77
ἱεροτελεστίαις τοῦ ἐγγόνου μήτ' ἐν τῷ τῆς τοῦ θεοῦ Σοφίας νεῷ, μήτ' ἐν τοῖς ἄλλοις ἱεροῖς ἐκέλευε συγχωρεῖν· καὶ αὐτῶν γὰρ τῶν ἐν βασιλείοις ἱερῶν ἀπεληλακέναι τὴν 1.218 τούτου μνήμην. ὁ πατριάρχης δὲ τὴν αἰτίαν ἠρώτα, δι' ἣν ἂν ἐκβάλλοιτο τῶν ἱερῶν ἡ μνήμη τοῦ βασιλέως· εἰ μὲν γὰρ εἴς τι τῶν ἀλλοτρίων τῆς ἐκκλησίας ἐξώκειλε δόγμα, οὐδ' οὕτω πρὸ πάσης παραινέσεως καὶ πείρας τῶν ἱερῶν ἐκβάλλειν χρὴ, ἀλλ' αὐτὸν ὑπὸ τοῦ θεοῦ τῶν ἱερῶν τῆς ἐκκλησίας προστάτην ἀποδειχθέντα δογμάτων καὶ κηδεμόνα ψυχῶν, οὐκ ἄχρι Ῥηγίου μόνον, ὅπου βασιλεὺς ὁ νέος διατρίβει, ἀλλὰ καὶ εἰς ἐσχατιὰς γῆς ὑπὲρ ψυχῆς κινδυνευούσης ὀφείλειν τε καὶ προθυμεῖσθαι βαδίζειν. διὰ τοῦτο δέον εἶναι πρῶτον πρὸς αὐτὸν ἀπελθεῖν· κἂν μὲν, θεοῦ συναιρομένου, πολλὰ διδαχθεὶς καὶ νουθετηθεὶς τὴν κακοδοξίαν ἀπόθηται, τὴν ἀλήθειαν ἀσπασάμενος καὶ τὸ ὑγιαῖνον τῶν δογμάτων ἐπεγνωκὼς, πανταχόθεν ἂν ἔχοι καλῶς, τῇ τε ἐκκλησίᾳ, τοῦ κατὰ πνεῦμα, καὶ σοὶ, τοῦ σωματικοῦ παιδὸς, τοῖς τε Ῥωμαίοις, τοῦ βασιλέως σεσωσμένου. ἂν δ' ἐθελοκακῶν φανῇ καὶ πρὸς τὰς αὐγὰς τῆς ἀληθείας καμμύων ἑκοντὶ τοὺς ὀφθαλμοὺς, καὶ οὐδὲ μικράν τινα παρέχων ἐλπίδα τοῦ ἰατρευθῆναι ἄν ποτε, οὐ τῶν ἐν Βυζαντίῳ ἱερῶν μόνον αὐτοῦ τὴν μνήμην ἐκβαλῶ, ἀλλὰ καὶ τοῖς ὁποιδήποτε γῆς Χριστιανοῖς ἐκκήρυκτον αὐτὸν ποιήσω.» ἀποκριναμένου δὲ τοῦ βασιλέως, οὐ διαστροφὴν τῆς πίστεως τῷ ἐγγόνῳ ἐγκαλεῖν, ἀλλὰ τῶν εἰς αὐτὸν ὅρκων ἀθέτησιν καὶ τῶν συνθηκῶν, ἔτι τε αὐθάδειαν καὶ ἀπείθειαν, καὶ διὰ τοῦτο νουθεσίας καὶ παιδείας χάριν τὸ τοιοῦτον ἐπινενοηκέναι, πάλιν δὲ αὐτοῦ τὴν διόρθωσιν ἀξίαν ἐπιδειξαμένου τῶν ἡμαρτημένων, αὐτὸν τὰ δέοντα ποιήσειν· «οὐκοῦν» εἶπεν ὁ πατριάρχης «δέομαί σου, κράτιστε βασιλεῦ, μίαν ἐμοὶ χάριν ταύτην καταθεῖναι μεγί 1.219 στην, τὸ πρὸς αὐτὸν ἐπιτρέψαι ἀπελθεῖν·» ἐλπίζειν γὰρ βασιλέα τὸν νέον πείσειν, εἴ τί τε ἡμάρτηται πρότερον, ἐπανορθώσασθαι καὶ ἀσφαλῶς εἰς τὸ ἑξῆς τὰ δέοντα ποιεῖν, τά τε μεταξὺ προσκόμματα καὶ τὰς αἰτίας