τῷ «πατρὸς ∆ιός», ἐλλιπῶς ἔχει, τὸ δὲ πλῆρες ἐν τῷ «πατὴρ ἀνδρῶν τε θεῶν τε». (ῃ. 82 ς.) Ὅτι γοργοτάτη καιρία διασκευὴ μάχης τὸ «εἰσορόων χαλκοῦ τε στεροπὴν ὀλλύντας τ' ὀλλυμένους τε». (ῃ. 84) Ὅτι καὶ νῦν, ὡς καὶ ἀλλαχοῦ, εἴς τι αὐξήσεως εἶδος τίθησιν ὁ ποιητὴς καὶ τὴν ἐξ ἀνατολῆς καὶ ἠοῦς, ὅ ἐστι πρωΐας, ἀνάβασιν τοῦ ἡλίου, ὡς δηλοῖ τὸ «ὄφρα μὲν ἠὼς ἦν καὶ ἀέξετο ἱερὸν ἦμαρ», ὡς ἔκτοτε φθίνοντος τοῦ ἤματος. διὸ καὶ ἡλίου φθίνασμα τὴν δύσιν ἔφη τις ποιητής. καὶ ἀναλογεῖν δὲ φθινάδι ὥρᾳ τὰ πρὸς δύσιν λέγεται ὥσπερ χειμερινῇ τὰ τῆς νυκτός, ἐαρινῇ δὲ τὰ ἑῷα. ὅθεν καὶ ἦρ ὁ ὄρθρος ὁμοφώνως τῇ ὥρᾳ. Ἱερὸν δὲ ἦμαρ κατὰ μὲν Πορφύριον τὸ μέχρι μεσημβρίας διὰ τὰς καὶ ἑτέρωθι δηλωθείσας τηνικαῦτα θυσίας. δύναται δὲ καὶ ἡ ὅλη νοηθῆναι ἡμέρα, καθὰ καὶ Ἡσίοδος τὰς νύκτας λέγει μακάρων εἶναι. εἰ γὰρ ἱερὸν κνέφας φησί που Ὅμηρος, πολλῷ πλέον τοιοῦτον τὸ ἦμαρ διὰ πολλὰ αἴτια. Ὅρα δὲ ὡς οὐ μετρεῖ ὥραις τὴν ἡμέραν, ἀλλὰ τῇ τοῦ ἡλίου ἄλλως ἁπλούστερον κινήσει, ὡς καὶ ἀλλαχοῦ ἐν τῷ «ἠὼς ἢ δείλη ἢ μέσον ἦμαρ», ἐξ οὗ ἡ μεσημβρία παρὰ τοῖς ὕστερον σύγκειται. ὡρῶν γάρ, φασί, μέτρησις οὔπω ἠκρίβωτο, ὡς καὶ αὐτίκα φανεῖται, (ῃ. 86-90) ἐν οἷς ὁ ποιητὴς ἀπὸ δρυτόμου ἐνταῦθα σημειούμενος τὴν μεσημβρινὴν ὥραν, καθ' ἣν μάλιστα κορέννυται κόπου ὁ δενδροτομῶν, φράζει οὕτως «ἦμος δὲ δρυτόμος περ ἀνὴρ ὡπλίσατο δεῖπνον οὔρεος ἐν βήσσῃσιν, ἐπεί τ' ἐκορέσσατο 3.158 χεῖρας, τάμνων δένδρεα μακρά, ἄδος τέ μιν ἵκετο θυμόν, σίτου τε γλυκεροῖο περὶ φρένας ἵμερος αἱρεῖ, τῆμος ∆αναοί», καὶ τὰ ἑξῆς. Καὶ τοιαύτη μὲν ἡ τοῦ ποιητοῦ φράσις. (ῃ. 86) Τὸ δὲ δρυτόμος ἐκ μέρους τοῦ δρυός, ὃς τίμιος ἐδόκει τοῖς παλαιοῖς διὰ τὰς πρεσβυτάτας καὶ παλαιφάτους βαλανηφόρους δρύας, τὸν ἁπλῶς ξυλοκόπον καὶ ὑλοτόμον δηλοῖ, ὥσπερ καὶ δρυμά καὶ δρυμών οὐ μόνον ὁ δρύας ἔχων τόπος, ἀλλὰ καὶ λοιπὰ δένδρα. καὶ δρυοκολάπτης, ὁ πᾶν ξύλον κολάπτων ἐπὶ ἀνευρέσει οὗ ζητεῖ. ὁ δ' αὐτὸς τρόπος καὶ ἐπὶ [τοῦ προειρημένου] δρυφάκτου καὶ ἐπὶ δρυκάρπων, ἅπερ εἰσὶ ξύλων