77
ποιούμενος τῶν πονηρίᾳ συζώντων, καὶ τὴν διὰ πάντων διήκουσαν τοῦ Θεοῦ προμήθειαν ἀνακη ρύττων· ἀνέμιξε δὲ καὶ θεολογίαν τοῖς λόγοις καὶ προφητείαν· οὗ δὴ χάριν καὶ ἡ ἐπιγραφὴ εἰς τὸ τέ λος παραπέμπει τὸν ἐντυγχάνοντα. βʹ. "Φησὶν ὁ παράνομος τοῦ ἁμαρτάνειν ἐν ἑαυ τῷ." Οἴεται, φησὶν, ὁ κακίᾳ συντεθραμμένος, μη δένα θεωρεῖν τῆς ψυχῆς αὐτοῦ τὰ κεκρυμμένα βου λεύματα. Τὸ γὰρ, φησὶν, ἀντὶ τοῦ ἡγεῖται καὶ ὑπολαμβάνει τέθεικεν. Οὐκ ἔστι φόβος Θεοῦ ἀπ 80.1121 έναντι τῶν ὀφθαλμῶν αὐτοῦ. Αἴτιον δὲ τῆς τοιαύ της ἀναλγησίας, τὸ μὴ δεδιέναι τὸν πάντα ἐφορῶντα ∆εσπότην. γʹ. "Ὅτι ἐδόλωσεν ἐνώπιον αὐτοῦ, τοῦ εὑρεῖν τὴν ἀνομίαν αὐτοῦ καὶ μισῆσαι." [Οὕτω, φησὶν, ἑαυ τὸν διέτρεψεν, καὶ τὸν φόβον τοῦ Θεοῦ τῶν ἑαυτοῦ ἀπέῤῥιψεν ὀφθαλμῶν, ὡς τὴν ἀνομίαν αὐτοῦ προ φανῆ τυγχάνουσαν καὶ πᾶσιν ὁρᾶσθαι καὶ εὑρίσκε σθαι καὶ διὰ τοῦτο μίσους ἀξίαν εἶναι. Ἀκάμπτως ἐξέδωκεν ἑαυτὸν τῇ ἀνομίᾳ.] Ἑκὼν δὲ ταύτην ἔχει τὴν ἄγνοιαν, ὡς μὴ βουλόμενος λογιστεῦσαι τὰ πεπραγμένα, καὶ μισῆσαι κακῶς πεπραγ μένα. δʹ, εʹ. "Τὰ ῥήματα τοῦ στόματος αὐτοῦ ἀνομία καὶ δόλος· οὐκ ἐβουλήθη συνιέναι τοῦ ἀγαθῦναι. Ἀνομίαν διελογίσατο ἐπὶ τῆς κοίτης αὑτοῦ, παρ έστη πάσῃ ὁδῷ οὐκ ἀγαθῇ· κακίᾳ δὲ οὐ προσώχθι σεν." Λόγοις μὲν γὰρ κέχρηται τῆς ἀληθείας γε γυμνωμένοις, καὶ δόλῳ συμπεπλεγμένοις· συνιδεῖν δὲ τὸ πρέπον οὐ βούλεται, ἀλλὰ καὶ νύκτωρ πονη ρὰ τυρεύει τῷ πέλας, καὶ μεθ' ἡμέραν πληροῦν ἐπιχειρεῖ τὰ βουλεύματα. Τούτου δὲ αἴτιον, τὸ μὴ βδελύττεσθαι αὐτὸν, καὶ παντελῶς ἀποστρέφεσθαι τῆς πονηρίας τὰ εἴδη. Τὸ γὰρ, κακίᾳ οὐ προσ ώχθισεν, ἀντὶ τοῦ οὐκ ἐβδελύξατο, τέθεικεν. Καὶ γὰρ τὰ εἴδωλα ποτὲ μὲν βδελύγματα, ποτὲ δὲ προσ οχθίσματα ἡ θεία προσαγορεύει Γραφή. Τοῦτο δὲ ὁ Ἀκύλας, οὐκ ἀπέῤῥιψεν ἡρμήνευσεν· [ὁ δὲ Σύμ μαχος, οὐκ ἀπεδοκίμασεν·] ὁ δὲ Θεοδοτίων, οὐκ ἀπώσατο. ʹ, ζʹ. "Κύριε, ἐν τῷ οὐρανῷ τὸ ἔλεός σου, καὶ ἡ ἀλήθειά σου ἕως τῶν νεφελῶν. Καὶ ἡ δικαιοσύνη σου, ὡς ὄρη Θεοῦ." Ἐκεῖνοι μὲν οὖν, ὡς μηδενὸς ἐφ ορῶντος, τοιαῦτα