77
κιθάρα. διὸ καὶ ̓Ασία ἡ ηπειρος, ἡ μὲν ἀπὸ ̓Ασίου τοῦ Λυδοῦ, ἡ δὲ ἐκ τῆς Προμηθέως γυναικός. τὸ ἐθνικὸν ̓Ασιεὺς καὶ ̓Ασιανός. ̓Ασιάτησ. ἡ τρίχορδος κιθάρα ειρηται, οτι ἐν τῇ ̓Ασίᾳ, πόλει τῆς Λυδίας κειμένῃ ἐν Τμώλῳ, πρῶτον εὑρέθη, η ἀπὸ ̓Ασίου τινός. ̓Ασίδα. στρουθοκάμηλον. ̓Ασιχίνη. κύριον. ̓Ασέλγη. πόλις, οπου κακῶς εζων οἱ ανθρωποι καὶ ἀλλήλοις ἐκοινώνουν. ̓Ασκοπήρα. τὸ μαρσίπιον ητοι τὸ σακκοπάθνιον. ̓Ασκαμωνία. βοτάνη ἰατρική. alpha.319 ̓Ασκέραι. ὑποδήματα ἀττικά. Ασκιος υλη. δασεῖα. τὸ ˉα κατ' ἐπίτασιν. ̓Ασπίσ. θηρίον ὀφιοειδές. καὶ τὸ σκουτάριον. Ασπειστον εχθραν. μῖσος ασπονδον. ̓Ασπασία. θαυμαστὴ, χαιρετιστική. ̓Ασπάλαθοσ. ειδος ἀκάνθης. Νίκανδρος. ἐν γὰρ ορει ῥάμνοι τὲ καὶ ἀσπάλαθοι. ειρηται δὲ παρὰ τὸ σπῶ· σπάλαθος καὶ ἀσπάλαθος. ̓Ασμωλή. ὀλίγη ἀναπνοή. οιμαι, οτι ἀσθμωλὴ γράφεται. ̓Αστειότησ. φαιδρότης μετὰ λόγου. ̓Αστιβήσ. ὁδὸς ἀτριβὴς, ἀπάτητος, αβατος. στίβος γὰρ ἡ ὁδός. ̓Αστάρτη. ἡ θεὸς, ἡ Σελήνη. καὶ νῆσος Αἰθιοπίας. παρὰ τὸ αστρα ἀστράτη, η παρὰ τὸ τοὺς ἀστέρας, καὶ κατὰ συγκοπὴν, ἀστάρτη, ἀσταρταῖος, ἀστάρτης. ̓Αστέμβακτοσ. ἀκίνητος, η βεβαία, η τετιμημένη. ειρηται δὲ κατὰ ἀπόφασιν τοῦ στεμβάξαι, ο ἐστιν ὑβρίσαι. alpha.320 ̓Αστεροπή. ἡ ἀστραπή. παρὰ τὸ στερίσκειν τοὺς ωπας διὰ τῆς ἀντιλαμπούσης λαμπάδος. η παρὰ τὸ οπτω, οπτη, καὶ μετὰ τοῦ ἀστέρος ἀστεροπτὴ, καὶ ἀποβολῇ τοῦ ˉτ ἀστεροπή. ̓Αστραπή. ῥῆξις πυρὸς ἐκ νεφῶν περιτρίψεως. τὸ γὰρ πνεῦμα μετὰ βίας ἐκραγὲν τῶν νεφῶν καὶ τὸν ψόφον ποιῆσαν ἐκπυρωθὲν διὰ τὴν κίνησιν φλογῶδες γίνεται. ἰστέον δὲ, οτι ἡ αὐτὴ φύσις τοῦ πνεύματος, ἐν μὲν τῇ γῇ εστι σεισμὸς, ἐν δὲ τοῖς νέφεσι βροντὴ, περὶ δὲ τὴν γῆν ανεμος· πάντα γὰρ ταῦτα ἀναθυμίασις εστι ξηρά. ̓Αστρατεία. ἡ εἰρήνη· ἐπεὶ ἐν εἰρήνῃ οὐ στρατεύονται. ̓Αστρονομία. ἡ τῶν αστρων διανομή. πρῶτον Βαβυλώνιοι ταύτην ἐφεῦρον διὰ Ζωροάστρου, μεθ' ων καὶ ̓Οστάνης. ̓Αστυπάλαια καὶ ̓Αστυπαλία. μοῖρα τῆς Σάμου. ειρηται, οτι Προκλῆς καὶ ̓Επομβρίων ἀποικίαν