1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

78

τραπέντες καὶ μισθαρνήσαντες. καὶ οὖν ἡ προτέρα μάχη κατὰ Περσῶν αὐτοῖς ἐπολεμήθη, ὅτε πολλοὺς τῶν ∆ιλιμνιτῶν ἐπελθόντας σφίσι κατέκτειναν ἐν τῇ νυκτομαχίᾳ, ὥς μοι ἕκαστα προ δεδιήγηται. 9 ἐκείνου δὲ τοῦ ἔργου πέρας λαβόντος ἀφίεντο μὲν ὑπὸ Ῥωμαίων τὰ ξυγκείμενα κομισάμενοι, πάλιν δὲ τοῖς ὀλίγῳ ἔμπροσθεν πολεμιωτάτοις ξυνείποντο, τυχὸν μὲν οἱ αὐτοί, τυχὸν δὲ ἕτεροι, Σάβειροι δὲ ὅμως ὄντες καὶ ἐκ τοῦ σφετέρου ἔθνους ἐς τὴν ξυμμαχίαν ἀπεσταλμένοι.

14. Τούτων δὴ οὖν τῶν Σαβείρων ἄνδρες ἐς πεντακοσίους ἐν ὑπαίθρῳ τινὶ περιαυλίσματι πόρρω που τῶν ἄλλων στρατευμάτων ἐτύγχανον ἐσκηνημένοι. ὃ δὴ Μαξεντίῳ τε καὶ Θεοδώρῳ σαφέστατα ἐγνωσμένον καὶ ὅτι ἄνοπλον οὕτω πως καὶ ἀνειμένην τινὰ δίαιταν ἄγοντες διατε 140 λοῦσιν, ἤλαυνον εὐθὺς ἐπ' αὐτοὺς τριακοσίους ἐπαγόμενοι ἱππότας. 2 περιστάντες δὲ κύκλῳ τὸ ἕρκος (ἦν γὰρ οὐ λίαν ἐς ὕψος ἀνέχον, ἀλλ' ἐς ὅσον ἱππότου ἀνδρὸς ἔκτοθεν ἐφεστηκότος τὸ πρόσωπον ὑπερφαίνε σθαι), τούτῳ δὴ οὖν πελάσαντες ἔβαλλον πάντοθεν τοὺς βαρβάρους ἀκοντίοις τε καὶ λίθοις καὶ τοξεύμασι καὶ παντὶ τῷ προστυχόντι. 3 οἱ δὲ οὖν πλείους εἶναι τοὺς ἐπελθόντας ἢ κατὰ τὸ ἀτρεκὲς ὑποτοπή σαντες, ἅμα δὲ καὶ τῷ ἀδοκήτῳ καταπεπληγμένοι, ἀμύνεσθαι μὲν ἥκιστα διενοοῦντο, φεύγειν δὲ αὐτοῖς οὐ μάλα ἐξῆν τῷ θριγκῷ περιεχομένοις. οἱ μὲν οὖν ἄλλοι ἅπαντες χύδην αὐτοῦ διεφθάρησαν, μόνοι δὲ τεσσαράκοντα ἄνδρες παραλόγως διαλαθόντες καὶ ἐπὶ τοὺς τοίχους ἀναρριχώμενοι, εἶτα ἐπὶ θάτερα διεκπεσόντες, ὑπὸ τὸ λάσιον τῆς ἐχο μένης ἐκρύπτοντο ὕλης. πλὴν ἀλλὰ καὶ τούτους οἱ Ῥωμαῖοι ἀνιχνεύειν ἐπειρῶντο. 4 τούτων δὲ τοῖς Πέρσαις ἀπηγγελμένων αὐτίκα οἵ γε ἴλας ἱππέων στέλλουσιν ἐπ' αὐτοὺς ἐς δισμυρίους ἄνδρας συντεταγμένας. οἱ δὲ Ῥωμαῖοι εἴξαντες τῷ πλήθει καὶ ὥσπερ ἀρκούμενοι τῷ γεγενημένῳ ἀπεχώρουν δρομαῖοι καὶ αὖθις ἐς τὸ πρότερον φρούριον ἐσδραμόντες ἐν τῷ ἀσφαλεῖ καθίσταντο, τῷ μὲν πραχθέντι μεγαλαυχοῦντες, ἀνιώ μενοι δὲ μόνον ἐπὶ Μαξεντίῳ. 5 ἐτύγχανε γὰρ τῶν ἀνὰ τὴν ὕλην διαδύντων βαρβάρων ὑπό του βιαιότατα τετρωμένος, ὡς καὶ φοράδην ἀχθεὶς ἐπὶ κλίνης κρεῖττον ἁπάσης ἐλπίδος ἀποσωθῆναι. ἐπειδὴ γὰρ ἐβέβλητο, αὐτίκα οἱ ὀπαδοὶ ἀράμενοι αὐτὸν ᾤχοντο μετὰ τάχους, πρὶν ἅπαντας ἐπελθεῖν τοὺς πολεμίους. ὡς δὲ ἧκον καὶ ἐπεφέροντο, τότε δὴ οἱ ἄλλοι Ῥωμαῖοι ἐφ' ἑτέραν τινὰ φεύγοντες πορείαν καὶ κατὰ σφῶν τοὺς διώκοντας ἐπισπώμενοι χώραν παρέσχον ἐκείνῳ ἐν τῷ ἐρύματι σχολαίτερον ἀποκομισθῆναι.