καρποὶ καὶ τῶν ὁμοίων. διὸ καὶ ὁ ποιητὴς δρυτόμον εἰπὼν ἐπάγει «τάμνων δένδρεα», οὐ μὴν δρῦς μόνους, ὡς εἶναι ταὐτὸν τὸ τάμνειν δένδρεα καὶ τὸ δρυτομεῖν καὶ τὸ δενδροτόμον καὶ δρυτόμον. [Ἰστέον δὲ ὅτι, ὥσπερ δρῦς ἅπαν δένδρον, ἤδη δὲ καὶ πεύκη, ὡς καὶ Εὐριπίδης δηλοῖ ἐν τῷ «τὴν ἐν Ἴδῃ πεύκην», οὕτω καὶ δόρυ οὐ μόνον ἰδίως λόγῳ μέρους τὸ πολεμικὸν ξύλον, ἀλλὰ καὶ ἅπαν, ὡς δῆλον ἐκ τοῦ «δούρατα μακρὰ ταμών», καὶ «ὅς τ' εἶσι διὰ δουρὸς ὑπ' ἀνέρος», καὶ «οὐ γάρ πω τοῖον ἀνήλυθεν ἐκ δόρυ γαίης».] Τὸ δὲ «ὡπλίσατο» ἀντὶ τοῦ ἐσκεύασεν. ὅπλα γὰρ οὐ τὰ πολεμικὰ μόνον, ἀλλὰ καὶ τὰ παντὸς ἔργου καὶ ἁπάσης τέχνης ὄργανα. Ὅρα δὲ καὶ μέχρι πότε βούλεται ὁ ποιητὴς διήκειν τὸ δεῖπνον. ἕωθεν γὰρ ἄχρι καὶ μέσης ἡμέρας, ὅτε καὶ ὁ δρυτόμος μάλιστα κάμνει τάμνων δένδρεα οὐχ' ἁπλῶς, ἀλλὰ καὶ μακρά. Ὅτι δὲ τὸ δεῖπνον ἀορισταίνει, δῆλον. ὧδε μὲν γὰρ τὸ περὶ μεσημβρίαν δηλοῖ, ἀλλαχοῦ δὲ πολλαχοῦ τὸ πρωΐθεν, ἐν δὲ τῷ τέλει τῆς Κ ῥαψῳδίας τὸ ἅμα τῇ ἕῳ, ἔνθα δειπνῆσαι εἰπὼν τοὺς κατασκόπους, ἐπάγει «Ἠὼς δ' ἐκ λεχέων» καὶ τὰ ἑξῆς. ἴσως δὲ δεῖπνον ἄρτι τὸ περὶ μεσημβρίαν, διότι τηνικαῦτα δεῖ, τουτέστιν ἐλλείπει, τοῦ πονεῖν ὁ ἐργάτης, κορεννύμενος τὰς χεῖρας κατὰ τὸν ποιητὴν καὶ ἄδος πάσχων. οὗπερ ἀνάπαλιν δεῖπνον τὸ ἑωθινόν, ἐπεὶ τότε, ὡς καὶ ἄλλοθι δηλοῦται, δεῖ, ὅ ἐστι 3.159 χρεία ἐστί, πόνου τοῖς ἐργατικοῖς. (ῃ. 87) Τὸ «χεῖρας» ἔλλειψιν προθέσεως ἔχει, ἵνα ᾖ, ὅτι ἐκορέσατο κατὰ χεῖρας, πρὸς διαστολὴν τοῦ κατὰ ψυχὴν ἢ προθυμίαν. κατ' αὐτὰ γὰρ ἴσως οὐκ ἐκορέσατο. ἔχει δὲ καὶ τὸ «κορέσσατο» ἔλλειψίν τινα, ἵνα λέγῃ, ὡς ἐκορέσατο κόπου ἢ πόνου, ἢ μᾶλλον τοῦ δενδροτομεῖν. οὔκουν ἐπὶ μόνων βρωμάτων τὸ κορέσασθαι. κόρος γὰρ κοπή τίς ἐστιν, ὡς ἡ ἐτυμολογία δηλοῖ, διὸ ἐγκόπτει ἐπὶ βρώσεως μὲν τὸ φαγεῖν, ἐπὶ δὲ ἐργατῶν τὸν ἐν ἔργοις κάματον. Ὕπεστι δ' ἐνταῦθα καί τι ἀστεῖον τοιοῦτον. κορεσάμενος γὰρ χεῖρας ὁ δρυτόμος ὁπλίζεται καὶ ἄλλως γαστέρα κορέσασθαι. οὐκ ἐξετύπωσε δὲ τὸ τοιοῦτον ὁ ποιητὴς νόημα, ἵνα μὴ ἀφῇ λαλεῖν σεμνῶς,