στείλαντες εἰς Σάμον πρὸς τοὺς ἐνοικοῦντας Κᾶρας κοινωνίαν θέμενοι ῳκησαν πρὸς alpha.321 τὸν Σχήσιον ποταμὸν, καὶ εἰς δύο φυλὰς τὴν πόλιν διένειμαν, ων τὴν μὲν Σχησίαν ὠνόμασαν, τὴν δὲ ̓Αστυπαλίαν ἀπὸ τοῦ παλαιοῦ ἐκεῖσε οντος αστεος. ̓Ασυνθεσία. παράβασις συνθηκῶν. ̓Ασσυρίηθεν. ἀπὸ τῆς ̓Ασσυρίας. ̓Ασφαλτῖτις λίμνη. ενθα ἡ ασφαλτος γίνεται. ασφαλτος δὲ ξηρίον ἐστὶ πίττῃ ομοιον. χρῶνται δὲ ταύτῃ καὶ οἱ ἰατροὶ, λέγουσι δὲ τὴν νάφθαν. ̓Ασφάλτωσισ. ἡ πίττωσις. ̓Ασφάλεια. εγγραφος βεβαίωσις. ̓Αστράβη. τὸ σαγμοσέλλιον. ̓Αστάρτη. αγαλμα ̓Αφροδίτης, τιμώμενον παρὰ Σιδωνίων. τοῦ αστρου δὲ τύπος· αὐτὸ τὸ αστρον ὁ ἑωσφόρος. οπερ ̓Αφροδίτην ὀνομάζουσι. τὸ alpha.322 αὐτὸ καὶ παρὰ Μοαβιτῶν ἐτιμᾶτο. καὶ ὁ θεόλογος· τί φήσω πρὸς τοὺς ̓Αστάρτην προσκυνοῦντας. η τὸ Χαμὼς βδέλυγμα Σιδωνίων. (Οὐδέτερον.) Ασσα. οτε σημαίνει τὸ οσα καὶ ατινα, δασύνεται· οτε δὲ τὸ τινὰ, ψιλοῦται. Ασσαρ. ειδος λαχάνου, ῳ κέχρηνται οἱ ἰατροὶ εἰς θεραπείαν τῶν νοσούντων. ̓Ασήμαντα. τὰ λεγόμενα ἀσφράγιστα· καὶ γὰρ σημεῖα τὰς σφραγίδας ελεγον. η καὶ τὰ ἀφύλακτα. Ασημον. ἀτράνωτον. ̓Ασήμιον. ὁ αργυρος. ̓Ασυρῆ. ἀκάθαρτα. ̓Ασσάριον. πεντανούμμιον η δεκάνουμμον. alpha.323 Ασθμα. ἡ συνεχομένη πνοὴ καὶ συγκοπτομένη. παρὰ τὸ αω τὸ πνέω. ̓Ασκελέσ. τὸ σκληρόν. ̓Ασκώματα. τὰ ἐπιῤῥαπτόμενα δέρματα ταῖς κώπαις ἐν ταῖς τριήρεσι, διὰ τὸ μὴ εἰσφέρεσθαι τὸ θαλάσσιον υδωρ. ̓Αριστοφάνης· ἀσκώματα καὶ λίνα καὶ πίτταν διαπέμπων. καλοῦνται δὲ ουτως καὶ αἱ γνάθοι ἀπὸ μεταφορᾶς τῶν χαλκευτικῶν ἀσκωμάτων, ατινα φύσαι χαλκευτικαὶ λέγονται. ἐπὶ τῶν τριήρεων δὲ, οτι ἀπὸ ἀσκῶν γίνονται. ̓Ασκήματα. κατασκευάσματα η καὶ τὰ παιδεύματα. ἀπὸ τοῦ ασκησις. Ασμα. υμνος, ᾠδή. Ασπετον. πολύ. Αστυ. πόλις. Αστρον. σῶμα πύρινον ἐν τῷ οὐρανῷ πεπηγὸς καὶ τῇ κύκλῳ φορᾷ φερόμενον. η σύστημα πλειόνων αστρων, η τὸ ἐπί τινα χρόνον συνιστάμενον ἐν μετεώρῳ, ὡς κομήτης. ̓Αστυφέλικτον. ἀτίνακτον. ̓Ασταγέσ. πολυσταγές. ἀσταγὲς υδωρ. Αστικτον. ̓Αθηναῖοι