78
κατὰ τοῦ θεοῦ βλασφημίας ἐκείνου ἐμφαντικὸν τό "λόγους εἰς τὸ υψος λαλήσει." ̓Επὶ τούτοις ὁ προφήτης ἐπήγαγεν "ἐθεώρουν εως ου θρόνοι ἐτέθησαν καὶ παλαιὸς ἡμερῶν ἐκάθισε, καὶ τὸ ενδυμα αὐτοῦ λευκὸν ὡσεὶ χιών, καὶ ἡ θρὶξ τῆς κεφαλῆς αὐτοῦ ὡσεὶ εριον καθαρόν, ὁ θρόνος αὐτοῦ φλὸξ πυρός, οἱ τροχοὶ αὐτοῦ πῦρ φλέγον, ποταμὸς πυρὸς ειλκεν ἐκπορευόμενος εμπροσθεν αὐτοῦ, χίλιαι χιλιάδες ἐλειτούργουν αὐτῷ καὶ μύριαι μυριάδες παρειστήκεισαν αὐτῷ. κριτήριον ἐκάθισε καὶ βίβλοι ἀνεῴχθησαν." α μὲν ουν ειρηται ποιοῦν τὸ κέρας οὐκ ἐπὶ μακρὸν διαρκέσειν ἐδείχθη τῷ ∆ανιήλ, εως δὲ ὁ αἰώνιος κριτήριον ἐκάθισεν, ἀντὶ τοῦ κρίσεως καιρὸν εστησε καὶ τὴν μνήμην τῶν ἑκάστῳ πεπραγμένων ἀνέπτυξε. βίβλους γὰρ τὰς ἀναμνήσεις ἐκάλεσε καὶ παλαιὸν ἡμερῶν τὸν αἰώνιον. ἡ δὲ λευκότης τῶν τριχῶν καὶ τοῦ ἐνδύματος τὸ καθαρὸν αὐτοῦ πανταχόθεν καὶ αμωμον δείκνυσιν. ινα δὲ κατὰ συγχώρησιν θεοῦ δείξῃ γενήσεσθαι τὰ παρὰ τοῦ ἀντιχρίστου ἐσόμενα, καὶ οὐχ ὡς ἀδυνατούσης τῆς θείας φύσεως ταῦτα παῦσαι η μηδὲ τὴν ἀρχὴν συγχωρῆσαι γενέσθαι, τὰς χιλίας χιλιάδας τῶν λειτουργῶν καὶ τὰς μυρίας μυριάδας τῶν παρισταμένων εἰσήγαγε, καὶ τὸν πύρινον θρόνον καὶ τοὺς ὁμοίους τροχοὺς καὶ τὸν φλογόεντα ποταμόν. καὶ ἐθεώρει εως ου ἀνῃρέθη τὸ θηρίον καὶ τὸ σῶμα αὐτοῦ εἰς καῦσιν ἐδόθη πυρός. διὰ γὰρ τὴν μανίαν τοῦ ἀντιχρίστου ἡ ολη βασιλεία περιαιρεθήσεται. καὶ οὐκ αὐτὸ τὸ θηρίον εἰς καῦσιν δοθήσεται, ἀλλὰ τὸ σῶμα αὐτοῦ. τοῦ γὰρ θηρίου τὴν βασιλείαν αἰνιττομένου εἰκός ἐστιν ἐν τῇ βασιλείᾳ πολλοὺς ειναι καὶ τὸν θεὸν σέβοντας καὶ ἀρετὴν μετιόντας. οὐ τούτους ουν 1.197 φησιν εἰς καῦσιν δοθῆναι, ἀλλὰ τοὺς κακίας ἐργάτας καὶ ταῖς τοῦ σώματος ἐπιθυμίαις ἐγκειμένους διὰ παντὸς καὶ μή τι φρονήσαντας πνευματικόν. Μετὰ δὲ τὴν τοῦ θηρίου ἀπώλειαν ὁρᾶν ὁ προφήτης φησὶν ὡς υἱὸν ἀνθρώπου ἐρχόμενον ἐπὶ νεφελῶν καὶ εως τοῦ παλαιοῦ τῶν ἡμερῶν φθάσαντα, ῳ καὶ δοθῆναι λέγει τὴν ἀρχὴν καὶ τὴν τιμὴν καὶ τὴν βασιλείαν, καὶ αὐτῷ δουλεῦσαι τοὺς λαοὺς πάντας καὶ τὰς γλώσσας καὶ τὰς φυλάς, καὶ τὴν ἐξουσίαν αὐτοῦ αἰώνιον εσεσθαι καὶ μὴ παρελεύσεσθαι, καὶ τὴν βασιλείαν αὐτοῦ μὴ διαφθαρήσεσθαι. ταῦτα σαφῶς τὴν δευτέραν ἐπιφάνειαν τοῦ σωτῆρος ἡμῶν ̓Ιησοῦ Χριστοῦ προθεσπίζουσιν. υἱὸς μὲν γὰρ ἀνθρώπου καλεῖται διὰ τὴν ἡμετέραν φύσιν, ην προσελάβετο, ἐπὶ δὲ τῶν νεφελῶν ἐρχόμενος κατὰ τὴν ἐπαγγελίαν αὐτοῦ εἰπόντος "οψεσθε τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ." Ταῦτα μὲν ουν ἐν τῷ πρώτῳ ετει τῆς βασιλείας Βαλτάσαρ ἐμυήθη ὁ ∆ανιήλ, ἐν δὲ τῷ τρίτῳ ἑτέραν ὀπτασίαν ἑώρακεν. "ἐν Σούσοις γὰρ ων ηρα" λέγει "τοὺς ὀφθαλμούς μου, καὶ ἰδοὺ κριὸς ἑστηκὼς ἐπὶ τοῦ Οὐβάλ, καὶ αὐτῷ κέρατα ὑψηλά, καὶ τὸ εν ὑψηλότερον τοῦ ἑτέρου, καὶ τὸ ὑψηλότερον ἀνέβαινεν ἐπ' ἐσχάτου. καὶ ην κερατίζων κατὰ θάλασσαν καὶ βορρᾶν καὶ νότον, καὶ πάντα τὰ θηρία στῆναι ἐνώ πιον αὐτοῦ οὐκ ἠδύναντο, καὶ ἐποίησε κατὰ τὸ θέλημα αὐτοῦ, καὶ ἐμεγαλύνθη." πάλιν κἀνταῦθα τὰ περὶ τῶν βασιλειῶν ὁ προφήτης διδάσκεται. καὶ κριῷ μὲν ἀπεικάσθη ἡ ἀρχὴ τῶν Περσῶν διὰ τὸν περικεί1.198 μενον αὐτῇ πλοῦτον, ἑστὼς δ' ην ὁ κριὸς ἐπὶ τοῦ Οὐβὰλ ηγουν ἐπὶ τῆς πύλης τῶν Σούσων· αυτη γὰρ ην ἡ πόλις μητρόπολις τῶν Περσῶν, καὶ ἐκεῖ τοῖς βασιλεῦσιν ην τὰ βασίλεια, καὶ ὁ προφήτης ἐν ταύτῃ τῇ πόλει διάγων ειδε τὸ οραμα. τὰ δὲ δύο κέρατα τὰ τὴν βασιλείαν ταύτην ἰθύναντα δύο γένη ἐτύπουν. τὸ μὲν γὰρ ηττον κέρας τὸν Κῦρον καὶ τὸν ἐκείνου υἱὸν τὸν Καμβύσην εἰκόνιζε, μέχρις αὐτῶν γὰρ ἡ τῆς βασιλείας εστη ἀρχή, καὶ οὐ προῆλθε περαιτέρω τὸ Κύρου γένος, τὸ δὲ μεῖζον κέρας τὸ ∆αρείου γένος ᾐνίττετο, ο μέχρι τοῦ τελευταίου ∆αρείου προέκοψεν, ον κατεπολέμησεν ὁ ̓Αλέξανδρος. Καμβύσου γὰρ τοῦ Κύρου παιδὸς θανόντος οἱ μάγοι μετὰ δόλου τὴν βασιλείαν ἐσφετερίσαντο· ους ἐπ' ὀλίγον κρατήσαντας, καὶ γνωσθέντας οιτινες ησαν, οἱ ἑπτὰ τῶν Περσῶν οικοι καθεῖλον. ἐξ ων ἐβασίλευσεν ὁ ̔Υστάσπου ∆αρεῖος, ου τὸ γένος