ἀληθινόν, μυσάξεται, εὖ οἶδ' ἐγώ. Οὐ γὰρ τὴν εἰκόνα τοῦ θεοῦ κατοικοῦσαν ἔνδον εὑρήσει τὴν ἀξιόλογον, πόρνη δὲ ἀντ' αὐτῆς καὶ μοιχαλὶς τῆς ψυχῆς κατείληφε τὸ ἄδυτον, τό τε ἀληθινὸν θηρίον ἐλεγχθήσεται ψιμυθίῳ πίθηκος ἐντετριμμένος, καὶ ὁ παλίμβολος ὄφις ἐκεῖνος διαβιβρώσκων τὸ νοερὸν τῆς ἀνθρώπου διὰ τῆς φιλοδοξίας χηραμὸν ἔχει τὴν 3.2.5.4 ψυχήν· πάντα φαρμάκων ὀλεθρίων ἐμπλήσας καὶ τὸν ἑαυτοῦ τῆς πλάνης ἐνερευξάμενος ἰὸν μετεσκεύασεν τὰς γυναῖκας εἰς πόρνας ὁ προαγωγὸς οὗτος δράκων-οὐ γὰρ γυναικός, ἀλλ' ἑταίρας τὸ φιλόκοσμον-· αἳ τῆς παρὰ μὲν τοῖς ἀνδράσιν οἰκουρίας ὀλίγα φροντίζουσιν, λύσασαι δὲ τἀνδρὸς τὸ βαλλάντιον ἐκτρέπουσι τὰς χορηγίας εἰς ἐπιθυμίας, ὡς πολλοὺς ἔχοιεν τοῦ καλαὶ δοκεῖν εἶναι μάρτυρας, καὶ τὴν πᾶσαν ἡμέραν κομμωτικῇ προσκαθεζόμεναι ἀργυρωνήτοις σχολάζουσιν ἀνδραπόδοις. 3.2.6.1 Καθάπερ οὖν ὄψον πονηρὸν ἡδύνουσι τὴν σάρκα καὶ τὴν μὲν ἡμέραν κομμωτικῇ προστετήκασι θαλαμευόμεναι, μὴ ἐλεγχθῶσιν ξανθιζόμεναι, ἑσπέρας δὲ καθάπερ ἐκ φωλεοῦ πρὸς τὸν λύχνον τὸ νόθον τοῦτο προσέρπει κάλλος· συνεργεῖ γὰρ καὶ ἡ μέθη καὶ τὸ ἀμυδρὸν τοῦ φωτὸς πρὸς τὴν 3.2.6.2 ἐπίθεσιν αὐτῶν. Καὶ τὴν μὲν ξανθίζουσαν τοὺς πλοκάμους ὁ κωμικὸς Μένανδρος εἴργει τῆς οἰκίας· Νῦν δ' ἕρπε ἀπ' οἴκων τῶνδε· τὴν γυναῖκα γὰρ τὴν σώφρονα οὐ δεῖ τὰς τρίχας ξανθὰς ποιεῖν, ἀλλ' οὐδὲ τὰς παρειὰς φυκοῦν οὐδὲ τοὺς ὀφθαλμοὺς 3.2.6.3 ὑπογράφεσθαι. Λελήθασι δὲ σφᾶς αἱ κακοδαίμονες τὸ οἰκεῖον ἀπολλύουσαι κάλλος τοῦ ὀθνείου τῇ ἐπεισαγωγῇ· ἅμα γοῦν ἡμέρᾳ σπαρασσόμεναι καὶ ἀποτριβόμεναι καὶ φυράμασί τισι καταπλαττόμεναι τρύχουσι μὲν τὸν χρῶτα, θρύπτουσι δὲ τὴν σάρκα τοῖς φαρμάκοις καὶ τῇ 3.2.6.4 περιεργίᾳ τῶν ῥυμμάτων τὸ οἰκεῖον μαραίνουσιν ἄνθος. ∆ιὰ τοῦτό τοι ὠχραὶ μὲν ἐκ καταπλασμάτων καταφαίνονται, εὐάλωτοι δὲ ὑπὸ νόσων γίνονται τακερὰν ἤδη τὴν σάρκα, φαρμάκοις τὴν ἐσκιαγραφημένην, ἔχουσαι, τῶν