77
ἐκείνους μὲν τισαίμεθα τῆς ἀδικίας, πίστιν δὲ εὐνοίας βεβαιοτάτην ἐνθένδε τοῖς Πέρσαις παρασχόμενοι εὐκλεέστερον προσχωρήσαιμεν. 5 ἐπεὶ δὲ τούτων τε ἁπάντων καὶ μάλιστα τοῦ μηδισμοῦ ἕνεκα οὐκ ἀνήσουσι χαλεπαίνοντες οἱ Ῥωμαῖοι, ἀλλὰ τάχιστα 138 ἡμῖν ἐπιπεσοῦνται καὶ ἅπαντας, τό γε ἐς αὐτοὺς ἧκον, διαφθεροῦσι, προσήκει δή σοι, ὦ στρατηγέ, δέχεσθαί τε ἡμᾶς εὐμενῶς καὶ ἐπαμύνειν τῆς τε χώρας πέρι ὡς οἰκείας τὸ λοιπὸν καὶ κατηκόου τὰ προσήκοντα διανοεῖσθαι καὶ μὴ περιϊδεῖν οἰχήσεσθαι κινδυνεῦον γένος οὐ σμικρὸν οὐδὲ ἄσημον, ἀλλὰ καὶ πλείστην ὅσην ὠφέλειαν τῇ Περσῶν ἐπικρατείᾳ προσφέρεσθαι ἱκανώτατον. 6 πολέμων τε γὰρ ἡμᾶς ἴδριας ὄντας ἁμωσγέπως εὑρήσοιτε ἂν καὶ καρτερώτατα ξυναγωνιζομένους, ἥ τε χώρα, ἐν ὑπερτέρῳ τῶν Κόλχων κειμένη, γενήσεται ὑμῖν ὁρμητήριον ἀσφαλὲς καὶ οἷον ἐπιτείχισμα κατὰ τῶν πολεμίων». 7 ταῦτα δὲ ἀκούσας ὁ Ναχοραγὰν προσίετό τε αὐτοὺς ἀσμενέστατα καὶ ἐπῄνει τῆς μετα στάσεως καὶ θαρροῦντας ἰέναι ἐκέλευσεν, ὡς τῆς Περσικῆς ἐπικουρίας ἐν δέοντι τευξομένους. οἱ μὲν οὖν πρέσβεις ἐς τὰ οἰκεῖα ἐπανελθόντες καὶ ἕκαστα διαγγείλαντες μεγίστων ἀνέπλησαν τὸ ἔθνος ἐλπίδων.
13. Τοῦ δὲ ἦρος ἀρχομένου αὐτίκα οἱ τῶν Ῥωμαίων στρατηγοὶ ἐς ταὐτό που ξυνελθόντες ἔγνωσαν κατὰ Μισιμιανῶν ἐπιστρατεύειν. 2 ἀλλὰ Βούζης μὲν καὶ Ἰουστῖνος ἀνὰ τὴν Νῆσον μένειν ἐτετάχατο φρουρήσοντες τὰ ἐνθάδε καὶ ἁπάντων ἐπιμελησόμενοι. ἐστέλλοντο δὲ ἐπὶ τὸν πόλεμον ἄνδρες ἐς τετρακισχιλίους, πεζοὶ ἅμα καὶ ἱππόται· ἐν τοῖς ἄλλοι τε ἦσαν τῶν γνωριμωτάτων ἄγαν καὶ Μαξέντιός τε καὶ Θεόδωρος, ὁ τῆς Τζανικῆς δυνάμεως πρωτοστάτης, ὥς μοι πολλάκις ἐρρήθη, ἄμφω πολεμικὼ καὶ ταξιάρχω. 3 καὶ οἱ μὲν εἴχοντο τῆς ἐξόδου· ἤμελλε δὲ αὐτοῖς οὐκ ἐς μακρὰν καὶ ὁ Μαρτῖνος ἐπιστήσεσθαι ὡς ἡγησό μενος. ὡς ἂν δὲ μηδὲ πρὸς βραχὺ γοῦν ἀστρατήγητοι εἶεν, ἄρχειν τῶν ὅλων ἐλαχέτην, ἕως ἔτι διὰ τῆς ὑπηκόου πορεύοιντο, Βαράζης τε ἀνὴρ Ἀρμένιος καὶ Κόλχος Φαρσάντης, οὔτε πόνων ἀρετῇ οὔτε τῇ ἄλλῃ ἀξιώσει ἁπάντων τῶν ξυστρατευομένων προήκοντες, μᾶλλον μὲν οὖν ἐνίων καὶ ἐλασσούμενοι. 