1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

76

αὐτῶν πεμπόμενον πλεῖστον καὶ ὅπλα εἰς συμμαχίαν καὶ δαπάνας καὶ ὅσα ἄλλα ἐχειροῦτο. φασὶ δὲ ὅτι ἐν μιᾷ συμβολῇ ξεʹ χιλιάδας στρατοῦ βασιλικοῦ ἐκρήμνισε σὺν Ὑπατίῳ στρατηγοῦντι αὐτῶν, υἱῷ ἐξ ἀδελφῆς Ἀναστασίου καὶ Σεκουνδίνου πατρικίου, ὃν καὶ πιάσας ζῶντα ἐν φρουρᾷ εἶχεν. Ἀναστάσιος δὲ ὁ παράνομος βασιλεύς, καὶ Τιμόθεος, ὁ ἀνίερος ἐπίσκοπος Κωνσταντινουπόλεως, πολλὰ κακὰ τοῖς ὑπὲρ Μακεδονίου καὶ τῆς συνόδου μοναχοῖς τε καὶ κληρικοῖς καὶ λαϊκοῖς ἐπεδείξαντο· ὥστε καὶ εἰς Ὄασιν τῆς Θηβαΐδος ἐξώρισαν πολλούς. Τιμοθέου δὲ τὰ συνοδικὰ καὶ Μακεδονίου τὴν καθαίρεσιν τοῖς κατὰ πόλιν ἐπισκόποις ὑπογράψαι ἔπεμψαν· ὧν οἱ μὲν ἀνδρειότεροι πρὸς ἄμφω ἀντέστησαν· οἱ δὲ παράφοροι φόβῳ τοῦ βασιλέως ἀμφοτέροις ὑπέγραψαν· οἱ δὲ μέσοι τῇ καθαιρέσει Μακεδονίου οὐχ ὑπέγραψαν, εἰ μὴ μόνον τοῖς συνοδικοῖς Τιμοθέου, ὅπερ ταὐτὸν ἦν, εἰ καὶ διαφέρειν αὐτοῖς ἐδόκει. Τιμόθεος δὲ τὸ ὄνομα Σευήρου βουληθεὶς ἐντάξαι τοῖς διπτύχοις καὶ τὸ Φλαβιανοῦ ἐκβάλαι ὑπὸ τοῦ λαοῦ ἐκωλύθη. Σευήρου γὰρ τὴν κοινωνίαν πάντες οἱ ὀρθόδοξοι ἔφυγον, μάλιστα οἱ μοναχοί, οὓς μετὰ πλήθους ἀγροικικοῦ τιμωρῶν πολλοὺς ἐφόνευσε τὰ θυσιαστήρια ἀνατρέπων καὶ τὰ ἱερὰ σκεύη τῶν ὀρθοδόξων χωνεύων ὁ ἱερόσυλος. Ἰουλιάνα δὲ ἡ περιφανεστάτη, ἡ κτίσασα τὸν ἱερὸν ναὸν 158 τῆς θεοτόκου ἐν τοῖς Ὀνωράτοις, ἀντεποιεῖτο σφόδρα τῆς ἐν Χαλκηδόνι συνόδου, ὡς καὶ τὸν βασιλέα πολλὰς αὐτῇ διαστροφὰς ἐφευρόντα μὴ πεῖσαι κοινωνῆσαι τῷ Τιμοθέῳ. καὶ αὐτὸς δὲ Τιμόθεος πολλάκις πρὸς αὐτὴν ἀπελθὼν οὐκ ἔπεισεν αὐτήν. Πομπήϊον, τὸν ἀνεψιὸν αὐτοῦ, ὁ βασιλεὺς καὶ τὴν τούτου γαμετὴν κοσμίαν οὖσαν καὶ εὐποιΐαις σχολάζουσαν πολλαῖς περιστάσεσιν ἐταπείνου, ὡς ζηλωτὰς τῆς συνόδου καὶ ὡς χορηγοῦντας Μακεδονίῳ ἐν τῇ ἐξορίᾳ τὰ πρὸς χρείαν. οἱ δὲ σταλέντες παρὰ Τιμοθέου ἐν Ἀλεξανδρείᾳ πρὸς Ἰωάννην τὸν Νικαιώτην ἐπ' ἄμβωνος τὴν ἐν Χαλκηδόνι ἁγίαν σύνοδον