Expositio in Psalmos ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
Εἰς τὸ τέλος, ἐν ὕμνοις. Ψαλμὸς ᾠδῆς τῷ ∆αβίδ. (A f. 20.) Τὸν μὲν τρίτον
Τῷ Κυρίῳ ὑπὲρ τῶν λόγων Χουσὶ υἱοῦ Ἰεμενεί. (A f. 3 b) Σὺ δέ μοι ὅρα, ὅτι σε
ΨΑΛΜΟΣ ΙΘʹ. Ἐπακούσαι σου Κύριος ἐν ἡμέρᾳ θλίψεως. (A f. 116 b.) Ἀεὶ τῶν ἁγίων τέταται
Κρῖνόν με, Κύριε, ὅτι ἐγὼ ἐν ἀκακίᾳ μου ἐπορεύθην. (A f. 141) Τὸ μέν τοι
Μέγας Κύριος, καὶ αἰνετὸς σφόδρα ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, ἐν ὄρει ἀγίῳ
κοιλάδες χρηματίζουσιν; Ὅτι τῶν νοητῶν ὀρῶν, δηλαδὴ τῶν προφητῶν, τὸ ὕδωρ ἀποδέχονται.
Εἶπα τοῖς παρανομοῦσι, μὴ παρανομεῖν, καὶ τοῖς ἁμαρτάνουσι· Μὴ ὑψοῦτε
Πρὸς σὲ κεκράξομαι ὅλην τὴν ἡμέραν. (E f. 177, K f. 159 b) Τὸ ὅλην τὴν
[Καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου. Νοητὸς δέ που πάντως ὁ τοιοῦτός
ουχὶ καὶ ἐν ὄψει τῇ πάντων κεῖσθαί φησιν, ἀγνοεῖν δὲ αὐτὰ παντελῶς οὐδένα; Τὸ γὰρ ἴδιον, κοινὸν ὥσπερ ποιεῖται τοῖς ἄλλοις· οὐ γάρ που μόνος αὐτὸς τεθεᾶσθαί φησιν, ἀλλὰ τὸ πᾶσιν εἰς θέαν ἐκκείμενον κατασημαίνει ἐνταῦθα τὸ εἶδον. Τεθέαμαι οὖν, φησὶ, τὸν ἀσεβῆ τοῖς τῶν κέδρων ἀναστήμασι φιλονεικοῦντα συμμετεωρίζεσθαι, καὶ ἐν ἴσῳ τοῖς ἄγαν εὐμηκεστά τοις τῶν φυτῶν ὑψούμενον, ἐξ ὑπεροψίας δηλονότι καὶ διακένου φυσήματος καὶ δοξαρίων κοσμικῶν καὶ τῆς ἑτέρας ἐξιτηλίας. [Ἀλλ' οὗτος διὰ βραχέως] καιροῦ γέγονεν ἐκ μέσου, καὶ εἰς τοῦτο κατεβιβάσθη ταλαιπωρίας, ὡς μὴ εὑρίσκεσθαι τὸν τόπον αὐτοῦ· διὰ δὲ τοῦ τόπου, τὴν μνήμην ἐδήλωσεν. Φύλασσε ἀκακίαν, καὶ ἴδε εὐθύτητα, ὅτι ἐστὶν ἐγκατάλειμμα ἀνθρώπῳ εἰρηνικῷ. (A f. 202 b. B f. 132 b) Καὶ ἡ τιμωρία, φησὶ, τῶν ἀσεβῶν, καὶ τὸ ἐγκατάλειμμα ἤτοι ἡ κληρονομία τῶν ἀγαθῶν, παρασκευαζέτω σε ἐπιτηδεύειν ἁπλότητα· ἀκακίαν γὰρ ἐνταῦθα τὴν ἁπλότητα νοητέον, καθ' ἣν ἄδολόν τε καὶ ἀκραιφνῆ καὶ ὑποκρίσεως δίχα καὶ οἶον διπλόης ἀπηλλαγμένην ζῶμεν ζωήν· ὁποῖός τις ἦν ὁ θεσπέσιος Ναθαναὴλ, περὶ οὗ φησιν ὁ Χριστός· "Ἴδε ἀληθῶς Ἰσραηλίτης, ἐν ᾧ δόλος οὐκ ἔστιν." Ἔφη δέ που καὶ τὸ Γράμμα τὸ ἱερὸν, ὅτι Καὶ ἦν Ἰακὼβ ἀνὴρ ἄπλαστος, οἰκῶν οἰκίαν. Οὐκοῦν τὸ μὲν ἁπλοῦν ἐν τρόποις καὶ ἀκακόηθες, τοῦτο εἶναί φαμεν τὴν ἀκακίαν. Εὐθύτητα δὲ οὐκ ἄλλο τι νοήσομεν, ἢ τὸ ἐν γνώσει τῶν θείων δογμάτων οἷον εὐθυτενὲς