78
γεγενῆσθαι τοῦ Προῦσαν ὑπὸ τοῖς πολιορκοῦσι βαρβάροις γεγενῆσθαι. ταῦτα δὲ διῆλθον, οὐχ ἵν' ἁπλῶς οὕτω φιλοτιμήσωμαι, ἀλλ' ἵν' ἐπιδείξαιμι ἐκ πολλοῦ τοῦ περιόντος, ὅτι εἰ μιᾶς ἕνεκα πόλεως κινδυνευούσης οὕτω περιεκαιόμην καὶ δεῖν ἐνόμιζον ἢ βοηθεῖν αὐτῇ ἢ καὶ αὐτὸς συγκινδυνεύειν, πολὺ μᾶλλον ἂν ἀλγοίην νῦν, ὁμοῦ Ῥωμαίων σύμπασαν τὴν ἡγεμονίαν κινδυνεύουσαν ὁρῶν. τὸ γὰρ ἡμᾶς, τοὺς ὑπὲρ αὐτῆς πρὸς τοὺς ἔξω πολεμίους πολεμεῖν δικαίους ὄντας, συῤῥήγνυσθαι ἀλλήλοις οὐκ ἄλλο τι ἢ καταστροφὴν αὐτῆς τελεωτάτην οἴε 1.221 σθαι χρή. διὸ δὴ καὶ σφόδρα σου δέομαι, βασιλεῦ, εἰ μὲν οἷόν τε, καταλῦσαι τὴν ἔχθραν καὶ τὴν εἰρήνην μᾶλλον ἢ τὸν πόλεμον ἑλέσθαι. εἰ δ' ἐπὶ τοσοῦτον οἱ τῶν συκοφαντῶν ἴσχυσαν λόγοι, ὥστ' ἐμὲ πολλὰ περὶ εἰρήνης δεόμενον ἀνύειν μηδὲν, τό γε δεύτερον ἱκετεύω, ἐπὶ σοῦ ἅμα δύο ἢ καὶ τρισὶν ἐλθόντα δικασθῆναι. κἂν μὲν ἀπολύσωμαι τὰς αἰτίας, καλῶς ἂν ἔχοι· ἂν δ' ἀδικῶν ἁλῶ καὶ ἐπιορκῶν, τῶν μακρῶν ἀπαλλαγήσῃ πόνων, ἔχων ἐν χερσὶ τὸν ἀδικοῦντα, καὶ μὴ φείσῃ, πρὸς αὐτοῦ θεοῦ, ἀλλὰ κόλασον ἀξίως τῶν ἁμαρτημάτων. εἰ δὲ μὴ τοῦτό σοι ἀρεστὸν, τὸ αὐτὸν ἐμὲ ἐπὶ σοῦ ἐλθόντα δικασθῆναι, ἀλλ' ὁ μέγας δομέστικος γοῦν ἐλθὼν δικαζέσθω ὑπὲρ ἐμοῦ. κἂν καὶ αὐτὸς ἁλῷ, τὰ ἔσχατα ὑπομενέτω· πάντως δὲ οὐδὲν ἧττον ἀλγήσω, ἢ εἰ αὐτὸς ἐν τῷ σώματι ὑφιστάμην τὰ δεινά.» Τοιαῦτα μὲν βασιλεὺς ὁ νέος ἐπέστελλε πρὸς τὸν πάππον καὶ βασιλέα· καὶ ὁ μέγας δὲ δομέστικος τοιαῦτα ἔγραψε, δεόμενος περὶ τῶν αὐτῶν· «κράτιστε βασιλεῦ, ἀμφότερά σε οἴομαι σαφῶς πεπεῖσθαι περὶ ἐμοῦ, ὅτι τε εὐνοϊκῶς διάκειμαι καὶ φιλίως περί σε καὶ οὐδενός σοι δουλεύειν ἧττον αἱροῦμαι, τούτων ἀποδείξεις σαφῶς τῶν πραγμάτων ἐν πολλοῖς παρασχομένων, καὶ ὅτι τὴν κοινὴν τῶν Ῥωμαίων εὐδαιμονίαν οὐ τῶν ὄντων μόνον, ἀλλὰ καὶ αὐτῆς ζωῆς προθύμως ἀλλαξαίμην ἄν. νυνὶ δέ σε ὁρῶν ἐξ οὐδεμιᾶς αἰτίας λύοντα μὲν τὰς σπονδὰς, ὡρμημένον δὲ πολεμεῖν, σφόδρα μὲν ἀλγῶ καὶ παραπλήσιον θανάτου, τὰς συμφορὰς, αἳ 1.222 περιστήσονται