15. Ἐν τούτῳ δὲ Ἰουστῖνος ὁ Γερμανοῦ ἕνα τῶν ἀμφ' αὐτὸν ταξιάρχων, ἄνδρα Οὗννον τὸ γένος, Ἐλμινζοὺρ ὄνομα, ἔστειλεν ἐκ τῆς Νήσου ἐς τὴν Ῥοδόπολιν ἅμα δισχιλίοις ἱππόταις. ἥδε δὲ ἡ Ῥοδόπολίςἐστι μὲν πόλισμα Κολχικόν, ὑπὸ Περσῶν δὲ ὅμως ἐν τῷ τότε κατείχετο, ἑλόντος αὐτὴν πολλῷ ἔμπροσθεν χρόνῳ τοῦ Μερμερόου καὶ φρουρὰν Περσικὴν ἐγκαταστήσαντος. ταῦτα δὲ ὁποῖόν τινα κατείργαστο τρόπον, οὔ μοι εἰρήσεται, ὡς δὴ Προκοπίῳ τῷ ῥήτορι σαφῶς ἀναγεγραμμένα. 2 ἐνταῦθα δὴ οὖν τῷ Ἐλμινζοὺρ ἀφιγμένῳ αἰσία τις ξυνελάβετο τύχη. 141 ἐτύγχανον γὰρ οἵ τε τῶν Περσῶν φρουροί, οὕτω ξυνενεχθέν, ἐκτός που τοῦ ἄστεος διατρίβοντες καὶ τὸ πλῆθος τῶν οἰκητόρων ἄλλος ἄλλοθι διεσκεδασμένοι. 3 τοιγάρτοι ἀκονιτὶ παρελθὼν εἴσω καὶ τὴν πόλιν παραστησάμενος, ὁ δὲ καὶ τὴν περιοικίδα κατέδραμεν· καὶ ὅσην μὲν Περ σικὴν εὗρεν ἀπόμοιραν, τούτους δὲ πανωλεθρίᾳ διέφθειρε, τὸ δὲ ἰθαγενὲς ἅπαν καὶ ἐπιχώριον, ἐπειδὴ αὐτοὺς διέγνω τῷ ὀθνείῳ δέει μᾶλλον ἢ τῇ σφῶν ἀπιστίᾳ μηδίσαντας, ἐνοικεῖν αὖθις τῇ οἰκείᾳ ἐφῆκε πατρίδι, ὁμήρους τε λαβὼν ἐς τὸ πιστότερον καὶ ἕκαστα ἐν δέοντι κρατυνάμενος. οὕτω τε αὖθις ἡ Ῥοδόπολις ἐς τὰ πρότερα ἐπανῆκτο, στέργουσά τε τὰ πάτρια νόμιμα καὶ βασιλεῖ τῷ Ῥωμαίων ὑποκλινομένη. 4 τούτου μὲν οὖν τοῦ θέρους