77
ο καὶ τὰ πτερὰ ἐδήλουν. ἡ δὲ τούτων τετρακτὺς τὰ τέσσαρα τῆς οἰκουμένης μέρη ᾐνίττετο, α πτηνοῦ διῆλθε τρόπον καὶ σχεδὸν ἁπάντων ἐκράτησεν. αἱ δέ γε τέσσαρες κεφαλαὶ τὴν μετὰ θάνατον ἐκείνου διαίρεσιν ἐσήμαινον τῆς ἀρχῆς. εἰς γὰρ τέσσαρας βασιλείας ἡ ἐκείνου διῄρητο ἐπικράτεια, καὶ τῆς μὲν Αἰγύπτου Πτολεμαῖος ὁ Λάγου κεκράτηκε καὶ οἱ ἐξ ἐκείνου μέχρι τῆς Κλεοπάτρας, τῆς δὲ Συρίας καὶ τῶν αὐτῇ προσεχῶν ὁ Σέλευκος ἐκυρίευσεν, ̓Αντίγονος δὲ τὴν ̓Ασίαν ὑφ' ἑαυτὸν ἐποιήσατο, τῆς δὲ Μακεδονίας ηρξεν ὁ ̓Αντίπατρος, ὡς δέ τινες ἱστοροῦσιν, ̓Αριδαῖος ἀδελφὸς ἑτεροθαλὴς ἐκ πατρὸς ων ̓Αλεξάνδρου. φησὶ γὰρ ὁ Χαιρωνεὺς τὸν Περδίκκαν μετὰ θάνατον ̓Αλεξάνδρου ἐν μεγίστῃ δυνάμει οντα εὐθὺς τὸν ̓Αριδαῖον ωσπερ δορυφόρημα 1.194 βασιλείας ἐφέλκεσθαι, γεγονότα μὲν ἐκ γυναικὸς ἀδόξου καὶ κοινῆς, ἀτελῆ δὲ τὴν φρόνησιν οντα, οὐ φύσει τοιοῦτον προαχθέντα, ἀλλὰ τῆς ̓Ολυμπιάδος φαρμάκοις διαφθειράσης αὐτῷ τὴν διάνοιαν. Τοῦ δὲ τετάρτου θηρίου ειδος μὲν οὐκ ἐσήμανεν ὁ προφήτης, φοβερὸν δ' ειπε τοῦτο καὶ εκθαμβον περισσῶς, ὀδόντας εχον μεγάλους καὶ σιδηροῦς, ἐσθίον τε καὶ λεπτῦνον καὶ τὰ ἐπίλοιπα συμπατοῦν, καὶ τὸ διάφορον αὐτοῦ πρὸς τὰ προηγησάμενα θηρία εφη τυγχάνειν πολύ. ἡ τῶν ̔Ρωμαίων δὲ διὰ τούτου βασιλεία σημαίνεται. διὸ οὐδὲ ειδος ὁ προφήτης τούτῳ οὐδ' ονομα εθετο. πολυειδὴς γὰρ ἡ τῶν ̔Ρωμαίων ἀρχή, πρότερον μὲν βασιλεῦσιν ἰθυνομένη ἀπὸ ̔Ρωμύλου μέχρι τῶν Ταρκυνίων, τῆς δ' ἐκείνων τυραννίδος καταλυθείσης ἀριστοκρατουμένη, τῆς συγκλήτου καὶ τῶν ὑπάτων διοικούντων τὰ πράγματα, εστι δ' οτε καὶ δημοκρατουμένη, τοῦ δήμου πολλάκις πρὸς τὴν σύγκλητον στασιάσαντος, μετέπειτα δ' αυθις εἰς μοναρχίαν μεταπεσοῦσα, κἀκ ταύτης εἰς βασιλείας κλῆσιν ἐπανακάμψασα. φοβερὸν δὲ τὸ θηρίον καὶ εκθαμβον ειπεν οτι δυνατωτέρα τῶν αλλων βασιλειῶν αυτη γεγένηται, καὶ οσα ἡ Μακεδονικὴ μὴ ὑπέταξε βασιλεία, ὑφ' ἑαυτὴν αυτη ποιησαμένη, τὴν ̔Ελλάδα δηλαδὴ πᾶσαν, τὴν Καρχηδόνα