ἀνεθεμάτισαν. τοῦ ἡγουμένου τῆς ∆ίου μονῆς τελευτήσαντος, ἦλθε Τιμόθεος προβαλέσθαι ἡγούμενον. ὁ δὲ μέλλων προβιβάζεσθαι ἔφη μὴ δέχεσθαι εὐλογίαν παρὰ ἀνδρὸς ἀθετοῦντος τὴν ἐν Χαλκηδόνι σύνοδον. Τιμόθεος δὲ ἔφη· "ἀνάθεμα παντὶ ἀνθρώπῳ τῷ μὴ δεχομένῳ τὴν ἐν Χαλκηδόνι σύνοδον." καὶ οὕτω προχειρισθῆναι ὑπ' αὐτοῦ κατεδέξατο ὁ ἡγούμενος. Ἰωάννης δέ, ὁ ἀρχιδιάκονος Τιμοθέου, Μανιχαῖος ὤν, ὑβρίσας Τιμόθεον τῷ βασιλεῖ ἐμήνυσεν. ὁ δὲ βασιλεὺς ἀτιμάσας Τιμόθεον χαλεπῶς κατὰ πρόσωπον ἀρνούμενον εὗρε καὶ πάλιν ἀναθεματίζοντα τοὺς δεχομένους τὴν ἐν Χαλκηδόνι σύνοδον. Ἰωάννης δὲ ὁ Ἀλεξανδρείας ὁ δυσσεβὴς ἐκώλυσε τοὺς Αἰγυπτίους ἀνέρχεσθαι εἰς Ἱεροσόλυμα διὰ τὸ μὴ κοινωνεῖν ἐν τῇ ὑψώσει τῇ ἐν Χαλκηδόνι συνόδῳ. φοβερὰ δέ τινα ὑπὸ δαιμονιώντων ἐγένετο τότε εἰς Ἱεροσόλυμα. Ἀναστάσιος δέ τις ἐπιθυμῶν γενέσθαι δοὺξ Παλαιστίνης ὑπέσχετο τῷ βασιλεῖ, "εἰ μὴ πείσω Ἰωάννην, τὸν μετὰ Ἡλίαν ἐπίσκοπον Ἱεροσολύμων, κοινωνῆσαι Σευήρῳ, δίδειν τʹ λίτρας χρυσίου." λαβὼν οὖν τὴν ἀρχὴν ἦλθεν εἰς Ἱεροσόλυμα καὶ Ἰωάννην μὴ πειθόμενον εἰς φρουρὰν ἐνέβαλεν. Ζαχαρίας δέ τις ἄρχων Παλαιστίνης, θεοφιλὴς ἀνήρ, ὑπέθετο τῷ ἐπισκόπῳ ζήλῳ θείῳ φερόμενος ὑποσχέσθαι τῷ δουκὶ ποιεῖν τὰ δοκοῦντα αὐτῷ, εἰ ἀποκατασταθῇ εἰς τὸν θρόνον αὐτοῦ. τοῦ δὲ ἀπολύσαντος αὐτὸν καὶ ἀποκαταστήσαντος, συναγαγὼν τὰ μοναστήρια εἰς τὸν ναὸν τοῦ ἁγίου Στεφάνου καὶ ἀνελθὼν ἐπ' ἄμβωνος ἀνεθεμάτισε Νεστόριον καὶ Εὐτυχέα καὶ Σευῆρον καὶ Σωτήριχον τὸν Καισαρείας, ἀναγορεύσας τὰς ἁγίας καὶ 159 οἰκουμενικὰς τέσσαρας συνόδους· παρῆν δὲ καὶ Ὑπάτιος, ὁ ἀδελφιδὸς τοῦ βασιλέως, μὴ κοινωνῶν Σευήρῳ τὸ σύνολον· οὗτος κοινωνήσας Ἰωάννῃ τότε χρυσίου λίτρας ρʹ δέδωκε Θεοδοσίῳ τῷ ὁ σίῳ, ἐξάρχῳ ὄντι τῶν μοναστηρίων, εἰς διανομὴν τῶν ὑπὲρ τῆς ὀρθῆς πίστεως καὶ τῆς ἐν Χαλκηδόνι συνόδου ζηλούντων μοναχῶν. ὁ δὲ βασιλεύς τινας τῶν ἀρχόντων προσέταξεν εἰς τὸν ναὸν τοῦ ἁγίου Θεοδώρου τῶν Σφωρακίου ἐπ' ἄμβωνος τὴν