78
Θεῷ πάντας τοὺς τοιούτους. Oἱ γὰρ παρὰ τοιούτων δεχόμενοι καὶ τρέφοντες χήρας καὶ ὀρφανοὺς ὑπεύθυνοι τῷ κριτηρίῳ τοῦ Θεοῦ γενήσονται, ὥσπερ καὶ Ἀδωνίας ὁ ἐν ταῖς Βασιλείοις προφήτης παρακούσας Θεοῦ καὶ φαγὼν ἄρτον καὶ πιὼν ὕδωρ ἐν τῷ τόπῳ ᾧ ἀπεῖπεν αὐτῷ ὁ Κύριος διὰ τὴν τοῦ Ἱεροβοὰμ ἀσέβειαν, καὶ ὑπὸ λέοντος ἀναιρεθείς. Ὁ γὰρ ἐκ κόπου διακονούμενος ἄρτος χήραις γνησίως δίκαιος μᾶλλον, κἂν ᾖ βραχὺς καὶ ὀλίγος, ἢ ὁ ἐκ συκοφαντίας καὶ ἐξ ἀδικίας, κἂν ᾖ πολὺς καὶ ἐξησκημένος· λέγει γὰρ ἡ γραφή· «Κρεῖσσον ὀλίγον τῷ δικαίῳ ὑπὲρ πλοῦτον ἁμαρτω λῶν πολύν.» Eἰ δὲ καὶ ἐξ ἀσεβῶν φαγοῦσα χήρα καὶ ἐμπλησθεῖσα προσεύξεται ὑπὲρ αὐτῶν, οὐκ εἰσακουσθήσεται, ὅτι ὁ καρδιογνώστης Θεὸς μετὰ κρίσεως ἀπεφήνατο περὶ τῶν ἀσεβῶν λέγων· «Ἐὰν στῇ Μωϋσῆς καὶ Σαμουὴλ πρὸ προσώπου μου ὑπὲρ αὐτῶν, οὐκ εἰσακούσομαι αὐτῶν καὶ σὺ μὴ προσεύχου περὶ τοῦ λαοῦ τούτου καὶ μὴ ἀξίου ἐλεηθῆ ναι αὐτοὺς καὶ μὴ προσέλθῃς μοι περὶ αὐτῶν, ὅτι οὐκ εἰσακούσομαί σου.» Oὐ μὴν δὲ ἀλλὰ καὶ οἱ ἐν ἁμαρτίαις γενόμενοι καὶ μὴ μεταγνόντες οὐ μόνον οὐκ εἰσα κουσθήσονται προσευχόμενοι, ἀλλὰ καὶ τὸν Θεὸν παροξυ νοῦσιν ὑπομιμνήσκοντες αὐτὸν τῆς ἑαυτῶν μοχθηρίας. Περιΐστασθε οὖν τὰς τοιαύτας διακονίας ὡς ἄλλαγμα κυνὸς καὶ μίσθωμα πόρνης· ἑκάτερα γὰρ τοῖς νόμοις ἀπη γόρευται. Oὔτε γὰρ Ἐλισσαῖος τὰ παρὰ τοῦ Ἀζαὴλ προσκομισθέντα ἐδέξατο, οὔτε Ἀχίας τὰ παρὰ τοῦ Ἱερο βοάμ· εἰ δὲ οἱ τοῦ Θεοῦ προφῆται τὰ παρὰ τῶν ἀσεβῶν οὐ προσήκαντο ξένια, δίκαιον μήτε ὑμᾶς, ὦ ἐπίσκοποι. Ἀλλὰ καὶ Σίμων ὁ μάγος ἐμοὶ Πέτρῳ καὶ Ἰωάννῃ χρήματα προσενεγκὼν ἐπειρᾶτο ὠνητὴν τὴν ἀτίμητον χάριν λήψεσθαι· ἅπερ μὴ προσηκάμενοι ἀραῖς αἰωνίοις αὐτὸν ἐδησάμεθα, ὅτι τὴν δωρεὰν τοῦ Θεοῦ οὐκ εὐνοίᾳ τῇ πρὸς Θεόν, ἀλλὰ χρημάτων ἐναλλαγῇ ἐνόμισεν κτᾶσθαι. Φεύγετε οὖν τὰς δυσσυνειδήτους εἰς τὸ θυσιαστήριον τοῦ Θεοῦ εἰσφοράς· «Ἄπεχε γάρ, φησίν, ἀπὸ ἀδίκου, καὶ οὐ φοβηθήσῃ καὶ τρόμος οὐκ ἐγγιεῖ σοι.» Ἀλλ' ἐὰν λέγητε, ὅτι οἱ διδόντες τὰς ἐλεημοσύνας οὗτοί εἰσιν, κἂν μὴ λάβωμεν παρ' αὐτῶν, πόθεν αἱ χῆραι ὑπηρετηθήσονται παρ' ἡμῶν καὶ οἱ ἐνδεεῖς τοῦ λαοῦ διατρα φῶσιν; Ἀκούσεσθε παρ' ἡμῶν, ὅτι διὰ τοῦτο ἐλάβετε δόματα λευϊτῶν, τὴν καρποφορίαν τοῦ ἐν ὑμῖν λαοῦ, ἵνα ἐπαρκῆτε καὶ ἑαυτοῖς καὶ τοῖς δεομένοις, καὶ μὴ ἐνδείᾳ συνεχόμενοι παρὰ πονηρῶν λαμβάνητε. Eἰ δὲ οὕτως ἀποροῦσιν αἱ ἐκκλησίαι, λυσιτελεῖ τινα διαφθαρῆναι, ἢ παρ'