πάλαι· ἣν οὐδὲν οὕτως λευκᾶναι κατισχύει ὡς χεὶρ πλατεῖα δωρεῶν καὶ χαρίτων. ἔπειτα τὴν γραῦν τὴν ἐμήν, φεῦ, μητέρα γηρωκόμησον καὶ γενοῦ βακτηρία σαρξὶ ῥυείσαις ἐκ χρόνων τε καὶ πόνων. ψυχῆς δ' ἐμῆς φρόντισμα τῶν πάντων πλέον, τὸν σύγγονόν μοι Ῥωμανόν, νέον κλάδον, ταῖς χερσί σου τίθημι, σοὶ λείπω μόνῳ· οὕτως ὄναιο σῆς, ἄναξ, σκηπτουχίας, οὕτως ὄναιο τοῦ κράτους καὶ τοῦ στέφους, ὡς τοῦτον ἕξεις ἀντιληπτικωτάτως. τὸν πάππον οἶδας καὶ τὸ πάππου παιδίον, τὸν φύντα τοῦτον, εὐγενεῖς πεφυκότας· τήρησον αὐτῷ τοῦ γένους τὴν ἀξίαν, φύλαξον αὐτῷ τὰς ἐφ' ἡμῖν ἐλπίδας. ναί, πάντα μοι πρὶν καὶ πάλιν, Μονομάχε, ἡ κλῆσις ἡ πάγγλυκος ἡ ποθουμένη, καὶ χαῖρε καὶ φρόντιζε τῶν ἐνταλμάτων.» «Ὡς οὖν ἐκείνης καὶ λαλούσης σοι πάλιν καὶ συμπαρούσης εἰς ἀεὶ τῇ καρδίᾳ ἀναψυχήν, κράτιστε, θυμήρη λάβε. ἔπειτα ῥῖψον τὰς βολὰς τῶν ὀμμάτων, στρέψον δὲ τὸν νοῦν τοῦ πάθους ὡς ἐκ ζάλης εἰς τὸν φαεινὸν τῶν ἀνακτόρων λύχνον, τὸ κοινὸν ἐντρύφημα τῆς οἰκουμένης, τὸ λαμπρὸν ἀγλάισμα τῆς ἁλουργίδος, τὸ τοῦ κράτους στήριγμα τῆς σκηπτουχίας, τὸ τοῦ στέφους ἔρεισμα τῶν ἀνακτόρων, τὸν πύργον ἢ τὸ τεῖχος ἢ καὶ τὴν βάσιν, Ζωήν, τὸ καλλώπισμα γῆς τε καὶ πόλου. ἰδὼν δὲ πᾶσαν τοῦ προσώπου τὴν χάριν καὶ τὴν ἀπαστράπτουσαν ἀκροφεγγίαν παρηγόρησον τὴν σεαυτοῦ καρδίαν. ὕπνου μέτασχε καὶ τροφῆς, σκηπτροκράτορ· ἔχεις γὰρ ὄντως τῆς τροφῆς ὑπηρέτιν τὴν ἐκ θεοῦ δοθεῖσαν ἡμῖν τοῖς κάτω, τὸ φαιδρὸν ἀγλάισμα τῆς Βυζαντίδος, τὸ σεμνὸν ἄνθος, τὴν γονὴν τῆς πορφύρας, Θεοδώραν, τὸ κάλλος αὐτοῦ τοῦ βίου. αὕτη τὰ πάντα σοὶ γενέσθω τῷ κράτει, ὑπηρέτις, δέσποινα καὶ πάλιν λάτρις. καὶ χαῖρε, λειμών, ἄστρον ἐψυχωμένον· καὶ σὺν θεῷ, κράτιστε, τῷ σκέποντί σε ἄνασσε, βασίλευε τῆς οἰκουμένης.» 