78
πολλῷ ἔθνει δόξα βασιλέως, ἐν δὲ ἐκλείψει λαοῦ συντριβὴ δυναστῶν.» «Ὅταν βασιλεὺς δίκαιος καθίσῃ ἐπὶ θρόνου, οὐκ ἐναντιοῦται ἐν ὀφθαλμοῖς αὐτοῦ οὐδὲν πονηρόν. Ἐλεημοσύνη καὶ ἀλήθεια φυλακὴ βασιλεῖ, καὶ περικυκλώσουσιν ἐν δικαιοσύνῃ τὸν θρόνον αὐτοῦ.» «Κτεῖνε ἀσεβεῖς ἀπὸ προσώπου βασιλέως, καὶ 95.1289 κατορθώσῃ ἐν δικαιοσύνῃ τὸν θρόνον αὐτοῦ.» - «∆όξα βασιλέως τιμᾷν πρόσταγμα.» «Βασιλεὺς δίκαιος ἀνίστησι χώραν.» «Μάχαιρα, γλῶσσα βασιλέως, καὶ οὐ σαρκίνη.» «Μηδὲν ψεῦδος ἀπὸ γλώσσης βασιλέως λεγέσθω.» «Βασιλέως ἐν ἀληθείᾳ κρίνοντος πτωχοὺς, ὁ θρόνος αὐτοῦ εἰς μαρτύριον κατασταθήσεται.» «Θυμὸς βασιλέως ἄγγελος θανάτου, ἀνὴρ δὲ σοφὸς ἐξιλάσει αὐτόν.» «Βασιλέως ἀπειλὴ ὁμοία βρυγμῷ λέοντος. Ὡς γὰρ δρόσος ἐπὶ χόρτον, οὕτως τὸ ἱλαρὸν αὐτοῦ.» «Στόμα βασιλέως φύλαξον.» «Ἰδοὺ βασιλεὺς δίκαιος βασιλεύσει, καὶ ἄρχοντες μετὰ κρίσεως ἄρξουσιν.» «Εὐλογήσει σε ὁ λαὸς ὁ πτωχὸς, καὶ πόλεις ἀνθρώπων ἀδικουμένων εὐλογήσουσί σε. Ἐγένου πάσῃ πόλει ταπεινῇ βοηθὸς, καὶ τοῖς ἀθυμήσασι δι' ἐνδείας σκέπη, ἀπὸ ἀνθρώπων πονηρῶν ῥῦσαι αὐτούς· σκέπη διψώντων, καὶ πνεῦμα ἀνθρώπων ἀδικουμένων εὐλογήσουσί σε.» «Ἰδοὺ ἡμέρα ἔρχεται, λέγει Κύριος, καὶ ἀναστήσω τῷ ∆αβὶδ ἀνατολὴν δικαίαν· καὶ βασιλεύσει βασιλεὺς, καὶ συνήσει, καὶ ποιήσει κρῖμα καὶ δικαιοσύνην ἐπὶ τῆς γῆς. Ἐν ταῖς ἡμέραις αὐτοῦ, καὶ σωθήσεται λαὸς, καὶ κατασκηνώσει πεποιθώς.» «Βασιλεὺς φρόνιμος εὐστάθεια δήμου.» Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, ἐνδύσεται θώρακα δικαιοσύνης, καὶ περιθήσεται κόρυθα κρίσιν ἀνυπόκριτον· λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα.» «Παρὰ βασιλεῖ μὴ σοφίζου.» «Κριτὴς σοφὸς παιδεύσει τὸν λαὸν αὐτοῦ, καὶ ἡγεμονία συνετοῦ τεταγμένη ἔσται.» Οἱ βασιλεῖς, αἰδεῖσθε τὴν ἁλουργίδα. Νομοθετήσει γὰρ καὶ νομοθέταις ὁ λόγος. Γινώσκετε τὸ πιστευθὲν ὑμῖν, καὶ τί τὸ μέγα περὶ ὑμᾶς μυστήριον. Κόσμος ὅλος ὑπὸ χεῖρα τὴν ὑμετέραν, διαδήματι μικρῷ καὶ βραχεῖ ῥακίῳ κρατούμενος. Τὰ μὲν ἄνω μόνον Θεοῦ, τὰ δὲ κάτω, καὶ ὑμῶν. Θεοὶ γίνεσθε τοῖς ὑφ' ὑμᾶς, ἵνα εἴπω τι καὶ τολμηρότερον. Καρδία βασιλέως ἐν χειρὶ Θεοῦ, καὶ εἴρηται, καὶ πεπίστευται. Ἐνταῦθα ἔστω τὸ κράτος ὑμῶν, ἀλλὰ μὴ τῷ χρυσῷ καὶ ταῖς φάλαγξιν. Οἱ περὶ τὰ βασίλεια καὶ τοὺς θρόνους, μὴ σφόδρα ταῖς ἐξουσίαις ἐπαίρεσθε, μηδὲ ἀθάνατα διανοεῖσθε περὶ τῶν οὐκ ἀθανάτων. Τὸ δραστικὸν δείκνυε, μὴ τὸ δρᾷν κακῶς, Τὸ δὲ εὖ τι ποιεῖν, εἰ θέλεις εἶναι θεός· Τὸ δέ ἐστιν ἀνδρὸς εἰδότος τὸ συγγενές. Κτείνει δὲ ῥᾷστα, καὶ τρυγὼν, καὶ σκορπίος. 95.1292 Οἱ δυνάσται, φοβεῖσθε τὸν δυνατώτερον. Βασιλεία τῶν ἐπὶ τῆς γῆς πραγμάτων τὰς τραχύτητας ὁμαλίζει. Πᾶς βασιλεὺς δίκαιος ἱερατικὴν ἔχει τάξιν.
ΤΙΤΛ. Ιʹ. -Περὶ βασιλέως μὴ λίαν θαυμαζομένου. «Βασιλεὺς θρασὺς ἐμπεσεῖται εἰς κακά.» «Βασιλεὺς ἐνδεὴς προσόδων, μέγας
συκοφάντης.» «Βασιλέως ὑπακούοντες λόγον ἄδικον, πάντες ὑπ' αὐτὸν παράνομοι.» «Οὐαί σοι, πόλις ἧς ὁ βασιλεύς σου νεώτερος, καὶ οἱ ἄρχοντές σου ἐν πρωῒ ἐσθίουσιν.» «Κακοπραγία περιστρέφει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, βασιλεῖς, καὶ σύνετε· ἐνωτίσασθε, οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν, ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν. Ὅτι ὑπηρέται ὄντες τῆς αὐτοῦ βασιλείας, οὐκ ἐκρίνατε ὀρθῶς, οὐδὲ ἐφυλάξατε νόμον, οὐδὲ κατὰ τὴν βουλὴν τοῦ Ὑψίστου ἐπορεύθητε. Φρικτῶς καὶ ταχέως ἐπιστήσεται ὑμῖν ὄλεθρος, ὅτι κρίσις ἀπότομος ἐν τοῖς ὑπερέχουσι γίνεται, καὶ τοῖς κραταιοῖς ἰσχυρὰ ἐφίσταται ἔρευνα· δυνατοὶ δυνατῶς ἐτασθήσονται.» «Πολλοὺς ἀπώλεσε τὸ χρυσίον, καὶ καρδίαν βασιλέως ἐξέκλινεν.» «Βασιλεὺς ἀπαίδευτος ἀπολεῖ τὸν λαὸν αὐτοῦ.» Τῶν μὲν ἀφρόνων βασιλεὺς οὐδεὶς, κἂν τὸ πάσης γῆς καὶ θαλάττης κράτος ἀνάψηται· μόνος δὲ ὁ ἀστεῖος καὶ θεοφιλής.