78
μοσιν δοῦλον ἐκδση (ὡς τάχιον εἶπον), ὁ δαίμων τὴν κατ' αὐτοῦ ἐξουσίαν οὐκ ἔχει. ἕνα οὖν θεὸν σέβειν ἑλόμενοι καὶ «τραπέζης δαιμόνων» ἀπο- σχόμενοι καὶ σωφροσύνην μετὰ φιλανθρωπίας καὶ δικαιοσύνης ἀναδεξάμενοι καὶ τρισμακαρίᾳ ἐπονομασίᾳ εἰς ἄφεσιν ἁμαρτιῶν βαπτισάμενοι τῷ ὅσον δύνασθε ἐπὶ τὸ τέλειον τῆς ἁγνείας ἑαυτοὺς ἐπιδιδόναι δύνασθε κολάσεως ἀιδίου ·υσθέντες αἰωνίων ἀγαθῶν κληρονόμοι καταστῆναι. ταῦτα εἰπὼν τοῖς ὑπὸ παθῶν ὀχλουμένοις προσιέναι ἐκέλευσεν, καὶ οὕτως πολλοὶ πείρᾳ τῶν ἐχθὲς θεραπευθέντων συνεληλυθότες προσῄεσαν· ὁ δὲ τὰς χεῖρας αὐτοῖς ἐπιθεὶς καὶ εὐξάμενος, ἐξαυτῆς ἰασάμενος, ἐντειλάμενος αὐτοῖς καὶ τοῖς ἄλλοις ὀρθρίτερον συνεδρεύειν, αὐτὸς λουσάμενος καὶ τρο- φῆς μεταλαβὼν ὕπνωσεν.