Expositio in Psalmos ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
Εἰς τὸ τέλος, ἐν ὕμνοις. Ψαλμὸς ᾠδῆς τῷ ∆αβίδ. (A f. 20.) Τὸν μὲν τρίτον
Τῷ Κυρίῳ ὑπὲρ τῶν λόγων Χουσὶ υἱοῦ Ἰεμενεί. (A f. 3 b) Σὺ δέ μοι ὅρα, ὅτι σε
ΨΑΛΜΟΣ ΙΘʹ. Ἐπακούσαι σου Κύριος ἐν ἡμέρᾳ θλίψεως. (A f. 116 b.) Ἀεὶ τῶν ἁγίων τέταται
Κρῖνόν με, Κύριε, ὅτι ἐγὼ ἐν ἀκακίᾳ μου ἐπορεύθην. (A f. 141) Τὸ μέν τοι
Μέγας Κύριος, καὶ αἰνετὸς σφόδρα ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, ἐν ὄρει ἀγίῳ
κοιλάδες χρηματίζουσιν; Ὅτι τῶν νοητῶν ὀρῶν, δηλαδὴ τῶν προφητῶν, τὸ ὕδωρ ἀποδέχονται.
Εἶπα τοῖς παρανομοῦσι, μὴ παρανομεῖν, καὶ τοῖς ἁμαρτάνουσι· Μὴ ὑψοῦτε
Πρὸς σὲ κεκράξομαι ὅλην τὴν ἡμέραν. (E f. 177, K f. 159 b) Τὸ ὅλην τὴν
[Καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου. Νοητὸς δέ που πάντως ὁ τοιοῦτός
τροχιὰς, καὶ τὰ ἐκ τῶν περιστά σεων διαπερᾷ κύματα, καὶ τοῦ παρόντος βίου τὸν κλύδωνα διανήχεται· δέδοται γὰρ εἰς βοήθειαν [al. cod. ἐπικουρίαν] ὁ νόμος. Ταύτῃ τοι καὶ ὁ θεσπέσιος ∆αβὶδ ψάλλει που πρὸς τὸν Θεὸν, καί φησιν· "Εἰ μὴ ὅτι ὁ νόμος σου μελέτη μού ἐστι, πάλαι ἂν ἀπωλόμην ἐν τῇ ταπεινώσει μου." Ἐπαινετὸς οὖν ὁ τοῖς ἱεροῖς λόγοις ἐφηδόμενος, καὶ τὸν τοῦ Θεοῦ νόμον εἰς νοῦν ἕχων ἀεὶ οἷά τι λύχνον ἐν νυκτὶ φαίνοντα. Τί δὲ τὸ ἐντεῦθεν ὄφελος; τὸ μὴ ὑποσκελίζεσθαι τὰ διαβή ματα. Κατανοεῖ ὁ ἁμαρτωλὸς τὸν δίκαιον, καὶ ζητεῖ τοῦ θανατῶσαι αὐτὸν, κ.τ.λ. (A f. 201 b, B f. 131 b) Ὅτι τοίνυν οἱ τῶν εἰς εὐσέβειαν ἀνδραγαθημάτων ἐπιμεληταὶ πικρὰν ἐν τῷδε τῷ βίῳ καὶ οὐκ ἀφθόνητον ἔχουσι τὴν ζωὴν, ἀλλὰ δυσάρεστον σφόδρα τοῖς οὐκ οὖσιν ἀγαθοῖς, διαδείκνυσιν εὖ μάλα, κατανοεῖν λέγων τὸν ἁμαρτω λὸν αὐτοὺς, καὶ ζητεῖν τοῦ θανατῶσαι αὐτούς. Τίς δ' ἃν νοοῖτο πάλιν ὁ ἁμαρτωλός; ὁ δράκων ὁ ἀποστά 69.948 της, ὁ φαυλότητος ἁπάσης εὑρετὴς καὶ πατὴρ πρέ ποι γὰρ ἂν αὐτῷ κυρίως ἡ τοιάδε κλῆσις. Οὗτος ἐπιτρίζει τοῖς ἁγίοις τοὺς ὀδόντας καὶ τῷ τῆς βασκα νίας ἐπ' αὐτοῖς καταφλέγεται πυρὶ, καὶ διακυκᾷ θανατῶσαι ζητῶν τοὺς εὐαρεστεῖν ἐθέλοντας τῷ Θεῷ. Ἐπιπηδᾷ δὲ ὡς ὄφις, τὸν τῆς ἁμαρτίας ἐκχέων ἰὸν, ἡδονὰς ἐνσπείρων αἰσχρὰς, καὶ κατερεθίζων ἀεὶ πρὸς ἐκτόπους ἐπιθυμίας, καὶ οἷον μέλιτι καταχρίων τοὺς τῆς φαυλότητος τρόπους, ἵνα παγιδεύῃ πολλούς. Ὁ δὲ Κύριος οὐ μὴ ἐγκαταλίπῃ αὐτὸν εἰς τὰς χεῖρας αὐτοῦ, κ.τ.