4 ὁ μὲν γὰρ ἐν λοχαγοῖς ἐτέλει ὁ Βαράζης, ἅτερος δὲ τῶν μὲν ἐν τῇ αὐλῇ ταγμάτων τοῦ Λαζῶν βασιλέως ἡγεῖτο (μάγιστρος ὄνομα τῇ ἀρχῇ· νενόμισται γὰρ τοῦτο καὶ παρὰ τοῖς ταύτῃ βαρβάροις), οὐ μὴν ἐς τοσοῦτον φρονήματός τε αὐτῷ μετῆν καὶ παρ 139 ρησίας, ὡς καὶ στρατεύματι Ῥωμαϊκῷ θαρραλεώτερον ἐγκελεύεσθαι. 5 οὗτος δὴ οὖν ὁ στρατός, θέρους ἤδη ἐπιγιγνομένου, ἐς τὴν τῶν Ἀψι λίων ἵκοντο χώραν. βουλομένοις τε αὐτοῖς ἀνὰ τὰ πρόσω ἰέναι κώλυμα γέγονεν ὅμιλος Περσικός, αὐτοῦ που ξυνειλεγμένος. συναισθόμενοι γὰρ τῆς τῶν Ῥωμαίων παρασκευῆς καὶ ὅτι ἐπὶ τοὺς Μισιμιανοὺς ἐχώρουν, ἄραντες ἔκ τε Ἰβηρίας καὶ τῶν ἀμφὶ Μουχείρισιν πολισμάτων ᾔεσαν καὶ οἳ ἐπ' ἐκείνους, προκαταληψόμενοί τε τὴν χώραν καὶ ἐς δύναμιν ἐπαρήξοντες. 6 τῷ τοι ἄρα οἱ Ῥωμαῖοι ἀνὰ τὰ φρούρια τῶν Ἀψιλίων ἀποδιατρίβοντες παρακρούεσθαι τὸ παρὸν καὶ διαμέλλειν ἐπειρῶντο, ἕως ἡ τοῦ θέρους ὥρα ἐξήκοι. Πέρσαις τε γὰρ ἅμα καὶ Μισιμιανοῖς ἀντιτάττεσθαι ἀνόνητόν τι αὐτοῖς ἐδόκει καὶ σφαλερώτατον. οὕτω δὴ οὖν ἀμφότερα τὰ στρατόπεδα ἠρέμει, καὶ οὐδὲ ὁπότεροι ἐς τὸ περαιτέρω φοιτᾶν διανίσταντο, ἀλλ' ἐπετήρουν ἀλλήλους καὶ ἀνέμενον, εἴ γέ τις πρότερος ὁρμηθείη. 7 παρῆσαν δὲ τοῖς Πέρσαις καὶ Οὖννοι Σάβειροι ἐπὶ μισθοφορᾷ προσβοηθήσοντες. τοῦτο γὰρ τὸ γένος μέγιστόν γέ ἐστι καὶ πολυάνθρωπον φιλοπόλεμόν τε ἐς τὰ μάλιστα καὶ ἁρπαλέον καὶ οἷον δὴ οὖν ἀεὶ τὴν ὀθνείαν ἐφίεσθαι ἐπιτρέχειν μισθοῦ τε ἕνεκα μόνου καὶ τῆς ἐπὶ τῇ λείᾳ ἐλπίδος νῦν μὲν τούτοις, νῦν δὲ ἐκείνοις, νῦν δὲ ἄλλῳ τῳ ξυμμαχεῖν καὶ ξυνδιακινδυνεύειν ἐς τἀναντία μεταβαλλόμενον. 8 πολλάκις μὲν γὰρ τοῖς Ῥωμαίοις, πολλάκις δὲ τοῖς Πέρσαις κατ' ἀλλήλων παραταττομένοις ξυνήραντο τοὺς ἀγῶνας, ἐν ὀλίγῳ τῷ μεταξὺ χρόνῳ ἐφ' ἑκατέρους