Ὁ μὲν οὖν ψαλμὸς τοῦτο ἔσχε τὸ τέλος. Παρακαλῶ δὲ τοὺς ἐν τευξομένους, μηδὲ μίαν βλάβην ἐκ τῆς τοῦ δικαίου δέξασθαι προσευχῆς, μηδὲ πρόφασιν εἰς τὰς κατὰ τῶν ἐχθρῶν ἀρὰς ἐντεῦθεν κομίζεσθαι· συν ιδεῖν δὲ, ὡς νομικὴν πολιτείαν, οὐκ εὐαγγελικὴν ὁ προφήτης μετῄει. Ὁ δὲ νόμος διαγορεύει ἀγαπῆσαι τὸν πλησίον, καὶ τὸν ἐχθρὸν μισῆσαι. Ὁ δὲ ∆εσπότης Χριστὸς τὴν τελειοτάτην δεικνὺς ἀρετὴν, ἔφη, "Ἐῤῥέθη τοῖς ἀρχαίοις· Ἀγαπήσεις τὸν πλησίον σου, καὶ μισήσεις τὸν ἐχθρόν σου· ἐγὼ δὲ λέγω ὑμῖν· Ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν, εὐλο γεῖτε τοὺς διώκοντας ὑμᾶς." Συνῳδὰ δὲ τού 80.1120 τοις καὶ ὁ θεῖος Ἀπόστολος ἔφη· "Εὐλογεῖτε, καὶ μὴ καταρᾶσθε." Εἰς ταύτην τοίνυν τὴν διαφορὰν ἀποβλέποντες, γνῶτε τί μὲν ἁρμόττει τῷ νόμῳ, τί δὲ τῇ χάριτι. Ἄλλως τε δὲ καὶ ὁ μακάριος ∆αβὶδ οὐκ ἐπαρώμενος ταῦτα ἔλεγεν, ἀλλὰ προφητικῶς προὔλεγε τὰ πάντως ἐσόμενα. Ὅτι δὲ καὶ αὐτὸς κατὰ τὴν εὐαγγελικὴν νομοθεσίαν οὐκ ἠμύνατο τοὺς ἀδικοῦντας, ἀκούσατε αὐτοῦ λέγοντος· "Εἰ ἀνταπ έδωκα τοῖς ἀνταποδιδοῦσί μοι κακὰ, ἀποπέσοιμι ἄρα ἀπὸ τῶν ἐχθρῶν μου κενὸς, καταδιώξαι ἄρα ὁ ἐχθρὸς τὴν ψυχήν μου, καὶ καταλάβοι, καὶ καταπα τήσαι εἰς γῆν τὴν ζωήν μου, καὶ τὴν δόξαν μου εἰς χοῦν κατασκηνώσαι." Καὶ οὐκ εἶπε μὲν ταῦτα, οὐκ ἔπραξε δέ· τοῖς γὰρ λόγοις τὸ πέρας ἐπέθηκε, καὶ σαφέστερα τῶν ῥημάτων τὰ πράγ ματα. ∆ὶς μὲν γὰρ ὑποχείριον λαβὼν τὸν πολέμιον, οὐ μόνον αὐτὸς οὐκ ἀνεῖλεν, ἀλλὰ καὶ τοὺς ἀνελεῖν βουληθέντας ἐκώλυσεν· ἐν πολέμῳ δὲ πεσόντα πι κρῶς ὠλοφύρατο, καὶ τὸν μεμηνυκότα τὸν θάνα τον, ὡς ἐφηδόμενον καὶ ἀνῃρηκέναι νεανιευσάμενον, τῷ θανάτῳ παρέπεμψε. Ταῦτα δὲ διεξελθεῖν ἠναγκά σθην διὰ τοὺς ἐπαρωμένους, καὶ τὸν θεῖον ∆αβὶδ εἰς μέσον παράγοντας, ἵνα τὴν μεγίστην τοῦ ∆αβὶδ φι λοσοφίαν ἀρχέτυπον ἔχωσιν ὠφελείας.
ΕΡΜΗΝ. ΤΟΥ ΛΕʹ ΨΑΛΜΟΥ. αʹ. "Εἰς τὸ τέλος, τῷ δούλῳ Κυρίου, τῷ ∆αβίδ." Ἡνίκα τὸν Σαοὺλ ὁ θεῖος
∆αβὶδ λαβὼν ὑποχείριον, οὐ μόνον αὐτὸς οὐκ ἀνεῖλεν, ἀλλὰ καὶ τοὺς ἀνελεῖν πειραθέντας ἐκώλυσεν, ἡμέρας γενομένης, ἐπί τινος ἀκρωρείας γενόμενος, ἐπιμέμφεται τῷ Σαούλ· καὶ τῆς δυσμενείας ἐλέγχει τὸ ἄδικον· διδάσκων ὡς καθ εύδοντα νύκτωρ εὑρὼν, οὐχ ὡς πολέμιον ἀνεῖλεν, ἀλλ' ὡς εὐεργέτην διέσωσε· καὶ δείκνυσι τὸ πτερύγιον τῆς διπλοΐδος, καὶ τὸν φακὸν τοῦ ὕδατος, καὶ τὸ δόρυ, ὅπερ εἰς ἀπόδειξιν εἰλήφει τῆς τῶν ῥημάτων ἀληθείας. Πρὸς ταῦτα ὁ Σαοὺλ ἀπεκρίνατο, ῥήμασι χρησάμενος κε χρωσμένοις εὐνοίᾳ, καὶ τὸ τῆς φιλίας προσωπεῖον περικειμένοις. Προστέθεικε δὲ τοῖς λόγοις καὶ ὅρ κους, σκηψάμενος μεταμέλειαν. Τηνικαῦτα τοίνυν τὸν ψαλμὸν τοῦτον ὁ μακάριος ἔφη ∆αβὶδ, κατ ηγορίαν