1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

78

εἶπεν μεθ' ἕτερα καὶ τὸ, τέξεται δὲ υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν· αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ· ἐπιφέρει δ' ἐν τῇ προφητείᾳ λέγων, ὅτι καὶ ἔθηκε τὸ στόμα μου ὡς μάχαιραν ὀξεῖαν· καὶ πάλιν, ἔθηκέν με ὡς βέλος ἐκλεκτόν· ὁ γὰρ λογὸς Θεοῦ τυγχάνει ἐνεργὴς, ἔστιν καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον, διικνούμενος ἄχρι μερισμοῦ ψυχῆς καὶ πνεύματος, ὡς ὁ θεσπέσιος ἐδίδαξεν ἀπόστολος. Εὐλογώτατα δ' ἂν αὐτῷ μόνῳ λεχθείη ὑπηκόῳ γενομένῳ τῷ Πατρὶ μέχρι καὶ θανάτου τὸ, δοῦλός μου εἶ σὺ Ἰσραὴλ, καὶ ἐν σοὶ ἐνδοξασθήσομαι· τὸ δὲ, καὶ ἐγὼ εἶπα κενῶς ἐκοπίασα, καὶ τὰ ἑξῆς, λέγοιτ' ἂν ὑπὸ τοῦ Σωτῆρος διὰ τὸ σπάνιον τῶν κατὰ τὸ εὐαγγέλιον αὐτοῦ βιούντων. Καὶ ἐπειδήπερ οὐκ ἦλθεν εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ, καλῶς προηγουμένως μὲν λέγεται ἐπιδεδημηκέναι, τοῦ στῆσαι τὰς φυλὰς Ἰακὼβ, καὶ τὴν διασπορὰν τοῦ Ἰσραὴλ ἐπιστρέψαι· ἑπομένως δὲ, διὰ τὸ μὴ παραδέξασθαι αὐτὸν τοὺς ἐξ ἐκείνων πάντας, ἐπιφέρεται ὡς πρὸς αὐτὸν, ἰδοὺ τέθεικά σε εἰς φῶς ἐθνῶν, τοῦ εἶναί σε εἰς σωτηρίαν ἕως ἐσχάτου τῆς γῆς. Προστάττει δὲ ἡμῖν μετὰ ταῦτα 212 Κύριος ὁ Θεὸς καὶ Πατὴρ, ὁ ῥυσάμενος αὐτὸν ἀπὸ πάντων τῶν ἐπισυναχθέντων κατ' αὐτοῦ, ἁγιάζειν αὐτὸν, λέγων, ἁγιάσατε τὸν φαυλίζοντα τὴν ψυχὴν αὐτοῦ· οὗτος γὰρ ὡς ἀληθῶς ἐφαύλισε τὴν ψυχὴν ἑαυτοῦ, κενώσας ἑαυτὸν, καὶ γενόμενος ὑπὲρ ἡμῶν κατάρα· καὶ τὰς ἁμαρτίας τὰς ἡμετέρας ἀναλαβὼν, αἰσχύνης γε μέχρι θανάτου καὶ θανάτου σταυροῦ καταφρονήσας. Μετὰ ταῦτα φησὶ τὸν βδελυσσόμενον ὑπὸ τῶν ἐθνῶν τῶν δούλων τῶν ἀρχόντων· καὶ δὴ σαφὲς ὅπως οἱ τοῖς ἄρχουσι τοῦ αἰῶνος τούτου δεδουλωμένοι, οὐ μόνον κατὰ τὸν καιρὸν τοῦ πάθους αὐτοῦ ἐβδελύξαντο αὐτὸν εἰπόντες, καὶ βαρὺς ἡμῖν ἐστι καὶ βλεπόμενος, ἀλλ' ἔτι καὶ νῦν βδελύσσονται, ἀνατρέπειν αὐτοῦ τὴν διδασκαλίαν πειρώμενοι. Τοῦτον οὖν ὁ Κύριος ἁγιάζειν προστάττει, τὴν ἔνδοξον αὐτοῦ παρουσίαν