τοῦ πολέμου ποιήσειν ἐκποδών. ἀηδῶς δὲ ὁ βασιλεὺς ἐπὶ τοῖς εἰρημένοις διατεθεὶς, «ἐχρῆν» εἶπε «τοῖς ἐμοῖς ἀπολυπραγμόνως πείθεσθαι λόγοις, καὶ τὸ κελευόμενον ἀντιλέγοντα μηδὲν ποιεῖν· ἐπεὶ δ' οὐκ οἶδ' ᾧτινι χρώμενος λογισμῷ τἀναντία καὶ λέγειν καὶ πράττειν προῄρησαι, ἐμοὶ δέον συνεργεῖν, αὐτὸς ἂν εἰδείης ἃ δέον ποιεῖν.» οὕτω μὲν οὖν βασιλεύς τε καὶ πατριάρχης ἀσύμφωνοι ταῖς γνώμαις ἦσαν. διὸ καὶ ἐν μὲν βασιλείοις τὴν τοῦ νέου βασιλέως ἀπείρητο ποιεῖσθαι μνήμην· ἐν δὲ τοῖς κατὰ Βυζάντιον λοιποῖς ἱεροῖς καὶ ἐν αὐτῷ τῷ τῆς Σοφίας τοῦ θεοῦ τεμένει τῷ ἱερῷ, ὡς ἔθος ἦν, ἡ μνήμη τῶν βασιλέων ἐτελεῖτο. μεʹ. Βασιλεὺς δὲ ὁ νέος ἐν τῷ περὶ τὸ Ῥήγιον Ἐννακόσια προσαγορευομένῳ χωρίῳ ἀπὸ τῆς ἀρχῆς μάλιστα Ὀκτωβρίου ἄχρι καὶ ∆εκεμβρίου διατρίβων μηνὸς, ἐδεῖτο τοῦ πρεσβυτέρου βασιλέως, μὴ αὖθις τὰ Ῥωμαίων πράγματα εἰς φθορὰν καὶ ταραχὴν ἐμβαλεῖν, ἀλλ' ἔλεον τῶν ὑπηκόων σχόντα, μὴ ἐπὶ πλέον τὸν πόλεμον ἐξάγειν. ὡς ἂν δὲ αὐτὸν τὴν εἰρήνην πείσῃ μᾶλλον ἑλέσθαι, καὶ τοιοῖσδε πρὸς αὐτὸν διὰ πρέσβεων ἐχρῆτο λόγοις· «τῆς ἐμῆς, ὦ βασιλεῦ, σπουδῆς τε 1.220 καὶ προθυμίας ὑπὲρ τῶν κοινῇ τῇ Ῥωμαίων ἡγεμονίᾳ συμφερόντων οὐχ ἕτερόν τινα ἀξιόχρεων ἢ σὲ μάρτυρα ἔξεστι παρασχεῖν. οἶσθα γὰρ, ὅπως, Προυσηνῶν ὑπὸ Περσῶν πολιορκουμένων καὶ ὅσον οὔπω ἁλώσεσθαι προσδοκωμένων διὰ τὸ τὸν σῖτον παντάπασιν ἐπιλελοιπέναι, πυθόμενος αὐτὸς αὐτόκλητος εἰς Βυζάντιον ἧκον, δεόμενός τε ἅμα καὶ συμβουλεύων, τοῖς πολιορκουμένοις τὴν δυνατὴν πρόνοιαν εἰσενεγκεῖν. αὕτη δ' ἦν τὸ ἐμὲ ἅμα τῇ στρατιᾷ ναυσὶ πρὸς τὴν Τρίγλειαν περαιωθέντα, ἐπεὶ οὐ πολὺ Προύσης διέχει, τοῖς τε βαρβάροις, ἢν δύνωμαι, ἐπιθέσθαι καὶ Προυσηνοῖς τὰ ἐπιτήδεια ἐσκομίσαι· τούτου δὲ γενομένου, ἐλπὶς αὐτοὺς χρόνον πολὺν πρὸς τὴν πολιορκίαν ἀντισχήσειν· τἄλλα γὰρ ἡ πόλις ἅπαντα κατεσκεύασται καρτερῶς. ἐγὼ μὲν οὖν οὕτω προθυμίας εἶχον πρὸς τὸ Προυσηνοῖς βοηθεῖν αὐτὸς διακινδυνεύων, σοῦ δὲ μὴ ἐφιέντος, ἄκων κατεσχέθην· ὃ καὶ μάλιστα αἴτιον ἔδοξε