77
ὑποστατικήν, ὡς ὁ Υἱὸς πρὸς τὸν Πατέρα (ἄλλη γὰρ ὑπόστασις τοῦ Υἱοῦ καὶ ἑτέρα τοῦ Πατρός, μία δὲ φύσις δῆλον ὅτι), ἡ δὲ τὸ ἀνάπαλιν, φυσικὴν διαφορὰν ἔχουσα, ἀλλ' οὐχ ὑποστατικήν, ὡς ἡ εἰκὼν τοῦ Χριστοῦ πρὸς τὸν Χριστόν· ἄλλη μὲν γὰρ φύσις ὑλογραφίας καὶ ἕτεραι τοῦ Χριστοῦ, οὐκ ἄλλη δὲ ὑπόστασις, ἀλλὰ μία καὶ ἡ αὐτὴ τοῦ Χριστοῦ κἀν τῇ εἰκόνι γεγραμμένη, τοῦ αὐτοῦ θείου Βασιλείου πάλιν λέγοντος· ὃ οὖν ἐστιν ἐνταῦθα μιμητικῶς ἡ εἰκών, τοῦτο ἐκεῖ φυσικῶς ὁ Υἱός· καὶ ὥσπερ ἐπὶ τῶν τεχνητῶν κατὰ τὴν μορφὴν ἡ ὁμοίωσις, οὕτως ἐπὶ τῆς θείας καὶ ἀσυνθέτου φύσεως τῇ κοινωνίᾳ τῆς θεότητος ἡ ἕνωσις. Ὅρα οὖν τὸ διάφορον· ὅτι ἐπὶ τῆς φυσικῆς εἰκόνος καὶ τοῦ αἰτίου, ἤγουν τοῦ Υἱοῦ καὶ τοῦ Πατρός, ἡνίκα μία φύσις, μία καὶ προσκύνησις κατὰ τὸ ταὐτὸν τῆς φύσεως, οὐ τῆς ὑποστάσεως (ἐπειδὴ ὡς μίαν φύσιν, μίαν καὶ προσκύνησιν καὶ δοξολογίαν ὁμολογοῦμεν τῆς Ἁγίας Τριάδος, τρεῖς δὲ ὑποστάσεις, Πατρὸς καὶ Υἱοῦ καὶ Ἁγίου Πνεύματος), ἐπὶ δὲ τῆς μιμητικῆς εἰκόνος καὶ τοῦ ἀρχετύπου, ἤγουν τῆς εἰκόνος Χριστοῦ καὶ τοῦ Χριστοῦ, ἡνίκα μία ὑπόστασις Χριστοῦ, μία καὶ ἐνταῦθα προσκύνησίς ἐστι, κατὰ τὸ ταὐτὸν δῆλον ὅτι τῆς μιᾶς ὑποστάσεως, οὐ τὸ ἑτεροῖον τῶν φύσεων Χριστοῦ καὶ τῆς εἰκόνος. εἰ δὲ ὥσπερ κατὰ τὸ ταὐτὸν τῆς ὑποστάσεως οὕτω καὶ κατὰ τὸ ταὐτὸν τῆς φύσεως μίαν φαίημεν εἶναι τὴν προσκύνησιν τῆς εἰκόνος πρὸς τὸ πρωτότυπον, οὐκέτι διαφορὰν εἰκόνος καὶ εἰκονιζομένου γνωριοῦμεν, ἀλλ' ἔσται ὡς μία ὑπόστασις οὕτω καὶ μία φύσις τῆς εἰκόνος Χριστοῦ καὶ αὐτοῦ δὴ Χριστοῦ, καὶ ἐμπίπτομεν εἰς ἑλληνικὴν πολυθεΐαν, πᾶσαν ὕλην εἰς Χριστοῦ εἰκόνα χαρακτηριζομένην θεοποιοῦντες. κἀντεῦθεν ἀνοίξομεν γλῶσσαν τοῖς εἰκονομάχοις κατηγορεῖν ἡμῶν, τὸν ἕνα θεὸν ἐν τρισὶν ὑποστάσεσι προσκυνούντων, πολλοὺς θεοὺς προσκυνεῖν τε καὶ σέβειν οὐκ ἀπεικότως. εἰ δὲ μήτ' αὖ κατὰ τὸ ταὐτὸν τῆς ὑποστάσεως μήτε κατὰ τὸ ταὐτὸν τῆς φύσεως λέγοι τις εἶναι τὴν τῆς εἰκόνος πρὸς τὸ ἀρχέτυπον