1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

77

προσθήκην τοῦ τρισαγίου ὑποβάλλειν· ὥστε τὰ πλήθη ἀγανακτοῦντα ἐξελθεῖν κατὰ τὴν ἡμέραν τῆς λιτῆς γινομένης ἐν τῷ Τρικόγχῳ διὰ τὴν κόνιν· ἡνίκα καὶ Τιμόθεος δι' ἐγγράφου ὑπομνηστικοῦ πάσαις ταῖς ἐκκλησίαις τῆς πόλεως προσέταξε τὸ τρισάγιον ἐν ταῖς λιταῖς μετὰ τῆς προσθήκης εἰπεῖν. ὅπερ πολλοὶ φοβούμενοι ἐποίησαν. οἱ δὲ μοναχοὶ ἄλλον ψαλμὸν ἦλθον ψάλλοντες. τούτους δὲ ἰδὼν ὁ λαὸς ἔκραζεν· "καλῶς ἦλθον οἱ ὀρθόδοξοι." στάσις τε πολλὴ γέγονε καὶ ἐμπρησμὸς οἴκων πολλῶν καὶ φόνοι μυρίοι, τοῦ ὄχλου καταβοῶντος Ἀναστασίου, καὶ ἄλλον βασιλέα αἰτούντων, Βιταλιανὸν δὲ πάντων εὐφημούντων ὡς αὐτοκράτορα· ὥστε φυγεῖν Ἀναστάσιον καὶ κρυβῆναι ἐν προαστείῳ ἐγγὺς Βλαχερνῶν, ὑπ' αὐτῆς δὲ Ἀρεάδνης ὑβρισθῆναι ὡς πολλῶν κακῶν αἴτιον Χριστιανοῖς. Ἀλαμουνδάρῳ δέ, τῷ φυλάρχῳ τῶν Σαρακηνῶν, βαπτισθέντι Σευῆρος ὁ δυσσεβὴς δύο ἐπισκόπους ἔπεμψε τῆς λώβης αὐτοῦ μεταδοῦναι αὐτῷ. θεοῦ δὲ προνοίᾳ ὑπὸ τῶν ὀρθοδόξων ὁ ἀνὴρ ἐβαπτίσθη τῶν δεχομένων τὴν σύνοδον. τῶν δὲ ἐπισκόπων Σευήρου διαστρέφειν τὸν φύλαρχον τοῦ ἀληθοῦς δόγματος σπευδόντων, θαυμαστῶς αὐτοὺς ἤλεγξεν Ἀλαμούνδαρος δραματουργίᾳ τοιαύτῃ. ἔφη γὰρ πρὸς αὐτούς· "γράμματα," φησίν, "ἐδεξάμην σήμερον σημαίνοντά μοι ὅτι Μιχαὴλ ὁ ἀρχάγγελος τέθνηκεν." τῶν δὲ εἰπόντων ἀδύνατον εἶναι τοῦτο, ἔφη ὁ φύλαρχος· "καὶ πῶς θεὸς γυμνὸς ἐσταυρώθη καθ' ὑμᾶς, εἰ μὴ δύο φύσεων ἦν ὁ Χριστός, εἴπερ μηδὲ ἄγγελος ἀποθνήσκει; καὶ οὕτω μετ' αἰσχύνης ἀνεχώρησαν 160 οἱ τοῦ Σευήρου ἐπίσκοποι. Κουάδης δέ τινας τῶν ἐν Περσίδι Χριστιανῶν ἠγκυλοκόπησεν, οἳ μετὰ ταῦτα περιεπάτησαν. Κόσμου ἔτη ϛϛʹ. Τῆς θείας σαρκώσεως ἔτη φϛʹ. Ῥωμαίων βασιλεὺς Ἀναστάσιος ἔτη κζʹ. κγʹ. Περσῶν βασιλεὺς Καβάδης ἔτη λʹ. ιθʹ. Ῥώμης ἐπίσκοπος Ὁρμίσδας ἔτη ιʹ. αʹ. Κωνσταντ. ἐπίσκοπος Τιμόθεος ἔτη ϛʹ. βʹ. Ἱεροσολύμων ἐπίσκοπος Ἡλίας ἔτη κγʹ. γʹ. Ἀλεξανδρείας ἐπίσκοπος Ἰωάννης ἔτη ιαʹ. ηʹ. Ἀντιοχείας