78
πορευομένῳ ῥᾳδίως εἶναι βατὴ καὶ εὐεπίδρομος, ὡς εἴ γέ τις ἐπιστὰς τῇ ἀκρωνυχίᾳ διακωλύοι τοὺς ἐπιόντας, μήποτε διαβήσεσθαι πολεμίους, μηδὲ εἰ πλῆθος εἶεν ἀνάριθμον, μηδὲ εἰ κοῦφοι ἅπαντες καὶ εὐσταλεῖς, ὁποίους φασὶ τοὺς Ἰσαύρους. τούτῳ δὴ οὖν τῷ χώρῳ πίσυνοι ἐς ἀπόνοιαν ἐτράποντο βιαιοτάτην. 3 ἀλλ' οἱ Ῥωμαῖοι, τοῦ μιάσματος ἀπηγγελμένου, ἐν ὀργῇ ἐποιήσαντο τὸ γεγενημένον. καὶ δὴ τῶν βαρβάρων μελλόντων καὶ οὔπω φρουρὰν τῷ λόφῳ ἐγκαταστησάντων, προτερήσαντες κρατοῦσι τῆς ἄκρας ῥαχίας καὶ οὐδενὸς εἴργοντος ὑπερβάντες ἐς τὰ ἱππάσιμα τῆς χώρας ἅπαντες καὶ ἀναπεπταμένα παρῆλθον πεδία. 4 οἱ δὲ Μισιμιανοὶ ἐπειδὴ τῆσδε διήμαρτον τῆς ἐλπίδος, αὐτίκα τὰ πλεῖστά γε καὶ περιττὰ τῶν σφετέρων φρουρίων ἐμπρήσαντες, ὡς οὐχ οἷόν τε ὂν ἅπασιν ἀρκέσαι, ἐς ἕν τι μόνον, ὅπερ ὀχυρώτατον αὐτοῖς ἐδόκει, ἅπαντες ξυνελέγοντο. τοῦτο δὲ Τζάχαρ μὲν ἐκ παλαιοῦ ὀνομάζεται, Σιδηροῦν δὲ αὐτὸ διὰ τὸ στερρόν τε καὶ ἀνάλωτον ἐπίκλην ἀποκαλοῦσιν. 5 ὀλίγοις δέ τισι τῶν Ῥωμαίων καὶ οὐ πλέον ἢ τεσσαράκοντα ἱππεῦσι ξυνηθροισμένοις 143 (ἦσαν δὲ οὐ τῶν πολλῶν, ἀλλ' ἔξοχοι ἐς τὰ μάλιστα καὶ τάγμασιν ἐφε στηκότες), τούτοις δὴ οὖν ἀποκριδὸν τοῦ ἄλλου ὁμίλου πορευομένοις ἐπιφοιτῶσιν ἄνδρες τῶν Μισιμιανῶν ἐς ἑξακοσίους, πεζοὶ ἅμα καὶ ἱππό ται, οἰόμενοι ἅπαντας τῷ πλήθει ξυλλαβόντες ῥᾳδίως διαχειριεῖσθαι. 6 οἱ δὲ τῇ τῶν πολέμων ἐμπειρίᾳ ἐς γεώλοφόν τι ἀναδραμόντες ἀρετῆς ἐπεδείκνυντο ἔργα. καὶ ἦν ἐπὶ πολὺ ἡ μάχη καρτερὰ καὶ ἀμφίβολος, τῶν μὲν κύκλωσίν τινα ποιήσασθαι πειρωμένων, τῶν δὲ Ῥωμαίων νῦν μὲν ἀθρόον ἐπεισπηδώντων, ὡς καὶ διασπᾶν καὶ ἀναταράττειν ἅπασαν τὴν φάλαγγα τῶν πολεμίων, νῦν δὲ αὖθις ἀναθεόντων καὶ ἐν τῷ ἀσφαλεῖ γιγνομένων. 