77
οὐκ ἐφάγετε καὶ οἶνον καὶ σίκερα οὐκ ἐπίετε ἔτη μʹ. τὰ ἱμάτια ὑμῶν οὐκ ἐπαλαιώθη, οὐδὲ τὰ ἱμάντια κατετρίβη τῶν ποδῶν ὑμῶν.»
166 Μετὰ τούτους τοὺς λόγους καὶ ἄλλους πλείστους ἀξιοθέους καὶ χάριτος θείας πεπληρωμένους ἀναγράψας ἐν βίβλῳ παρέδωκε τοῖς ἱερεῦσιν ἀπο θέσθαι ἐκ πλαγίου τῆς διαθήκης τοῦ μαρτυρίου, καταστήσας Ἰησοῦν υἱὸν Ναυὴ τοῦ Ἰσραὴλ ἄρχειν ἀντ' αὐτοῦ θείᾳ ψήφῳ καὶ τὴν δευτέραν ᾄσας ᾠδήν, ἣν πάντα τὸν λαὸν ἐκμαθεῖν προσέταξε κύριος, ὡς μέγα τι χρῆμα καὶ θεῖον τοῖς εἰς ἀνάμνησιν ἐσόμενον παραδούς. Τῷ ιαʹ μηνὶ τοῦ μʹ ἔτους τῆς ἐξ Αἰγύπτου πορείας, ρκʹ ὄντι τῆς ζωῆς αὐτοῦ, εὐλογήσας πάντας ἀνῆλθεν εἰς ὄρος Ναβαῦ ἤτοι Ἀβαρεὶμ κείμενον ἐν τῇ Μωαβίτιδι πέραν τοῦ Ἰορδάνου κατὰ πρόσωπον Ἱεριχοῦς. καὶ κατοπτεύσας τὴν ἐπηγγελμένην τῷ Ἰσραὴλ γῆν ἐτελεύτησεν ἐκεῖ κατὰ πρόσ ταγμα θεοῦ, καὶ ἐτάφη ἐν Γαὶ ἐγγὺς οἴκου Φογώρ· καὶ οὐκ οἶδεν οὐδεὶς τὴν ταφὴν αὐτοῦ. οὗτος ὁ μέγας θεόπτης καὶ προφήτης παιδαγωγός τε καὶ νομοθέτης τοῦ Ἰσραὴλ ἐτῶν ρκʹ τελευτήσας οὐκ ἠμαυρώθη τοὺς ὀφθαλμοὺς αὐτοῦ, εἰκότως· τούτοις γὰρ τὴν θείαν δόξαν ἑώρακεν, οὐδὲ τὰ περὶ τὸ πρόσωπον διὰ γῆρας ἐρυτιδώθη. ὅμοιος αὐτῷ προφήτης, ὥς φησιν ἡ γραφή, οὐκ ἀνέστη, ᾧ ὤφθη κατὰ πρόσωπον κύριος, ἕως Ἰωάν νου τοῦ βαπτιστοῦ. Ὁ αὐτὸς θεοδίδακτος πρῶτος ἐν ἀνθρώποις ἱστορίαν ἔγραψε χρονικὴν ἀπὸ Ἀδὰμ ἕως τοῦ ρκʹ ἔτους αὐτοῦ, ὅπερ ἐστὶ κοσμικὸν γωνςʹ κατὰ τήνδε τὴν ἀκριβῆ χρονολογίαν. Μετὰ τὴν τελευτὴν Μωυσέως εἶπε κύριος τῷ Ἰησοῦ υἱῷ Ναυή· ἀναστὰς διάβηθι τὸν Ἰορδάνην σὺ καὶ πᾶς ὁ λαὸς οὗτος εἰς τὴν γῆν, ἣν ἐγὼ δίδωμι αὐτοῖς. πᾶς τόπος οὗ ἐὰν ἐπιβῆτε τῷ ἴχνει τῶν ποδῶν ὑμῶν, ὑμῖν δώσω αὐτόν, ὃν τρόπον εἴρηκα τῷ Μωυσῇ, τὴν ἔρημον καὶ τὸν Ἀντιλίβανον ἕως τοῦ ποταμοῦ τοῦ μεγάλου Εὐφράτου καὶ ἕως τῆς θαλάσσης τῆς μεγάλης ἀφ' ἡλίου δυσμῶν ἔσται τὰ ὅρια ὑμῶν. καὶ ἐνετείλατο Ἰησοῦς τοῖς γραμ ματεῦσι λαλῆσαι παντὶ τῷ λαῷ ἑτοιμασθῆναι καὶ ἐπισιτίσασθαι, ἵνα 