ὡς ἂν δυναμένων ἐκ τούτου τῶν δημοσίων συντελειῶν ἐπιδοῦναι, προσποιησάμενος ἀποδέχεσθαι τὴν ὑπόμνησιν, ἐκλέξασθαι καὶ εὐτρεπίσαι προσέταξε, καὶ αὐτῷ προσαγαγεῖν τοὺς μέλλοντας τὸ τοιοῦτον ἔργον ἐπιτελέσαι καλῶς. ἐπιλεξάμενος δ' ὁ γενικός, οὓς ἐδόκει διακονῆσαι πρὸς τὸ τοιοῦτον ἔργον ὀρθῶς, καὶ τὰς τῶν ἐκλεγέντων προσηγορίας εἰσαγαγών, πολλῆς ἐνομίσθη μέμψεως ἄξιος, εἰ τοιούτους οἴοιτο λειτουργοὺς ἔσεσθαι ἀξίους πρὸς τοιοῦτον λειτούργημα. τοῦ δὲ μὴ ἔχειν κρείττονας ἀνθυπενεγκόντος ἐν ὅλῳ τῷ πολιτεύματι, ὑπολαβὼν ὁ βασιλεύς· τὸ τῆς προκειμένης διακονίας ἔργον τοιοῦτον παρ' ἐμοὶ κρίνεται, ὥστε, εἴπερ οἷόν τε ἦν, αὐτὸν ἐμὲ πρὸς τὴν τούτου διοίκησιν ἐξελθεῖν. ἐπεὶ δὲ τοῦτό ἐστι καὶ ἀπρεπὲς καὶ ἀδύνατον, ἐξ ἀνάγκης ἐπὶ τοῖς δυσὶ τῆς πολιτείας μαγίστροις, οἳ καὶ χρόνῳ καὶ πείρᾳ καὶ ταῖς πολλαῖς ἐν τῷ μακρῷ βίῳ τῶν πολιτικῶν ἀρχῶν διοικήσεσιν, ἐν αἷς ἐξητάσθησαν, ἀκίβδηλον καὶ καθαρὸν τῆς ἀρετῆς ἐξενηνόχασι τὸ δοκίμιον, τὰς ἐλπίδας σαλεύων, καὶ τὴν διακονίαν ὑπὸ τούτων ἀνυσθῆναι δεόντως θαρρῶ. ἀπελθὼν οὖν, φησίν, αὐτὸς σὺ ἀπάγγειλον αὐτοῖς τὸ τῆς διακονίας εἶδος καὶ τὸ θέλημα τὸ ἐμόν. καὶ βουλομένων ἐξελθεῖν ἐπευδοκῶ καὶ αὐτός. ὡς δ' ἀκούσαντες οἱ ἄνδρες ἦλθον εἰς ἔκπληξιν, καὶ τὸ γῆρας ἀνθ' ἱκετηρίας προὐβάλλοντο καὶ τοὺς προηγησαμένους ὑπὲρ τοῦ πολιτεύματος κόπους, καὶ παρενεχθῆναι ἐξ αὐτῶν τὴν τοιαύτην ὑπηρεσίαν ἱκέτευσαν, ὑπέστρεψεν ἄπρακτος ὁ πεμφθεὶς καὶ τῷ βασιλεῖ τὰ παρ' ἐκείνων λαληθέντα ἀπήγγειλεν. ἅπερ ἀκούσας· εἰ τὸ ἐμὲ ἐξελθεῖν δοκεῖ εἶναι ἀδύνατον, παραιτοῦνται δὲ τὴν ὑπουργίαν καὶ οἱ λαμπρότατοι μάγιστροι, οὐδένα ἔχων τοῦ πράγματος διοικητὴν ἀξιόχρεων καταλειφθῆναι τοῦτο ἀνεπίσκεπτον βούλομαι. κρεῖττον γάρ, φησί, παρακερδαίνειν τινὰς ἀπὸ τῶν τοῦ δημοσίου μὴ καλῶς, ἢ κακῶς ὑποπτεύειν ζημίαν ὑποστῆναί τινα ἐπιτρίβουσαν αὐτὸν καὶ συμπνίγουσαν. καὶ διὰ τοῦτο πάντα τὸν τῆς αὐτοκρατορίας αὐτοῦ χρόνον ἔμεινεν ἀνεξίσωτος, ἢ φάναι μᾶλλον, ἐλεύθερος καὶ ἀδιάπρακτος