77
ἡμετέρας ἐκ τῶν δηλουμένων ἀναχωρήσεως τὸ εὔλογον ἀποδεδόσθαι· μὴ γὰρ εἶναι ὅσιον μηδ' εὐσεβές, μὴ ὅτι τὴν τοῦ θεοῦ σεβάσμιον προσηγορίαν καὶ τὴν ἀνωτάτω τιμὴν ἐπὶ τὰ πονηρὰ πνεύματα καταβάλλειν, ἀλλὰ μηδὲ τοῦ παρ' ἀνθρώποις τὴν βασίλειον ἐπιειμένου ἀξίαν λῃσταῖς καὶ τοιχωρύχοις περιτιθέναι. 4.10.6 ὅθεν ἡμεῖς μόνον τὸν ἐπὶ πάντων σέβειν δεδιδαγμένοι θεὸν τιμᾶν τε κατὰ τὸ προσῆκον καὶ τὰς ἀμφ' αὐτὸν θεοφιλεῖς τε καὶ μακαρίας δυνάμεις, οὐδὲν μὲν γεῶδες καὶ νεκρὸν οὐδὲ λύθρους καὶ αἵματα οὐδέ τι τῆς φθαρτῆς καὶ ὑλικῆς οὐσίας ἐπαγόμεθα· νῷ δὲ πάσης κεκαθαρμένῳ κακίας καὶ σώματι τὸν ἐξ ἁγνείας καὶ σωφροσύνης κόσμον πάσης λαμπρότερον ὄντα στολῆς περιβεβλημένῳ δόγμασί τε ὀρθοῖς καὶ θεοπρεπέσι καὶ ἐπὶ πᾶσι τούτοις διαθέσει γνησίᾳ τὴν ὑπὸ τοῦ σωτῆρος ἡμῶν παραδοθεῖσαν εὐσέβειαν μέχρι καὶ θανά4.10.7 του φυλάττειν εὐχόμεθα. ἀλλὰ γὰρ τούτων ἡμῖν προδιηρθρωμένων ὥρα καὶ ἐπὶ τὰς ἀποδείξεις τῶν εἰρημένων χωρεῖν. πρῶτα δὲ πάντων διελθεῖν εὔλογον δι' ὧν ὁ προειρημένος συγγραφεὺς ἐν οἷς ἐπέγραψεν «Περὶ τῆς τῶν ἐμψύχων ἀποχῆς» μὴ χρῆναί φησι μήτε τῷ ἐπὶ πάντων θεῷ μήτε ταῖς μετ' αὐτὸν θείαις δυνάμεσιν γεῶδες μηδὲν μήτε θυμιᾶν μήτε θύειν· ἀλλότρια γὰρ τὰ τοιαῦτα ἢ κατὰ τὴν ἐμπρέπουσαν εὐσέβειαν. 4.11.1
ιβʹ. ΟΤΙ ΟΥ∆ΕΝ ΤΩΝ ΑΠΟ ΓΗΣ ΧΡΗ ΤΩΙ ΕΠΙ ΠΑΝΤΩΝ ΘΕΩΙ ΟΥΤΕ
ΘΥΜΙΑΝ ΟΥΤΕ ΘΥΕΙΝ «Θεῷ μὲν τῷ ἐπὶ πᾶσιν, ὥς τις ἀνὴρ σοφὸς ἔφη, μηδὲν τῶν αἰσθητῶν μήτε θυμιῶντες μήτ' ἐπονομάζοντες· οὐδὲν γὰρ ἔνυλον ὃ μὴ τῷ ἀΰλῳ εὐθύς ἐστιν ἀκάθαρτον. διὸ οὐδὲ λόγος τούτῳ ὁ κατὰ φωνὴν οἰκεῖος οὐδ' ὁ ἔνδον, ὅταν πάθει ψυχῆς ᾖ μεμολυσμένος, διὰ δὲ σιγῆς καθαρᾶς καὶ τῶν περὶ αὐτοῦ καθαρῶν ἐννοιῶν θρησκεύσωμεν αὐτόν. δεῖ ἄρα συναφθέντας καὶ ὁμοιωθέντας αὐτῷ τὴν αὑτῶν ἀναγωγὴν θυσίαν ἱερὰν προσάγειν τῷ θεῷ, τὴν αὐτὴν δὲ καὶ ὕμνον οὖσαν καὶ ἡμῶν σωτηρίαν. ἐν ἀπαθείᾳ ἄρα τῆς ψυχῆς, τοῦ δὲ θεοῦ θεωρίᾳ ἡ θυσία αὕτη τελεῖται.»
ιγʹ. ΟΤΙ ΟΥ∆Ε ΤΑΙΣ ΘΕΙΑΙΣ ∆ΥΝΑΜΕΣΙ ΤΩΝ ΑΠΟ ΓΗΣ ΤΙ ΘΥΕΙΝ Η ΘΥΜΙΑΝ ΠΡΟΣΗΚΕΙ
«Τοῖς δὲ αὐτοῦ ἐκγόνοις, νοητοῖς δὲ θεοῖς ἤδη καὶ τὴν ἐκ τοῦ λόγου ὑμνῳδίαν προσθετέον. ἀπαρχὴ γὰρ ἑκάστῳ, ὧν δέδωκεν, ἡ θυσία καὶ δι' ὧν ἡμῶν τρέφει καὶ εἰς τὸ εἶναι συνέχει τὴν οὐσίαν. ὡς οὖν γεωργὸς δραγμάτων ἀπάρχεται καὶ τῶν ἀκροδρύων, οὕτως ἡμεῖς ἀπαρξώμεθα αὐτοῖς ἐννοιῶν τῶν περὶ αὐτῶν καλῶν, εὐχαριστοῦντες ὧν ἡμῖν δεδώκασι τὴν θεωρίαν καὶ ὅτι ἡμᾶς διὰ τῆς αὐτῶν θέας ἀληθινῶς τρέφουσιν, συνόντες καὶ φαινόμενοι καὶ τῇ ἡμετέρᾳ σωτηρίᾳ ἐπιλάμποντες.» Ταῦτα μὲν οὖν οὗτος. ἀδελφὰ δὲ αὐτῷ καὶ συγγενῆ περὶ τοῦ πρώτου καὶ μεγάλου θεοῦ ἐν τῷ Περὶ θυσιῶν ὁ παρὰ τοῖς πολλοῖς ᾀδόμενος αὐτὸς ἐκεῖνος ὁ Τυανεὺς Ἀπολλώνιος τάδε γράφειν λέγεται·
ιδʹ. ΕΤΙ ΠΕΡΙ ΤΟΥ ΜΗ ΧΡΗΝΑΙ ΤΩΙ ΕΠΙ ΠΑΝΤΩΝ ΘΕΩΙ ΤΩΝ ΑΠΟ ΓΗΣ ΤΙ
ΠΡΟΣΦΕΡΕΙΝ «Οὕτως τοίνυν μάλιστα ἄν τις, οἶμαι, τὴν προσήκουσαν ἐπιμέλειαν ποιοῖτο τοῦ θείου τυγχάνοι τε αὐτόθεν ἵλεώ τε καὶ εὐμενοῦς αὐτοῦ παρ' ὅντινα οὖν μόνος ἀνθρώπων, εἰ θεῷ μέν, ὃν δὴ πρῶτον ἔφαμεν, ἑνί τε ὄντι καὶ κεχωρισμένῳ πάντων,