78
τὸ ἐλεύθερον χωρίον alpha.324 ἐκάλουν, καὶ μὴ ὑποκείμενον χρήστῃ. ειρηται, οτι τοῖς ὑποκειμένοις χρέεσι χωρίοις εἰώθασιν ἐγκαταπηγνύειν στήλην, ην ἐκάλουν ορον, ἐν ῃ χρέος ἐγκεχάρακτο καὶ ὁ χρήστης, ινα μὴ πλανηθεὶς ετερος ἐπὶ καθαρῷ δανείσῃ. Αστυ. παρὰ τὸ ανω ιστασθαι· οἱ γὰρ ἀρχαῖοι ἐφ' ὑψηλοῦ τόπου ᾠκοδόμουν τὰς πόλεις. ἐκ δὲ τοῦ αστυ ἀστεῖος. σημαίνει δὲ τρία· ὁ ἐν αστει διατρίβων, ὁ διὰ χρηστὸν ηθος ἐπαινούμενος, ὡς ὁ Μωϋσῆς, καὶ ὁ γελωτοποιός. Αστρια. οἱ ἀστράγαλοι. Καλλίμαχος· δέκα δ' αστρι' αινυτο λάτρον. ̓Ασπαστόν. τὸ ἐπιθυμητόν. ̓Ασύμβατον. πολέμιον. ἀφιλίωτον. ̓Ασύμφορον. τὸ μὴ συμφέρον καὶ ἐνδεχόμενον. ̓Ασυμφυῆ. ἀνοίκεια, ἀνόμοια. ̓Ασυνάρτητον. ἀσυνάρμοστον. ̓Ασύνθετον. τὸ μὴ ἐκ μερῶν τὴν συμπλήρωσιν τῆς οὐσίας καθ' ὑπόστασιν εχον. ̓Ασύντακτον. τὸ μὴ τεταγμένον, τὸ μὴ ἡνωμένον καὶ σύμμικτον, ἀλλὰ διεσπασμένον καὶ διῃρημένον. Ασχετον. ἀκράτητον. ̓Ασχημάτιστον. ῳ μὴ πρόσεστι χαρακτὴρ ἐκ διατυπώσεως σώματος. alpha.325 ̓Ασώματον. τὸ μὲν τῷ ἀριθμῷ, ὡς οἱ αγγελοι, οιον Μιχαὴλ, Γαβριήλ· ἀριθμῷ γάρ· τὰ δὲ ου, ὡς τὰ καθόλου. ̓Ασσώριον. ορος Σάμου, καὶ πόλις Σικελίας. ὁ πολίτης ̓Ασσωρῖνος. ( ̔Ρῆμα.) Ασαι. κορέσαι. λέγεται δὲ καὶ τὸ δοξάσαι καὶ λέξαι. ̓Ασελγαίνειν. πορνεύειν, ἀκολασταίνειν. παρὰ τὸ λέχος λεχαίνειν, τὸ λέχους ἐπιθυμεῖν. καὶ κατὰ τροπὴν λεγαίνειν. ενθεν ̓Αρχίλοχος· λέχαι δὲ γυναῖκες. ἀντὶ τοῦ ἀκόλαστοι. λεγαίνειν ουν, καὶ πλεονασμῷ ἐλεγαίνειν· καὶ κατὰ σύνθεσιν τῆς ˉα ἐπιτάσεως, καὶ πλεονασμῷ τοῦ ˉς, ἀσελγαίνειν. εστι δὲ καὶ πόλις *ουτω* καλουμένη ̓Ασέλγη, οπου κακῶς εζων οἱ ανθρωποι, καὶ ἀλλήλοις ἐκοινώνουν. ̓Ασθμαίνει. πνευστιᾷ, ἀναπνέει πυκνὰ καὶ ὀξέως. ̓Ασθμάζει. ἀντὶ τοῦ ἀσθμαίνει. ̓Ασκούμενοσ. γυμναζόμενος. ̓Ασκήσασα. μετ' ἐπιμελείας κοσμήσασα. ̓Ασκαρίζειν. τὸ κινεῖσθαι. alpha.326 ̓Ασκωλιάζειν. ἐφ' ἑνὸς ποδὸς ἐφαλλόμενος. κυρίως δὲ τὸ ἐπὶ τῶν ἀσκῶν αλλεσθαι. ενεκα γὰρ τοῦ γέλωτα ποιεῖν εἰς ἀσκοὺς πεφυσημένους