ἐπίσκοπος Σευῆρος ἔτη ζʹ. βʹ. Τούτῳ τῷ ἔτει Βιταλιανὸς παραλαβὼν πᾶσαν τὴν Θρᾴκην καὶ Σκυθίαν καὶ Μυσίαν, ἔχων μεθ' ἑαυτοῦ πλῆθος Οὔννων καὶ Βουλγάρων παρέλαβε τὴν Ἀγχίαλον καὶ τὴν Ὀδυσσόπολιν, πιάσας καὶ Κύριλλον, τὸν στρατηλάτην Θρᾴκης, καὶ ἦλθε πραιδεύων ἕως τοῦ Βυζαντίου. φειδόμενος δὲ τῆς πόλεως ἐν τῷ Σωσθενίῳ ἐστρατοπέδευσεν. Ἀναστάσιος δὲ ἀπογνοὺς πέμπει τινὰς τῆς συγκλήτου παρακαλῶν εἰρηνεῦσαι αὐτὸν καὶ ὀμόσαι σὺν τῇ συγκλήτῳ, τούς τε ἐξορισθέντας ἐπισκόπους ἀνακαλεῖσθαι ..... ἐν Ἡρακλείᾳ τῆς Θρᾴκης. ὁ δὲ Βιταλιανὸς προσέθηκεν, ἵνα καὶ οἱ πρίγκιπες ἑκάστης σχολῆς τοῦτο ὀμόσωσιν, καὶ Μακεδόνιος καὶ Φλαβιανὸς οἱ ἀδίκως ἐκβληθέντες ἀπολάβωσι τοὺς ἰδίους θρόνους, ὁμοίως καὶ πάντες οἱ λοιποὶ ἐπίσκοποι, καὶ οὕτω κροτηθῇ ἡ σύνοδος, ἐρχομένου καὶ τοῦ Ῥώμης καὶ πάντων τῶν ἐπισκόπων, καὶ κοινῇ κρίσει δοκιμασθῇ τὰ κατὰ τῶν ὀρθοδόξων τολμηθέντα. τοῦ δὲ βασιλέως καὶ τῆς συγκλήτου καὶ τῶν λοιπῶν ἀρχόντων τε καὶ λαῶν ὀμοσάντων καὶ βεβαιωσάντων ταῦτα οὕτω γίνεσθαι, εἰρήνη γέγονεν· καὶ ἐπανέζευξεν ἐπὶ τὰ ἴδια. Σεκουνδῖνος δὲ ὁ πατρίκιος, γαμβρὸς Ἀναστασίου ἐπ' ἀδελφῇ, πατὴρ δὲ Ὑπατίου, εἰς τοὺς πόδας Βιταλιανοῦ προσπεσὼν πολλοῖς δάκρυσιν Ὑπάτιον τὸν ἴδιον υἱὸν ἐκ τῶν ἐν Μυσίᾳ δεσμῶν ζῶντα ἀπέλαβεν. Ὁρμίσδας δέ, ὁ ἐπίσκοπος Ῥώμης, ὀχλούμενος ὑπὸ Θευδερίχου χαριζομένου 161 Βιταλιανῷ Ἐννόδιον τὸν ἐπίσκοπον ἔπεμψε καὶ Βιταλιανὸν ἀρχιδιάκονον εἰς τὸ κροτηθῆναι τὴν ἐν Ἡρακλείᾳ σύνοδον. ἦλθον δὲ ἐπίσκοποι ὡς διακόσιοι ἐκ διαφόρων τόπων· οἵ τινες ἐμπαιχθέντες ὑπὸ τοῦ παρανόμου βασιλέως καὶ Τιμοθέου ἐπισκόπου Κωνσταντινουπόλεως ἀνεχώρησαν ἄπρακτοι. ὁ γὰρ ἀσεβὴς βασιλεὺς παραβὰς τὰς συνθήκας λάθρα ἐδήλωσε τῷ πάπᾳ Ῥώμης μὴ παραγενέσθαι. τῷ γὰρ Βιταλιανῷ σάκραν ἦν πέμψας τοῦ πέμψαι αὐτὴν εἰς Ῥώμην πρὸς τὸ παραγενέσθαι τὸν πάπαν ἐπὶ τὸ κροτηθῆναι τὴν σύνοδον ἐν Ἡρακλείᾳ. πᾶς δὲ ὁ λαὸς καὶ ἡ σύγκλητος παρρησίᾳ ἐλοιδόρουν Ἀναστάσιον ὡς