καὶ ἀδιάστροφον, ὀρθοτομεῖσθαι γὰρ χρὴ τῆς ἀληθείας τὸν λόγον, ἢ τὸ ἐν ἀρετῇ τῇ πρακτικῇ κατ' οὐδένα τρόπον διεστραμμένον. Εἴρηται γάρ που περὶ τῶν ἁμαρτωλῶν, Ὧν αἱ τρίβοι σκολιαὶ, καὶ καμπύλαι αἱ τροχιαὶ αὐτῶν. Φύλασσε δὴ οὖν, φησὶ, τὴν ἀκακίαν καὶ τὴν εὐθύτητα· καὶ τί τὸ ἐντεῦθεν; ὅτι ἐστὶν ἐγκατάλειμμα ἀνθρώπῳ εἰρηνικῷ. Ἐπειδὴ γὰρ ὁλόῤ ῥιζον ἐκ γῆς ὄλλυσθαι τὸν ἀσεβῆ φησιν, ὡς μηδὲ εὑρίσκεσθαι τὸν τόπον αὐτοῦ, τετήρηκε τοῖς φιλοθέειν ᾑρημένοις καὶ φυλάττουσι τὴν ἀκακίαν τὸ κατά λειμμα. Τὸν δὲ τοιοῦτον, εἰρηνικὸν ὀνομάζει· εἰρη νεύει γὰρ καὶ πρὸς Θεὸν καὶ πρὸς ἀνθρώπους ἁγίους ὁ εὐθής τε καὶ ἄκακος. Οἱ δὲ παράνομοι ἐξολοθρευθήσονται ἐπὶ τὸ αὐτό. (A f. 203, B f. 133) Ἐξολοθρευθήσονται δὲ, φη σὶν, οἱ παράνομοι· καὶ τοῦτο, οἶμαι, ἔστι, τὸ μὴ εὑρίσκεσθαι τὸν τόπον αὐτῶν. Τὸ δὲ ἐπὶ τὸ αὐτὸ, ἀντὶ τοῦ εὐθὺς [al. cod. εὐθὺ] καὶ παραχρῆμα· ὡς δοκεῖν ἕνα καὶ τὸν αὐτὸν εἶναι καιρὸν, καὶ τῆς ὑψώ σεως αὐτῶν, καὶ τοῦ καταβιβασθῆναι πρὸς ὄλεθρον· 69.952 οὐ γάρ τοι μακρὸς μεταξὺ διϊππεύσει χρόνος, ἔσται δὲ μᾶλλον ἀκαριαῖος καὶ βραχύς. Ἅμα γὰρ ὑψώθη, καὶ πέπτωκεν· ὤφθη, καὶ συνεστάλη· ἤνθη, καὶ μεμάρανται. Καὶ τοῦτό ἐστι τὸ, ἐπὶ τὸ αὐτό. Σωτηρία δὲ τῶν δικαίων παρὰ Κυρίου. (B f. 133) Ἐκρύεται μὲν τοὺς ἀνακειμένους αὐτῷ Θεὸς, καὶ τῆς τῶν φαύλων σκαιότητος ἄπρακτον ἀποφαίνει τὸ βέλος. Οὐ γὰρ ἀφίησιν πλήττεσθαι τοὺς ἁγίους, ἀλλ' ἔξω σκοποῦ πέμπουσιν οἱ κατ' αὐτῶν· καὶ πᾶν αὐτῶν ἐπιχείρημα στρέφεται κατὰ τῆς αὐτῶν κεφαλῆς.
ΨΑΛΜΟΣ ΛΖʹ.
Ψαλμὸς τῷ ∆αβὶδ εἰς ἀνάμνησιν περὶ τοῦ Σαββάτου. (A f. 203 b, B f. 133 b)
Ἀνατίθεται μὲν καὶ ὁ ἐν χερσὶ ψαλμὸς ὥσπερ τῷ προσώπῳ τοῦ θε σπεσίου ∆αβὶδ ἀλύοντος καὶ τεταραγμένου διὰ τὸ πλημμελείαις περιπεσεῖν, καὶ ἰδεῖν μὲν οὐχ ὁσίοις ὄμμασι τὴν Οὐρίου γαμετὴν, ἐπιβουλεῦσαι δὲ αὐτῷ καὶ θανάτου ψῆφον ἀδίκως ἐπενεγκεῖν· εἶτα ταύτης ἕνεκα τῆς αἰτίας παρὰ Θεοῦ παιδεύεσθαι, φροντίσι καὶ λύπαις κατατήκοντος αὐτοῦ τὴν καρδίαν, καὶ τοῖς ἐντεῦθεν πόνοις αὐτὴν διασμήχοντος. Γέγρα πται γὰρ ὅτι Ἐκπλυνεῖ Κύριος τὸν ῥύπον τῶν υἱῶν καὶ τῶν θυγατέρων Σιὼν ἐν πνεύματι κρίσεως καὶ ἐν πνεύματι καύσεως. Καὶ πάλιν· "Ὃν ἀγαπᾷ Κύ ριος παιδεύει, μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέ χεται." ∆ιόλωλε τοίνυν