προσκύνησιν, δῆλον ὅτι ἔσχισε τὸ κράτος καὶ ἐμέρισε τὴν δόξαν τοῦ ἀρχετύπου ἀπὸ τῆς εἰκόνος, καὶ οὕτως προσκυνῶν τὴν εἰκόνα Χριστοῦ εἰδωλολατρεῖ φανερῶς, οὐ μίαν ἀλλὰ δύο προσκυνήσεις εἰσφέρων· ὅπερ ἀποδεικνύναι σπεύδουσιν οἱ εἰκονομάχοι, ἀναιροῦντες ἐντεῦθεν ὡς τὸ εἰκὸς Χριστὸν σαρκὶ περιγράφεσθαι, ἴσα τοῖς ἐν δοκήσει καὶ φαντασίᾳ ἐπιδεδημηκέναι θεὸν τοῖς ἐν γῇ ἀσεβεῖν ἀπελεγχόμενοι. Ἀλλ' ἐρρίφθω τὸ ἀμφοτέρων ἐπίσης ἀσεβὲς ἐν τῷ οἰκείῳ σκότει. ἡ δὲ ἀληθὴς τῶν χριστιανῶν πίστις, καθὼς προείρηται, ὡς μίαν ἐπὶ τῆς Ἁγίας Τριάδος τῇ κοινωνίᾳ τῆς θεότητος ὁμολογεῖ προσκύνησιν, οὕτω καὶ ἐπὶ τῆς εἰκόνος Χριστοῦ μίαν καὶ τὴν αὐτὴν προσκύνησιν ὁμολογεῖ κατὰ τὴν ταὐτότητα τῆς ὑποστάσεως τοῦ Χριστοῦ· ἡ αὐτὴ γάρ ἐστι προσκυνουμένη, κἂν γεγραμμένη εἴη. ἐπεὶ οὐκ ἂν εἴη εἰκών, εἰ μεσολαβεῖται καὶ διασχίζεται τῇ τιμῇ ἀπὸ τοῦ πρωτοτύπου, ἀλλ' ἰδιοϋπόστατόν τι πρᾶγμα τυγχάνει. καὶ οὕτω λοιπὸν κἀν τῇ τῆς εἰκόνος τοῦ Χριστοῦ προσκυνήσει μία ἡ προσκύνησις καὶ δοξολογία τῆς πολυυμνήτου καὶ μακαρίας Τριάδος. ∆όξειε δ' ἄν τις κἀκεῖνο λέγειν· "4οὐκοῦν, ἐπειδὴ ἡ προσκύνησις λατρεία, συλλατρεύεσθαι συμβαίνει τὴν εἰκόνα Χριστοῦ τῇ Ἁγίᾳ Τριάδι"5. ἀλλ' ἔοικεν ὁ τοιοῦτος μὴ εἰδὼς διαφορὰν προσκυνήσεως· ἐπεὶ προσκυνοῦμεν ἁγίοις, ἀλλ' οὐ λατρεύομεν αὐτοῖς, καὶ ἄρχουσι κατὰ νόμον θεοῦ, ἀλλ' οὐδ' αὐτοῖς λατρεύομεν. ἔπειτα μανθανέτω αὖθις ὅτι οὐ τῆς οὐσίας τῆς εἰκόνος ἐστὶ προσκύνησις (τοῦτο γὰρ ἔκτοπον καὶ τῶν λατρευόντων τῇ κτίσει παρὰ τὸν κτίσαντα ἔργον), ἀλλὰ τοῦ ἐν τῇ εἰκόνι προσκυνουμένου Χριστοῦ, ἀκοινωνήτου μενούσης παντάπασι τῆς εἰκονικῆς ὕλης πρὸς τὸν προσκυνούμενον ἐν αὐτῇ Χριστὸν τῷ ὁμοιώματι· ὅπερ ἐστὶν ἴδιον τῆς ὑποστάσεως Χριστοῦ, κεχωρισμένον τῆς ὕλης, κἂν ἐν αὐτῇ ὁρᾶται. καί μοι δοκεῖ τῷ ἐν κατόπτρῳ παραδείγματι ἐοικέναι· κἀκεῖ γὰρ οἱονεὶ διαγράφεται τοῦ ὁρῶντος τὸ πρόσωπον καὶ μένει ἔξω τῆς ὕλης τὸ ὁμοίωμα. κἂν δόξειεν ἀσπάσασθαι τὴν ἑαυτοῦ