Ῥωμαίους ἐκ τοῦ πρὸς ἀλλήλους ἐννοῶν πολέμου· δέομαι δέ σου μὴ τοιούτοις κακοῖς τοὺς ὑπηκόους περιπεσόντας περιϊδεῖν, ἀλλὰ στῆσαι τὴν συμφορὰν, βασιλεῖ τῷ ἐγγόνῳ διαλλαγέντα, οὐδὲν, ὅσα γε ἐμὲ εἰδέναι, οὔτε ἐν πράγμασιν οὔτε ἐν λόγοις, οὔτε πρότερον προσκεκρουκότι οὔτε νῦν, οἶσθα δὲ σαφῶς, ὡς οὐδὲν οὔτε φθέγγεται οὔτε πράττει, μὴ συνειδότος ἐμοῦ· μὴ δὴ τὰς συκοφαντίας τῶν ἐπ' ὀλέθρῳ ἡδομένων τῷ κοινῷ τῆς κοινῆς προθεῖναι σωτηρίας, μηδ' αὐτοῖς πεισθῆναι πρὸς τὸ πολεμεῖν ἐνάγουσιν, ἐξ αὐτῆς τῆς πείρας ἀκριβῶς δεδιδαγμένος, ὡς ἀδυνάτοις ἐπιχειροῦσι καὶ ἄχθος ἆραι τὴν δύναμιν αὐτῶν ἐθέλουσιν ὑπερβαῖνον. καταλύων μὲν οὖν τὸν πόλεμον, τὰ δέοντα βουλεύσῃ καὶ σαυτῷ καὶ ἡμῖν· τοὐναντίον δὲ ποιῶν, οὐκ οἶδα ὁποτέροις μᾶλλον ἀλυσιτελέστερον βουλεύσῃ. βασιλεὺς μὲν οὖν ὁ σὸς ἔγγονος δίκῃ διαλύεσθαι τὰ ἐγκλήματα προκαλεῖται, καὶ παρὰ σοὶ δικαστῇ, ὃ πάντες ἂν αὐτῷ συμφαῖεν, ὡς δικαία ἡ ἀξίωσις· ἢ, τό γε δεύτερον, εἰ μὴ αὐτόν σοι κατὰ γνώμην πρὸς τὴν δίκην ἀπαντῆσαι, ἀλλ' αὐτὸν ἐμὲ ὑπὲρ τῶν αὐτῷ διαφερόντων τὰς εὐθύνας παρασχεῖν. εἰ μὲν οὖν αὐτὸν ἐλθεῖν κελεύσεις, πέπεισμαι σαφῶς, ὡς ὀφθεὶς μόνον ἀραχνίων ἱστῶν ἀδρανεστέρας ἀποδείξει τὰς συκοφαντίας· εἰ δὲ, τό γε δεύτερον, ἐμὲ, ἐλπίζω καὶ αὐτὸς οὐ μόνον οὐδὲν ἠδικηκότα, ἀλλὰ καὶ φιλοπάτορα καὶ τὴν προσήκουσα αἰδῶ καὶ εὐπείθειαν μέχρι παντὸς ἐπιδεδειγμένον ἀποδείξειν. εἰ δ' ἀμφοτέρων τούτων καταφρονήσεις, πεισθεὶς τοῖς συκοφαντοῦσιν, ἡμᾶς μὲν ὁ θεὸς οὐ περιό 1.223 ψεται ἀδικουμένους· ὑμῖν δὲ ὅποι τὰ πράγματα τελευτήσει, ἐμοὶ μὲν ἄμεινον σιωπᾷν, ἡ πεῖρα δὲ διδάξει σαφῶς. πλὴν τὰ παρόντα μοι γράμματα τηρεῖσθαι δέομαι ἐν ἀσφαλεῖ, ὅπως ἐκ τῶν ἀποβησομένων εἰ ἀγαθὸς σύμβουλος ἐγὼ φανῇ.» μϛʹ. Οἱ μὲν οὖν τοιαῦτα τῷ πρεσβυτέρῳ ἐπέστελλον βασιλεῖ· ὁ δὲ τὰ γράμματα ἀναγνοὺς, οὐδὲν ἀπεκρίνατο πλέον, ἢ ὡς οὐ ῥᾴδιον ἐπὶ δίκῃ οὔτε τὸν ἔγγονον, οὔτε τὸν Καντακουζηνὸν ἐν Βυζαντίῳ δέχεσθαι. βασιλεὺς δὲ ὁ νέος ἀκούσας τὴν βασιλέως ἀπόκρισιν, ἤλγησε