ἐνήλλοντο. ̓Ασμενίζει. χαίρει, ἀγαπᾷ, προθυμεῖται. καὶ ασμενος ὁ χαίρων. ηδω τὸ εὐφραίνομαι, ησμαι, ἡσμένος ἡ μετοχὴ καὶ ασμενος. ̓Ασπάζεσθαι καὶ ὁ ἀσπασμὸς μάλιστα τὴν ἀγάπησιν καὶ φιλοφροσύνην δηλοῖ. χρῶνται δὲ καὶ ἐπὶ τοῦ προσαγορεύειν. ̓Ασπαίροντεσ. σκαρίζοντες, κινοῦντες, ψυχοῤῥαγοῦντες. ̓Ασπαλιεύειν. ἐκ τῆς ἁλὸς σπᾷν τοὺς ἰχθύας, ο ἐστιν ἁλιεύειν. παρὰ τὸ σπᾷν καὶ τὸ λίνον. τοῦ ˉα η πλεονασμὸν η ἐπίτασιν δηλοῦντος. οθεν καὶ ἀσπαλιεὺς καὶ ἀσπαλιευτὴς, ὁ ἐκ τῆς ἁλὸς σπῶν τοὺς ἰχθῦς. ̓Αστεΐζεται. ὡραΐζεται, ψεύδεται. ̓Αστειοῤῥημονήσωμεν. εὐμορφολογήσωμεν. ̓Αστροπολοῦντασ. περὶ τὰ αστρα ἀναστρέφοντας τὴν διάνοιαν. ̓Αστραβαλίζειν. ὁμαλίζειν, ἀπευθύνειν. καὶ στράβη τὸ σαγμοσέλλιον. alpha.327 ̓Ασυνετῶ. μωραίνω. ̓Ασφαλίσαι. φυλάξαι. ἀσφαλίζω γὰρ τὸ φυλάττω. ̓Ασχάλλων. ἀδημονῶν, λυπούμενος, ὀλιγοψυχῶν, χαλεπαίνων. ὁ δὲ ησχαλεν ὡς παρευδοκιμούμενος. παρὰ τὸ αχω, ἀφ' ου αχομαι, γίνεται ἀχάλλω, ωσπερ αγω ἀγάλλω, ειδω εἰδάλλω καὶ ἰνδάλλω. καὶ πλεονασμῷ τοῦ ˉς ἀσχάλλω. ἐκ δὲ τοῦ ἀσχάλλω γίνεται παράγωγον ῥῆμα ἀσχαλῶ, τὸ τρίτον πρόσωπον ἀσχαλᾷ καὶ πλεονασμῷ τοῦ ˉα ἀσχαλάα. η παρὰ τὸ σχῶ, σχάλλω καὶ ἀσχάλλω, ο ἐπέχειν οὐ δυνάμεθα. ̓Αστατοῦμεν. τουτέστι διωκόμεθα. ̓Αποστολικὴ ἡ λέξις· κολαφιζόμεθα καὶ ἀστατοῦμεν. ̓Ασχημονήσωμεν. ὑπὲρ τὸ περιττὸν καλλωπισώμεθα. πᾶν γὰρ τὸ περιττὸν, ειτε ἐν λόγῳ, ειτε ἐν πράγματι, ἀσχημοσύνην καὶ φλυαρίαν καλεῖ ὁ Πλάτων. φησὶ καὶ ὁ θεόλογος· καὶ τοῖς μὲν ἀσχημονήσωμεν μᾶλλον ηπερ ἐμπρέψομεν. alpha.328 ( ̓Επίῤῥημα.) ̓Ασμένωσ. μετὰ χαρᾶς· ἡδέως. ̓Ασπασίωσ. ἡδέως. περιχαρῶς. ̓Ασπερχέσ. ἀδιαλείπτως, παρὰ τὸ σπέρχω, *ο ἐστι σπουδάζω.* ̓Ασπουδεί. χωρὶς σπουδῆς. ̓Ασπονδεί. χωρὶς φιλίας η χωρὶς θυσίας. ̓Ασκελέσ. ἀδιαλείπτως. ̓Ασκαρδαμυκτί. χωρὶς τοῦ μύειν. Ασσον. πλησίον, ἐγγύς. ̓Ασολοίκωσ. ἀφελῶς. ̓Αστεμφέωσ. ἀμετακινήτως. παρὰ τὸ στέμβω, ο σημαίνει τὸ συνεχῶς κινῶ. η παρὰ τὸ στρέφω, ἀστρεφὴς καὶ ἐλλείψει τοῦ ρ καὶ πλεονασμῷ τοῦ μ ἀστεμφὴς, ο ἐστιν