σὺν τῇ Λιβύῃ, τὴν Σικελίαν, τὴν Σαρδώ τε καὶ νήσους αλλας καὶ εθνη ἑσπέρια διάφορα ετερα, ων οὐκ ηρξεν ̓Αλέξανδρος· απερ ὁ βουλόμενος γνῶναι τὰς βίβλους τοῦ ̔Ρωμαίου ∆ίωνος ἀναγνώτω καὶ τὰ τοῦ Πολυβίου συγγράμματα. φοβερὸν δὲ τὸ θηρίον εφη καὶ εκθαμβον 1.195 καὶ σιδηροῦς ὀδόντας εχον, ὡς τῆς τῶν ̔Ρωμαίων ἡγεμονίας τῶν αλλων βασιλειῶν ἁπασῶν φρικωδεστέρας γεγενημένης. καὶ ἐν τῇ εἰκόνι γὰρ τῇ κατ' οναρ ὀφθείσῃ τῷ Ναβουχοδονόσορ τὸν σίδηρον τέθεικε τῆς τετάρτης βασιλείας εἰκόνισμα. τοῖς ουν σιδηροῖς ὀδοῦσιν ἐσθίειν τὸ θηρίον ειπε καὶ λεπτύνειν, καὶ τὰ λοιπὰ συμπατεῖν τοῖς ποσί. τὸ μὲν ουν ἐσθίειν καὶ λεπτύνειν εἰς τὴν τῶν δασμῶν ἐξείληπται εἰσφοράν, ὡς βαρυτέρων τοῖς ὑπηκόοις φόρων ἐπιτεθέντων, οι τοὺς βασιλεύοντας τρέφουσι καὶ πιαίνουσι, τοὺς δ' εἰσπραττομένους αὐτοὺς ἐκλεπτύνουσι πενητεύοντας. οι δὲ δασμοφορεῖν οὐκ ἠνείχοντο, τῆς ἐλευθερίας ἀντιποιούμενοι, τούτους τοῖς ποσὶ συνεπάτει τὸ θηρίον καὶ ἐξωλόθρευε. διὰ τῶν ποδῶν δὲ τὸ στρατιωτικὸν ὑπαινίττεται, ὡς ἐν τούτῳ τῆς βασιλείας ἐρειδομένης καὶ βεβηκυίας καὶ ἐξ ἑτέρων μεταβαινούσης εἰς ετερα. καὶ κέρατα δ' ειναι τῷ θηρίῳ δέκα φησίν, ὑπεμφαίνων ὡς εἰς πολλὰς ἡγεμονίας ἐπ' ἐσχάτων ἡ βασιλεία διαιρεθήσεται. ἐν μέσῳ δὲ τῶν δέκα μικρὸν ἀνιέναι κέρας, καὶ ἐκριζωθῆναι τῶν κεράτων τρία παρ' αὐτοῦ, καὶ ὀφθαλμοὺς εχειν τὸ κέρας ἐκεῖνο καὶ στόμα λαλοῦν μεγάλα, καὶ πολεμεῖν τοῖς ἁγίοις. τοῦτο τὸ κέρας εἰς τὸν ἀντίχριστον ἐξειλήφασί τινες. μικρὸν δ' ἐκλήθη ὡς ἀπὸ μικρᾶς φυλῆς τῶν ̔Εβραίων μέλλον φυήσεσθαι. τρεῖς δὲ τῶν δέκα βασιλέων καταλύσει. διὰ δὲ τῶν ὀφθαλμῶν τὴν πονηρίαν αὐτοῦ καὶ τὸ πανοῦργον ᾐνίξατο, ὡς διὰ τούτων ἐξαπατῆσον πολλούς. διὰ δὲ τοῦ μεγάλα λαλοῦντος στόματος τὴν ἀλαζονείαν αὐτοῦ καὶ τὸ ἐπηρμένον ὑπενέφηνε τοῦ φρονήματος. τὸ δὲ πόλεμον μετὰ τῶν ἁγίων ποιεῖν τὸ πᾶσαν ἐνδείξασθαι σπουδὴν δηλοῖ τῆς οἰκείας κακίας καὶ βλασφημίας απαντας λαβεῖν 1.196 κοινωνούς. τῆς δὲ