ὁ ὑπὸ τὴν Ῥωμαϊκὴν ἐξουσίαν ἅπας τῶν ὅλων θεμάτων λαός. Bas1.46 Τοῦ πρεσβυτέρου δὲ τῶν υἱῶν τοῦ βασιλέως Κωνσταντίνου, ὡς εἴπομεν, τὸν βίον μετημειφότος, καὶ τοῦ φίλτρου καὶ τῶν ἐλπίδων ἐπὶ τὸν δεύτερον υἱὸν Λέοντα μεταπεσόντων, δεινῶς ὁ φθόνος ὁπλίζεται κατ' αὐτοῦ. καὶ ὅπως, τὰ ἑπόμενα δηλώσει τρανότερον. μοναχὸς ἦν τις τῶν πάνυ φιλουμένων καὶ πιστευομένων Βασιλείῳ τῷ βασιλεῖ, ἦν δὲ καὶ ἱερεύς, ὃν Σανδαβαρηνὸν κατωνόμαζον. ὃς εἰ καὶ παρὰ τοῦ βασιλέως ἐστέργετο, ἀλλ' οὐκ εἶχε παρὰ τοῖς ἄλλοις δόξαν χρηστήν, καὶ διὰ τοῦτο πολλάκις καὶ παρὰ Λέοντος τοῦ υἱοῦ τοῦ βασιλέως διεκωμῳδεῖτο, ὡς ἀπατεὼν καὶ γόης καὶ τὸν βασιλέα τῶν καθηκόντων ἐξάγων λογισμῶν καὶ εἰς ἃ μὴ δεῖ παρασύρων. ὑφ' ὧν δακνόμενος ἐκεῖνος τὴν ψυχὴν καὶ ἀνταμύνασθαι σπεύδων τὸν λυποῦντα φιλίαν ὑποκρίνεται πρὸς τὸν Λέοντα, καί ποτέ φησι πρὸς αὐτόν· ἵνα τί, ὦ βασιλεῦ, νεανίας ἤδη ὢν καὶ παρὰ τῷ πατρί σου φιλούμενος, μὴ ἐπιφέρῃ ῥομφαίαν, ἢ μάχαιραν, ὅταν κατ' ἀγροὺς συνιππάζῃ σου τῷ πατρί, ἵνα καὶ αὐτῷ, εἰ κατὰ θηρίου χρείαν σχῇ, ἐπιδίδως; καὶ εἴ τι λαθραῖον πολλάκις κατ' αὐτοῦ ἐπιβούλευμα γένηται, μὴ ἄνοπλος εὑρεθῇς, ἀλλ' ἔχῃς τι, μεθ' ὅτου δυνήσῃ τοὺς πατρικοὺς ἐχθροὺς ἀνταμύνασθαι; οὐχ ὑπειδόμενος δὲ τὸν δόλον ὁ Λέων, οὐδὲ συννοήσας τὴν μηχανὴν δέχεται τὴν συμβουλήν, καὶ μάχαιραν ἐντὸς τοῦ ὑποδήματος ἐπιφέρεσθαι πείθεται. γνοὺς δὲ ὁ Σανδαβαρηνὸς εἰς ἔργον χωρήσασαν τὴν αὐτοῦ σκευωρίαν, πρόσεισι τῷ βασιλεῖ καί φησι· γνωστόν σοι ἔστω, ὦ βασιλεῦ, ὡς ἐπιβουλεύει τῇ ζωῇ σου ὁ σὸς υἱός. καὶ εἰ ἀπιστεῖς, ὅταν κατὰ θήραν ἐξίῃς, κέλευσον περιαιρεθῆναι τὰ πέδιλα τῶν ποδῶν αὐτοῦ καὶ εἰ εὑρεθείη ξίφος ἐπιφερόμενος, ἔσται πάντως ἡ ἐμὴ συμβουλὴ συμφέρουσα. ἐλέχθη ταῦτα, ἔξοδος κατηγγέλθη βασιλική, συνεξῆλθεν ἅπαν τὸ εἰωθός, ἔξεισι καὶ Λέων ὁ τοῦ βασιλέως υἱός. καὶ κατά τινα τόπον γενόμενος ὁ βασιλεὺς προσποιεῖται χρείαν ἔχειν μαχαίρας, καὶ ἐπεζήτει ταύτην μετ' ἐπιτάσεως. μηδὲν οὖν τῶν ὑπονοουμένων τῷ πατρὶ