1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

77

νομιοῦμεν, ὅταν τις γήρᾳ ἤ τινι ἄλλῳ τρόπῳ τελευτήσῃ τῶν ὅσοι ἂν διαφερόντως ἐν τῷ 8.47 βίῳ ἀγαθοὶ κριθῶσιν." Κἀν τῷ Κρατύλῳ δὲ τόνδε τὸν λόγον διεύρυνεν· ἐπαινεῖ γὰρ τὸν Ἡσίοδον καὶ τοὺς ἄλλους γε ποιητὰς εἰρηκότας· "ὡς ἐπειδάν τις ἀγαθὸς ὢν τελευτήσῃ, μεγάλην μοῖραν καὶ τιμὴν ἐκεῖ ἔχει, καὶ γίνεται δαίμων κατὰ τὴν τῆς φρονήσεως ἐπωνυμίαν· ταύτῃ οὖν τίθεμαι κἀγὼ τὸν δαήμονα ἄνδρα." Ὁ δέ γε Ἡσίοδος περὶ τοῦ χρυσοῦ γένους ταῦτα ἔφη· αὐτὰρ ἐπειδὴ τοῦτο γένος κατὰ μοῖρ' ἐκάλυψεν, οἱ μὲν δαίμονες ἁγνοὶ ἐπιχθόνιοι καλέονται, ἐσθλοί, ἀλεξίκακοι, φύλακες θνητῶν ἀνθρώπων. 8.48 Εἰ τοίνυν καὶ ὁ ποιητὴς καὶ ἐσθλοὺς καὶ ἀλεξικάκους καὶ φύλακας θνητῶν ἀνθρώπων τοὺς ἄριστα βεβιωκότας, εἶτα τελευ τήσαντας, προσηγόρευσεν, ἐκράτυνε δὲ τοῦ ποιητοῦ τὸν λόγον τῶν φιλοσόφων ὁ ἄριστος καὶ χρῆναι ἔφη καὶ θεραπεύειν τούτων καὶ προσκυνεῖν τὰς θήκας, τί δήποτε μέμφεσθε τοῖς παρ' ἡμῶν γινομένοις, ὦ βέλτιστοι; Τοὺς γὰρ ἐν εὐσεβείᾳ λάμψαντας καὶ ὑπὲρ ταύτης τὴν σφαγὴν δεξαμένους, ἀλεξικάκους ἡμεῖς καὶ ἰατροὺς ὀνομάζομεν, οὐ δαίμονας καλοῦντες-μὴ οὕτω λυττή σαιμεν-ἀλλὰ Θεῷ φίλους καὶ εὔνους θεράποντας, παρρησίᾳ χρωμένους καὶ τῶν ἀγαθῶν ἡμῖν ἐπαγγέλλοντας τὴν φοράν. 8.49 Τοῦτο γὰρ δὴ καὶ τῶν φιλοσόφων ὁ κορυφαῖος ἐν τῇ Ἐπινομίδι δεδήλωκεν· ἔφη γάρ· "Οὔ φημι εἶναι δυνατὸν ἀνθρώποις μακα ρίοις τε καὶ εὐδαίμοσι γενέσθαι πλὴν ὀλίγων. Μέχρι περ ἂν ζῶμεν, τοῦτο διορίζομαι· καλὴ δὲ ἐλπὶς τελευτήσαντι τυχεῖν ἁπάντων." Ἀτεχνῶς δέ γε τοῦτο ἔοικε τοῖς ὑπὸ τῆς θείας εἰρη μένοις γραφῆς· "Μὴ μακαρίσῃς ἄνδρα πρὸ τελευτῆς αὐτοῦ" καὶ "φῶς δικαίοις διαπαντός", καὶ "ψυχαὶ δικαίων ἐν χειρὶ Θεοῦ" καὶ τὰ τούτοις προσόμοια. 