ἀνθρώπων τὸν δημιουργὸν ἀτιμάζουσαι, ὡς οὐ κατ' ἀξίαν δεδωρημένον τὸ κάλλος. Εἰκότως ἀργαὶ πρὸς οἰκουρίας γίνονται, καθάπερ ἐζωγραφημέναι, καθεζόμεναι εἰς θέαν, οὐκ εἰς 3.2.7.1 οἰκουρίαν γεγενημέναι. ∆ιὰ τοῦτό τοι ἡ παρὰ τῷ κωμικῷ ἐπιλογιστικὴ γυνὴ λέγει· Τί δ' ἂν γυναῖκες φρόνιμον ἐργασαίμεθα ἢ λαμπρόν, αἳ καθήμεθ' ἐξανθισμέναι, τῶν ἐλευθέρων γυναικῶν λυμαινόμεναι τὸν χαρακτῆρα, οἴκων ἀνατροπὰς καὶ γάμων ἐκτροπὰς καὶ παίδων ὑποβολὰς 3.2.7.2 περιποιούμεναι; Τοῦτο αὐτὸ γάρ τοι καὶ Ἀντιφάνης ὁ κωμικὸς ἐν Μαλθακῇ τὸ ἑταιρικὸν τῶν γυναικῶν ἐπισκώπτει τὰ κοινὰ πάσαις ῥήματα εἰς τὴν κατατριβὴν ἐξηυρημένα λέγων· Ἔρχεται, μετέρχεται αὖ, προσέρχεται αὖ, μετέρχεται, ἥκει, πάρεστι, ῥύπτεται, προσέρχεται, σμῆται, κτενίζεται, ἐμβέβηκε, τρίβεται, λοῦται, σκοπεῖται, στέλλεται, μυρίζεται, κοσμεῖται, ἀλείφεται· † ἂν δ' ἔχοι τι, ἀπάγχεται. 3.2.7.3 Τρὶς γάρ, οὐχ ἅπαξ ἀπολωλέναι δίκαιαι κροκοδείλων ἀποπάτοις χρώμεναι καὶ σηπεδόνων ἀφροῖς ἐγχριόμεναι, καὶ ταῖς ὀφρύσι τὴν ἀσβόλην ἀναματτόμεναι καὶ ψιμυθίῳ 3.2.8.1 τὰς παρειὰς ἐντριβόμεναι. Αἱ τοίνυν καὶ τοῖς ἐθνικοῖς προσκορεῖς ποιηταῖς διὰ τὸν τρόπον πῶς οὐκ ἂν ἀπόβλητοι τῇ ἀληθείᾳ γένοιντο; ἕτερος γοῦν κωμικὸς ἐλέγχων αὐτὰς Ἄλεξις· καὶ γὰρ καὶ τούτου παραθήσομαι τὴν λέξιν δυσωποῦσαν τῷ περιέργῳ τῆς ἑρμηνείας τὸ ἀδιάτρεπτον τῆς ἀναισχυντίας· οὐ γὰρ εἰς τοσοῦτον περίεργος ἦν· ἐγὼ δὲ αἰσχύνομαι κωμῳδουμένης ἐς τοσοῦτον τῆς γυναικωνίτιδος, ἣ βοηθὸς γενομένη εἶτα μέντοι προσαπολλύει καὶ τὸν ἄνδρα. 3.2.8.2 Πρῶτα μὲν γὰρ ἐς τὸ κέρδος καὶ τὸ συλᾶν τοὺς πέλας πάντα τὰ ἄλλα ἔργα αὐταῖς πάρεργα γίγνεται. Τυγχάνει μικρά τις οὖσα· φελλὸς ἐν ταῖς βαυκίσιν ἐγκεκάττυται. Μακρά τις· διάβαθρον λεπτὸν φορεῖ τήν τε κεφαλὴν ἐπὶ τὸν ὦμον καταβαλοῦσα ἐξέρχεται· τοῦτο τοῦ μήκους ἀφεῖλεν. Οὐκ ἔχει τις ἰσχία· ὑπενέδυσ' ἐρραμμένα αὐτήν,