πράττειν ἐπιχειροῦσι· σὺ δὲ, ∆έσποτα, καὶ ἔλεον ἔχεις ἀμέτρητον, καὶ ἀλήθειαν ἀστάθμητον, καὶ δικαιοσύνην ὄρεσι παραβαλλομένην μεγίστοις· χωρεῖ δέ σου καὶ μέχρι τῶν ἀνθρώπων ἡ ἀλήθεια, διὰ τῶν προφητῶν, οἷον διά τινων νεφελῶν, τὸν σωτήριον αὐτοῖς ὑετὸν χορηγοῦσα. "Τὰ κρίματά σου ἄβυσσος πολλή." Τοσαύτην δὲ ἔχων ἀλήθειαν καὶ δικαιοσύνην, τίνος ἕνεκα μακροθυμεῖς, ἀγνοῶ· τὸ τῆς ἀβύσσου ἀθεώρητον μιμεῖταί σου τὰ κρί ματα. Καθάπερ γὰρ ἐκείνης ἀνθρώποις ἀθεώρητος ὁ βυθὸς, οὕτως ἀνέφικτος τῶν σῶν κριμάτων ἡ κατα 80.1124 νόησις· "Ἀνθρώπους καὶ κτήνη σώσεις, Κύριε." Καὶ τί τούτου τὸ αἴτιον; ηʹ. "Ὡς ἐπλήθυνας τὸ ἔλεός σου, ὁ Θεός." Μέχρι γὰρ καὶ τῶν κτηνῶν ἡ σὴ διήκει φιλανθρωπία, καὶ οὐ μόνον ἀνθρώπους, ἀλλὰ καὶ τὰ διὰ τὸν ἄν θρωπον γεγενημένα τρέφεις, τοὺς ἀνθρώπους καὶ διὰ τούτων εὐεργετῶν. "Οἱ δὲ υἱοὶ τῶν ἀνθρώπων ἐν σκέπῃ τῶν πτερύγων σου ἐλπιοῦσιν." Πρόῤῥησιν ὁ λόγος ἔχει τῆς μετὰ τὴν ἐνανθρώπησιν τοῦ Σωτῆ ρος ἡμῶν γεγενημένης μεταβολῆς. Οὐ γὰρ εἶπεν ἤλπισαν, ἀλλὰ ἐλπιοῦσιν. θʹ. "Μεθυσθήσονται ἀπὸ τῆς πιότητος τοῦ οἴκου σου, καὶ χειμάῤῥους τῆς τρυφῆς σου ποτιεῖς αὐτούς." Καταφεύξεται δὲ πρὸς σὲ τῶν ἀνθρώπων ἡ φύσις, ἀναβλαστάνουσαν ἐν τῷ οἴκῳ σου τῶν ἀγαθῶν τὴν φορὰν θεωροῦσα. Αἰνίττεται δὲ διὰ τού των, οὐ μόνον τῆς θείας διδασκαλίας τὰ νάματα, ἀλλὰ καὶ τῆς μυστικῆς τροφῆς τὴν ἀπόλαυσιν· χει μάῤῥῳ δὲ τῶν τοσούτων ἀγαθῶν τὴν χορηγίαν ἀπείκασε· πρῶτον μὲν διὰ τὸ μὴ ἐξ ἀρχῆς ταύτην τοῖς ἀνθρώποις δοθῆναι· ἔπειτα μέντοι καὶ προτρέ πων πάντας ἀνθρώπους προσελθεῖν καὶ πιεῖν, ὡς τοῦ ποταμοῦ οὐκ ἀεννάου ὄντος, ἀλλὰ χειμάῤῥου, καὶ πρὸς καιρὸν φερομένου. Οἱ γὰρ κατὰ τὸν παρ όντα καιρὸν μὴ προσιόντες, μετὰ τὴν ἐντεῦθεν ἐκ δημίαν τῶν ἱερῶν ναμάτων οὐκ ἀπολαύσονται. Καὶ δεικνὺς ὡς φύσει μὲν ἀένναός ἐστι τῶν ἀγαθῶν ἡ φορὰ, χειμάῤῥους δὲ πρὸς τὰς οἰκονομίας γίνεται, εἰς καιρὸν ἐπήγαγεν· ιʹ. "Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς." Ἐνταῦθα δὲ σαφῶς ἡμῖν ἀποκαλύπτει τὸ τῆς ἁγίας