8.50 Ὅτι δὲ τοῖς δικαίοις ὕβρεις καὶ λοιδορίας καὶ αἰκίας καὶ μάστιγας κατὰ τὸν παρόντα βίον ξυνεκλήρωσε τῶν ὅλων ὁ πρύ τανις, καὶ ὁ Πλάτων ἐν τῇ Πολιτείᾳ ξυγγέγραφεν· "Οὕτω" γάρ φησι "διακείμενος ὁ δίκαιος αἰκισθήσεται, στρεβλωθήσεται, δεθήσεται, ἐκκοπήσεται τὼ ὀφθαλμώ, τελευτῶν πάντα κακὰ παθὼν ἀνασκινδυλευθήσεται." Οὐκοῦν τρισάθλιοι μὲν οἱ ταῦτα ποι οῦντες, τρισόλβιοι δὲ οἱ πάσχοντες; 8.51 Ὅτι δὲ καὶ ἐπιμελεῖσθαι τῶν ἀνθρωπείων δύνανται πραγμά των αἱ τῶν ὁσίων ψυχαὶ καὶ τοῦ σώματος ἐκτὸς γενόμεναι, ὁ Πλάτων καὶ τοῦτο ἐν τῷ ἑνδεκάτῳ τῶν Νόμων ἐδίδαξε· λέγει δὲ οὕτως· "Εἴς τινα γὰρ οὖν μοι καιρὸν φαινόμεθα τοὺς ἔμπροσθεν λόγους διεξελθεῖν, ὡς ἄρα αἱ τῶν τελευτησάντων ψυχαὶ δύναμιν ἔχουσί τινα τελευτήσασαι καὶ τῶν κατ' ἀνθρώπους πραγμάτων ἐπιμελοῦνται. Ταῦτα δὲ ἀληθεῖς μέν, μακροὶ δέ εἰσι περιέχοντες λόγοι· πιστεύειν δὲ ταῖς ἄλλαις φήμαις χρεὼν περὶ τὰ τοιαῦτα, οὕτω πολλαῖς καὶ σφόδρα γε παλαιαῖς οὔσαις· πιστεύειν δὲ αὐ 8.52 τοῖς νομοθετοῦσι ταῦθ' οὕτως ἔχειν." Ἀλλ' ὁ μὲν φιλόσοφος κελεύει καὶ ταῖς φήμαις πιστεύειν· ὑμεῖς δὲ οὐ μόνον ἡμῖν ἀπισ τεῖτε καὶ τῆς τῶν πραγμάτων βοώσης ἀληθείας ἐπαΐειν οὐ βού λεσθε, ἀλλ' οὐδὲ τῷ ὑμετέρῳ φιλοσόφῳ πιστεύειν ἐθέλετε ἄντικρυς λέγοντι, ὡς αἱ τῶν ὁσίων ψυχαὶ τῶν σωμάτων ἀπαλ λαγεῖσαι τῶν κατ' ἀνθρώπους ἐπιμελοῦνται πραγμάτων. Τῷ δὲ οὕτως ἁρμόττει τοῦδε τοῦ γέρως τυχεῖν, ὡς τοῖς ἠγαπηκόσι μὲν ἐκθύμως τὰ θεῖα, μεμενηκόσι δὲ μέχρι τέλους οἷς ἐξ ἀρχῆς προ είλοντο καὶ τὴν τάξιν ἐν ᾗ σφᾶς ἔταξαν οὐκ ἀνασχομένοις κατα 8.53 λιπεῖν; Τοῦτον δέ γε καὶ ὁ Πλάτων ἐν τῇ Ἀπολογίᾳ κρατύνει τὸν λόγον· φησὶ δὲ οὕτως· "Οὕτω γὰρ ἔχει, ὦ ἄνδρες Ἀθηναῖοι, τῇ ἀληθείᾳ· οὗ ἄν τις ἑαυτὸν τάξῃ, ἡγησάμενος βέλτιστον εἶναι, ἢ ὑπ' ἄρχοντος ταχθῇ, ἐνταῦθα δεῖ, ὡς ἐμοὶ δοκεῖ, μένοντα κινδυνεύειν, μηδὲν ὑπολογιζόμενον μήτε θάνατον μήτε ἄλλο 8.54 μηδὲν πρὸ τοῦ αἰσχροῦ." Καὶ πάλιν μετ' ὀλίγα· "Τὸ γάρ τοι θάνατον δεδιέναι, ὦ ἄνδρες, οὐδὲν ἄλλο ἐστὶν ἢ δοκεῖν σοφὸν εἶναι, μὴ ὄντα." Καὶ αὖθις μετὰ βραχέα· "Πρὸ γοῦν τῶν κακῶν, ὧν οἶδα ὅτι κακά ἐστιν, ἃ μὴ οἶδα εἰ καὶ ἀγαθὰ ὄντα τυγχάνει, οὐ φοβηθήσομαι οὐδὲ φεύξομαι." Καὶ πάλιν· "Τά τε γὰρ ἄλλα εὐδαιμονέστεροί εἰσιν οἱ ἐκεῖ τῶν ἐνθάδε, καὶ ἤδη καὶ 8.55 τὸν λοιπὸν χρόνον ἀθάνατοί εἰσιν." Αὐτοῦ δέ, ὦ φίλοι ἄνδρες, καὶ ταῦτα· "Ἐμὲ