7 ἐν τούτῳ δὲ τῆς ἄλλης στρατιᾶς ἄνωθεν ἐξ ὑπερτέρου τινὸς ὄρους ἐπιφανείσης ἐνέδραν εἶναι καὶ δόλον οἱ βάρβαροι τὸ χρῆμα ὑποτοπήσαντες εὐθὺς ἔφευγον προτροπάδην. ἀλλ' ὁ τῶν Ῥωμαίων στρατός (ἐτύγχανον γὰρ ἤδη ἅπαντες ἀλλήλοις ἀναμεμιγμένοι) ἐνέ κειντο μάλα διώκοντες, ἕως τοὺς πλείστους ἀπέκτειναν, ὡς μόνους ἐκ τοσούτων ὀγδοήκοντα ἄνδρας ἐς τὸ Σιδηροῦν ἐκεῖνο φρούριον ἀποσω θῆναι. 8 εἰ μὲν οὖν αὐτίκα ὅπως εἶχον ὁρμῆς οἱ Ῥωμαῖοι ἐπῆλθον τῷ ἐρύματι, καταπεπληγμένων τῶν βαρβάρων τοῖς ξυνενεχθεῖσιν, πάντως ἄν, οἶμαι, αὐτοβοεί γε ἅπαντας εἷλον καὶ αὐθημερὸν ὁ πόλεμος ἐτελεύτα. 9 νῦν δὲ τῷ μὴ παρεῖναι αὐτοῖς στρατηγὸν τῶν ὀνομαστο τάτων, δυνάμει τε καὶ φρονήματι προὔχοντα, ἴσους δὲ σχεδόν τι ἅπαντας καθεστάναι, ὡς καὶ ἀντεγκαλεῖν ἀλλήλοις τυχὸν καὶ ἀντιπαρακελεύεσθαι καὶ ὁποῖα ἄττα τις φήσειεν, τοιάδε καὶ ἐπαΐειν, ἀτελῆ καὶ οὐ λίαν ἀξιέ παινα ὑπῆρχε τὰ ἐγχειρήματα. 10 ἐς γὰρ διάφορόν τινα γνώμην μεμερισμένοι καὶ τοὺς μὲν τοῦτο, τοὺς δὲ ἄλλο τι ἀρέσκον, ἐπράσσετο μὲν οὐδὲ ὁπότερον τῶν βεβουλευμένων· ἕκαστος δὲ χαλεπαίνων, ὅτι μὴ τὸ οἰκεῖον ἐνίκα, ἐκμελῶς πως καὶ ἀταλαιπώρως προσῄει τοῖς ἔργοις καὶ μᾶλλον ἥδετο τοῖς ἀποτεύγμασιν, ὡς ἂν ἔχοι μεγαλαυχεῖν ὕστερον καὶ παρρησιάζεσθαι πρὸς τοὺς πέλας καὶ τοῦ ἐνδεοῦς αἰτίαν οὐκ ἄλλο τι ἀποφαίνεσθαι ἢ τὸ μὴ τά οἱ δόξαντα διαπραχθῆναι. 17. Ἐν τούτοις δὴ οὖν ὄντες πόρρω που τῶν πολεμίων ἢ ὡς ἐν πολιορκίᾳ ἐστρατοπεδεύσαντο· καὶ πρός γε οὐδὲ ἀμφὶ τὸ περίορθρον γοῦν ἰόντες τὰς προσβολὰς ἐν δέοντι ἐποιοῦντο, ἀλλὰ ὄκνῳ εἴκοντες καὶ ῥᾳθυμίᾳ ὁδοῦ πάρεργα ἡγοῦντο τὰ σπουδαῖα καὶ ἐπικαιρότατα, 144 κατόπιν μὲν τοῦ προσήκοντος καιροῦ ἐπιφοιτῶντες τοῖς ἐναντίοις, πρωϊαίτερον δὲ ἐπανερχόμενοι. 2 ταῦτα δὲ μαθὼν ὁ Μαρτῖνος ἐκπέμπει ὡς τάχιστα ἐπ' αὐτοὺς ἄρξοντά τε ἁπάντων καὶ ἡγησόμενον ἄνδρα Καππαδόκην μὲν τὸ γένος, ἀξιώματι δὲ στρατηγικῷ ἐκ πλείστου τετι μημένον, ᾧ δὴ ὄνομα ἦν Ἰωάννης, ∆ακνᾶν δὲ αὐτὸν προσεπωνόμαζον. 3 ἔσταλτο δὲ ἐς Κόλχους οὐ πολλῷ ἔμπροσθεν ἐκ βασιλέως, τὸ Ῥουστί κου ἔχων ἐπίταγμα, ἐφ' ᾧ