προσημαίνων. Ὅτι δὲ περὶ τῆς ἐξ ἐθνῶν κλήσεως προθεσπίζων ὁ λόγος τὴν ἑξῆς ἐπιφέρει προφητείαν, τὴν ἀπὸ τοῦ, ἔδωκά σε εἰς διαθήκην ἐθνῶν, καὶ τὰ ἑξῆς, ἅπερ ἐπιπλεῖον βασανίζειν πνευματικώτερα ὄντα, καὶ κατὰ μόνην διάνοιαν ἀποδιδόμενα, οὐ τῆς παρούσης πραγματείας τυγχάνει. Ψ. ΚΕʹ. Οὕτως λέγει Κύριος· Ποῖον τοῦτο τὸ βιβλίον τοῦ ἀποστασίου τῆς μητρὸς ὑμῶν, ᾧ ἐξαπέστειλα αὐτήν; ἢ τίνι ὑπόχρεῳ πέπρακα ὑμᾶς; Ἰδοὺ ταῖς ἁμαρτίαις ὑμῶν ἐπράθητε, καὶ ταῖς ἀνομίαις ὑμῶν ἐξαπέστειλα τὴν μητέρα ὑμῶν· δι' ὅτι ἦλθον, καὶ οὐκ ἦν ἄνθρωπος ὁ ὑπακούων· μὴ οὐκ ἰσχύει ἡ χείρ μου τοῦ ῥύσασθαι; 213 ἢ οὐκ ἰσχύει τοῦ ἐξελέσθαι; Ἰδοὺ τῷ ἐλεγμῷ μου ἐξερημώσω τὴν θάλασσαν, καὶ θήσω ποταμοὺς ἐρήμους, καὶ ξηρανθήσονται οἱ ἰχθύες αὐτῶν ἀπὸ τοῦ μὴ εἶναι ὕδωρ, καὶ ἀποθανοῦνται ἐν δίψει. Ἐνδύσω τὸν οὐρανὸν σκότος, καὶ ὡς σάκκον θήσω τὸ περιβόλαιον αὐτοῦ· Κύριος Κύριος δίδωσί μοι γλῶσσαν παιδείας, τοῦ γνῶναι ἡνίκα δεῖ εἰπεῖν λόγον· ἔθηκέν μοι πρωῒ πρωΐ· προσέθηκέν μοι ὠτίον ἀκούειν, καὶ ἡ παιδεία Κυρίου ἀνοίγει μου τὰ ὦτα· ἐγὼ δὲ οὐκ ἀπειθῶ οὐδὲ ἀντιλέγω· τὸν νῶτόν μου ἔδωκα εἰς μάστιγας, τὰς δὲ σιαγόνας μου εἰς ῥαπίσματα, τὸ δὲ πρόσωπόν μου οὐκ ἀπέστρεψα ἀπὸ αἰσχύνης ἐμπτυσμάτων· καὶ Κύριος Κύριος βοηθός μου ἐγενήθη· διὰ τοῦτο οὐκ ἐνετράπην, ἀλλ' ἔθηκα τὸ πρόσωπόν μου ὡς ἑτερὰν στερεὰν πέτραν· καὶ ἔγνων ὅτι οὐ μὴ αἰσχυνθῶ· ὅτι ἐγγίζει μοι ὁ δικαιώσας με· τίς ὁ κρινόμενός μοι; ἐγγισάτω· ἰδοὺ Κύριος Κύριος βοηθεῖ μοι, τίς κακώσει με; ἰδοὺ πάντες ὑμεῖς ὡς ἱμάτιον παλαιωθήσεσθε, καὶ σὴς καταφάγεται ὑμᾶς· τίς ἐν ὑμῖν ὁ φοβούμενος τὸν Κύριον; ὑπακουσάτω τῆς φωνῆς τοῦ παιδὸς αὐτοῦ· οἱ πορευόμενοι ἐν σκότει, καὶ οὐκ ἔστιν αὐτοῖς φῶς, πεποίθατε ἐπὶ τῷ ὀνόματι Κυρίου, καὶ ἀντιστηρίσασθε ἐπὶ τῷ Θεῷ· ἰδοὺ πάντες ὑμεῖς πῦρ καίετε, καὶ κατισχύετε φλόγα· πορεύεσθε τῷ φωτὶ τοῦ πυρὸς ὑμῶν, καὶ τῇ φλογὶ, ᾗ ἐξεκαύσατε· δι' ἐμὲ ἐγένετο ταῦτα ὑμῖν, ἐν λύπῃ κοιμηθήσεσθε. Σαφῶς ἡ τοῦ Λόγου θεότης καὶ διὰ τῶν προκειμένων ἀποδείκνυται, ὅτι τε