18 Πρὸς τὸν βασιλέα τὸν Κομνηνὸν κῦρ Ἰσαάκιον περὶ καλανδῶν, νόννων καὶ εἰδῶν Ἡ τῶν καλανδῶν Ἰτάλιος ἡμέρα Ἑλληνικῆς πρόσχημα χαρμονῆς ἔφυ καὶ λαμπρὸν εὐτύχημα σῆς σκηπτρουχίας, Ῥώμης μὲν οὖσα δόγμα τῆς πρεσβυτέρας, εὐάγγελον δ' ἄθυρμα τῆς νεωτέρας. Ἡ δόξα καὶ γὰρ ἡ παλαιὰ Λατίνων τρεῖς οἶδε ταύτας ἡμέρας σκιρτησίμους, εἰδούς, καλάνδας, πρὸς δὲ καὶ νόννας, ἄναξ, καὶ μὴν ἕκαστος ταῖσδε μετρεῖται μόναις, πρώταις καλάνδαις, εἶτα νόνναις, καὶ τρίτον εἰδοῖς μερισταῖς καὶ διηριθμημέναις. Ἀλλ' ἡ μέν ἐστιν ἀκριβῶς ὡρισμένη, ἡ τῶν καλανδῶν, ὡς διηκριβωμένη, πρώτη γάρ ἐστι τῆς σελήνης ἡμέρα, μᾶλλον δὲ μηνός ἐστιν ἀρχικωτάτη· τῶν δ' αὖ γε νόννων ἡ μέν ἐστι πεμπτέα, ἡ δ' ἑβδομαία· τῶν γε μὴν εἰδῶν πάλιν ἡ μέν τις εἶχεν ἡμέρας τρεῖς πρὸς δέκα, ἡ δ' αὖ γε πέντε καὶ τὸ λοιπὸν τοῦ μέρους. Ἑστὼς δ' ὁ κῆρυξ ἐν μεσαιτάτῳ λόφῳ πρώτην καλανδῶν ἡμέραν ἐκεκράγει, πρὸ πέντε νόννων, εἶτα καὶ πρὸ τεσσάρων, καὶ πρὸ τριῶν· ἔπειτα τὴν ἀποφράδα καλῶς σιωπῶν, φημὶ δὴ τὴν δυάδα, πρὸ τῆς μιᾶς ἔφασκεν εὐτονωτέρως· ἔπειτα νόννας καὶ πρὸ εἰδῶν εὐθέως, πρὸ τῶν καλανδῶν εἶτα καὶ μέχρι τέλους. Ἐντεῦθεν ἡ βίσεξστός ἐστιν ἡμέρα, Ἑλληνικῶς δίσεκτος ἠγορευμένη. τῇ δευτέρᾳ γὰρ τοῦ φθίνοντος ἡμέρᾳ (εἰκοστόδυον αὐτὴν ἄλλος εἰπάτω) «πρὸ ἓξ καλανδῶν», τοῦ φθίνοντος ὀγδόην, σαφῶς ἐδήλου πᾶς ὁ κηρύσσων μέγα· εἰ δ' ἦν ὁ μὴν ὁ πρέσβυς ἐννέα φέρων, δὶς τὸ «πρὸ ἓξ» συνεῖρεν ὡς πρὸς τὸν χρόνον, ὅπερ βίσεξστον γλῶσσα Ῥωμαίων λέγει, δίσεκτον ὂν μάλιστα φωνῇ γνωρίμῳ. Νῦν δ' ἀλλὰ χαιρέτωσαν εἰδοὶ καὶ νόνναι, τὰς γὰρ καλάνδας οἶδεν ἡ Κωνσταντίνου, πρὸ τῶν θυρῶν δὲ συρρέουσι μυρίοι σκιρτῶντες ἡδὺ καὶ γελῶντες ἀθρόον, εὐάγγελον σκίρτημα τοῦ παντὸς χρόνου, εὔηχον οἰώνισμα, κήρυγμα ξένον. Ὅθεν κἀγώ σοι τὰς καλάνδας εἰσάγω καὶ μέτρα ποιῶ τοὺς ἐτησίους ὕμνους, εὐάγγελός