λ. (A f. 201 b, B f. 131 b) Ἀλλ' ὁ Κύριος, φησὶν, οὐ μὴ ἐγκαταλίπῃ αὐτὸν εἰς χεῖρας αὐτοῦ· παραδεί ξας τὴν ἔφοδον, οὐκ ἐᾷ καταπίπτειν τῶν ἁγίων τὸν νοῦν, παραστήσας εὐθὺς τὸν ἐπίκουρον, τῆς ἐκείνου σκαιότητος τὴν ἔφοδον ἀφανίζοντα· Θεοῦ γὰρ προ εστηκότος, τίς ὁ κακώσων ἐστί; Καὶ ψῆφος μέν τοι ὀρθὴ καὶ ἀδέκαστος ἐξενεχθήσεται πάντως παρὰ Θεοῦ, κατακρίνουσα μὲν τοὺς βεβήλους καὶ πονηροὺς, ἀπαλλάττουσα δὲ καὶ κινδύνου καὶ φόβου πάντας τοὺς ἀνακειμένους αὐτῷ, καὶ τὸν ἱερὸν αὐτοῦ νόμον εἰς νοῦν ἔχοντας καὶ καρδίαν, καὶ μελέτην ποιουμέ νους τὴν δικαιοσύνην· ἐν γὰρ τῷ κρίνεσθαι, φησὶ, τὸν δίκαιον, οὐ μὴ καταδικάσηται αὐτόν. Ὑπόμεινον τὸν Κύριον, καὶ φύλαξον τὴν ὁδὸν αὐτοῦ. (A f. 202, B f. 131 b) Χρῆμα ἄριστον ἡ ὑπομονὴ, τίκτει γὰρ τὴν δοκιμὴν, ἡ δὲ δοκιμὴ τὴν ἐλπίδα, ἡ δὲ ἐλπὶς οὐ καταισχύνῃ. Ψάλλει γοῦν καί φησιν ὁ θε σπέσιος Μελῳδός· "Ὑπομένων ὑπέμεινα τὸν Κύ ριον, καὶ προσέσχε μοι." Καὶ ἕτερος τῶν ἁγίων· "Ὑπομονῆς γὰρ, φησὶ, χρείαν ἔχετε, ἵνα τὸ θέλημα τοῦ Θεοῦ ποιήσαντες, κομίσησθε τὴν ἐπαγγελίαν." Εὑρήσομεν δὲ διὰ πάσης θεοπνεύστου Γραφῆς, ὡς παντὸς ἀγαθοῦ προμνήστριαν ᾀδομένην τὴν ὑπομο νήν. Τὸ δὲ "Φύλασσε τὴν ὁδὸν Κυρίου," εἴη ἂν, οἶμαί που, τὸ τοῖς θείοις πηδαλιουχεῖσθαι νόμοις πρὸς τὸ ἀμωμήτως ἔχον, καὶ εἰς ἐξαίρετόν τινα καὶ τεθαυ μασμένην ζωὴν ἀναφέρεσθαι, προθυμίαις ἀσχέτοις εἰς τοῦτο διᾴττοντα. Εἴη δ' ἂν τληπαθείας τῆς ἐπ' ἀγαθοῖς καὶ ἱδρώτων ἁγιοπρεπῶν πέρας, τὸ ὑψοῦσθαι παρὰ Θεοῦ, ὥστε τῶν γηΐνων ὑψοῦ γενέσθαι περι σπασμῶν. Γέγραπται γάρ· "Ὅτι τοῦ Θεοῦ οἱ κραταιοὶ, τῆς γῆς σφόδρα ἐπήρθησαν." Ἐπιτείνων δὲ τὴν παράκλησιν ὁ Ψάλλων· Σὺ μὲν, φησὶν, ὑψω θήσῃ, ὥστε κατακληρονομῆσαι τὴν ἄνω που ἱδρυμέ νην καὶ ἐν ὕψει κειμένην γῆν τῶν πρᾳέων. ∆ῆλον γὰρ ὅτι οὐκ ἐπὶ τῷ τὴν ἐν ποσὶ κληρονομῆσαι γῆν ὑψοῦταί τις, ἀλλὰ τὴν οὕτως ὑψηλὴν οὖσαν, ὡς Θεοῦ δεῖσθαι τοῦ ἐπ' αὐτὴν ἀναβιβάζοντος ὥστε αὐτὴν κληρονομῇ. Τούς γε μὴν παρανόμους τοὺς ἐπὶ σοὶ βρύχοντας τοὺς ὀδόντας, ἐκκοπτομένους θεάσῃ· ἐξο λοθρευθήσονται γὰρ, καὶ τοῦτο αὐτὸς ὄψει. Εἶδον τὸν ἀσεβῆ ὑπερυψούμενον καὶ ἐπαιρόμενον ὡς τὰς κέδρους τοῦ Λιβάνου, κ.τ.λ. (A f. 202, B f. 132, Κυρίλλου καὶ Βασιλείου) 69.4 Θεασάμενος, φησὶν, ἄνδρας πονηροὺς εὐημεροῦντας, ἐνενόουν πῶς τούτου ἐπέτυχον. Εἶτα τοιαῦτα ἐννοῶν καὶ θαυμάζων ἐν ἐμαυτῷ, δεύτερον βουλόμενος αὐ τοὺς θεωρῆσαι, ἐπῇρα τοὺς ὀφθαλμοὺς, οἱ δὲ ἦσαν οὐδαμοῦ. Εἶτα μνημεῖον αὐτῶν βουληθεὶς καταλαβεῖν, οὐδὲ τὸν τόπον ἐν ᾧ ἑστάναι ἐδόκουν εὑρεῖν δεδύνη μαι. Ὁρᾷς πῶς τὰ τοῖς ἀσεβέσι συμβαίνοντα, μονον