167 μετὰ τρεῖς ἡμέρας διαβῶσι τὸν Ἰορδάνην. καὶ ἀπέστειλεν ἐκ Σαττεὶμ δύο ἄνδρας κατασκοπεῦσαι τὴν γῆν τῆς Ἱεριχὼ καὶ τῆς Γαὶ δύο πόλεις. οἳ καὶ εἰσελθόντες εἰς Ἱεριχὼ παρὰ Ῥαὰβ τῇ πόρνῃ κατέλυσαν, ζητούμενοί τε ὑπὸ τοῦ βασιλέως Ἱεριχὼ ἐν τῷ οἴκῳ αὐτῆς ἀπεκρύβησαν, ὀμόσαντες αὐτῇ τὰ περὶ τῆς σωτηρίας. ἐπανελθόντες δὲ πρὸς Ἰησοῦν ἐν Σαττεὶμ ἀπήγγειλαν τὰ τῆς κατασκέψεως. καὶ ὀρθρίσας Ἰησοῦς τῷ πρωὶ ἐκ Σατ τεὶμ ἦλθεν εἰς τὸν Ἰορδάνην σὺν τῷ λαῷ. ἔνθα προαγνίσας τὸν Ἰσραὴλ διεβίβασε μετὰ τρεῖς ἡμέρας τὸν Ἰορδάνην, προηγουμένης τῆς κιβωτοῦ διαθήκης κυρίου σὺν τοῖς αἴρουσιν αὐτὴν ἱερεῦσιν· ὧν ἐπειδὴ μόνον οἱ πό δες ἐβάφησαν εἰς μέρος τοῦ ὕδατος, ἔστη τὰ ὕδατα καταβαίνοντα ἄνωθεν εἰς πῆγμα ἓν πόρρω διαιρεθὲν ἄναντες εἰς μέρος Καριαθιαρείμ· τὰ δὲ καταβαίνοντα κατέβη εἰς θάλασσαν Ἄραβα, θάλασσαν ἁλῶν, ἕως ἐξέλιπε. καὶ ὁ λαὸς εἱστήκει ἀπέναντι Ἱεριχώ. καὶ ἔστησαν οἱ ἱερεῖς οἱ αἴροντες τὴν κιβωτὸν ἐπὶ ξηρᾶς ἐν μέσῳ τοῦ Ἰορδάνου, ἕως διέβη πᾶς ὁ λαὸς τὸν Ἰορδάνην ἐπὶ ξηρᾶς, καὶ συνέταξεν Ἰησοῦς δώδεκα ἄνδρας ἐνδόξους τῶν υἱῶν Ἰσραὴλ διὰ ῥήματος κυρίου, καὶ ἀναλαβόντες λίθους ιβʹ ἐκ μέσου τοῦ Ἰορδάνου διεκόμισαν εἰς τὴν παρεμβολὴν εἰς μνημόσυνον. Ἔστησέ τε ἄλλους ιβʹ λίθους Ἰησοῦς ἐν τῷ Ἰορδάνῃ, οὗ ἔστησαν οἱ πόδες τῶν αἰρόντων τὴν κιβωτὸν ἱερέων, καὶ εἰσὶν ἐκεῖ ἕως σήμερον. καὶ προσ έταξε τοῖς ἱερεῦσιν Ἰησοῦς, καὶ ἐγένετο ὡς ἐξῆλθον καὶ ἔθηκαν τοὺς πόδας ἐπὶ τῆς γῆς, κατέβη τὸ ὕδωρ ὁρμῆσαν ὡς ἦν πρότερον. αὐτοὶ δὲ ἀναβάντες ἐστρατοπέδευσαν ἐν Γαλγάλοις κατὰ ἀνατολὰς ἀπέναντι Ἱε ριχώ. Ταῦτα ἀκούσαντες οἱ βασιλεῖς τῶν Ἀμορραίων καὶ οἱ βασιλεῖς οἱ παρὰ τὴν θάλασσαν τῆς Φοινίκης κατετάκησαν ἐκπλαγέντες ταῖς διανοίαις. Ἰησοῦς δὲ θείᾳ προστάξει περιέτεμε τὸν λαὸν μαχαίραις πετρίναις ὅσοι διέβησαν τὸν Ἰορδάνην, ὅτι, φησίν, ἐπὶ τεσσαράκοντα καὶ δύο ἔτη ἀνέ στραπται Ἰσραὴλ ἐν τῇ ἐρήμῳ, καὶ διὰ τοῦτο ἦσαν οἱ