τῇ παλαιᾷ Ῥώμῃ πολυτελῶς κατεσκευασμένων οἴκων. ἐκ τούτων οὖν, ὡς ὁ λόγος αἱρεῖ καὶ ἡ τοῦ γένους ἀναφορὰ περιάγει, οἱ Φωκάδες αὐτοὶ καταγόμενοι τήν τε περιφάνειαν ἄνωθεν ἔσχον καὶ τὸ τῆς ἀνδρίας ἀλκιμώτατον καὶ ἀνύποιστον, ἐκ τῶν ὀνομαστῶν ἐκείνων Φαβίων, ὥς που διὰ βίβλου τινὸς παλαιᾶς ἐχειραγωγήθην ποτέ, τὴν ἀρχὴν τοῦ γένους ἐφέλκοντες. οὗτοι δὲ οἱ Φάβιοι ἐν τῇ παλαιᾷ Ῥώμῃ τὰς πρώτας ἔσχον ἀρχὰς καὶ τιμάς, καὶ ῥίζα πάντων τῶν εὐγενῶν καὶ κατὰ χεῖρα καρτερῶν ἐγνωρίζοντο· καὶ οὐδεὶς τούτων ἐσφάλη ποτὲ περὶ πελέμους καὶ κινδύνους ἀγωνιζόμενος. ἀλλὰ τὸ εὐγενὲς καὶ ἐπίδοξον οὐκ ἐν τῇ τοῦ γένους εἶχον ἐπισημότητι μόνῃ, ἀλλὰ κἀν τῇ τῶν πράξεων διέφερον λαμπρότητι, καὶ πολλῶν ἀναγκῶν καὶ κινδύνων ἀφύκτων σχεδὸν τὴν Ῥώμην διὰ τῆς οἰκείας ἀρετῆς καὶ μεγαλοφροσύνης καὶ ἀνδρίας ἐρρύσαντο. ἐκ τούτων οἱ Σκηπίωνες, καὶ ὁ Ἀφρικανὸς Σκηπίων ὁ τὸν ἀκαταμάχητον ἐκεῖνον Ἀννίβαν, τὸν καὶ αὐτὴν τὴν Ῥώμην πολιορκῆσαι 219 μέλλοντα, περιφανῶς τροπωσάμενος, καὶ τὴν πόλιν ἐκείνου τὴν Καρχηδόνα, μεγάλην καὶ πολυάνθρωπον καὶ ἀνθρώποις νομιζομένην ἀνάλωτον, ἄρδην καταστρεψάμενος, ἥτις καὶ Ἀφρικὴ κατωνόμασται. ὃς τῆς τοιαύτης πόλεως καταστρεφομένης παρὰ τῶν ἀμφ' αὐτὸν οὐ μόνον μὴ ἐπαρθῆναι τῇ νίκῃ λέγεται, ἀλλὰ καὶ δακρύων πληρῶσαι τοὺς ὀφθαλμούς, ἐνθυμηθέντος τὸ Ὁμηρικὸν ἐκεῖνο ἔπος καὶ γλώσσῃ περιλαλεῖν, τὸ "ἔσσεται ἦμαρ ὅταν ποτ' ὀλώλῃ Ἴλιος ἱρή" καὶ τὰ ἑξῆς· καὶ διερωτώμενος τοῦ χάριν τοῦτο λαλεῖ, ἀπεκρίνατο ὡς ἔσται καιρός ποτε ὅταν ἴσως καὶ ἡ πατρὶς ἡμῶν πολιορκίας περιπέσῃ δεινοῖς. οὕτως οἱ παλαιοὶ στρατηγοὶ τὰς τοῦ μέλλοντος εὐλαβοῦντο τύχας, καὶ τοσαύτην φροντίδα ὑπὲρ τῆς σφῶν πατρίδος ἐτίθεντο. ἐκ τούτων, τῶν Φαβίων φημί, καὶ ὁ Ἀσιατικὸς Σκηπίων ἀνέθηλεν, ἐπεὶ καὶ ἀδελφὸς τοῦ Ἀφρικανοῦ ἦν ἐκλήθη δὲ Ἀσιατικός, ὅτι περ εἰς τὴν Ἀσίαν ἐκ τῆς Εὐρώπης διαπεραιωθεὶς μετὰ δυνάμεως μετρίας Ῥωμαϊκῆς Ἀντίοχον ἐκεῖνον τὸν ἐπικληθέντα ἐπιφανῆ μυριάνδροις στρατιαῖς γεγαυρωμένον, γενναίως κατηγωνίσατο, καὶ τῆς Ἀσίας πάσης ῥωμαλέως κατεκυρίευσε, καὶ ὑπόσπονδον τοῦτον τοῖς Ῥωμαίοις πεποίηκε, καὶ θρίαμβον ἐν τῇ Ῥώμῃ κατήνεγκεν ἐπινίκιον. ἐκ τούτων ὁ Αἰμίλιος Παῦλος, ὃς τὸν Μακεδόνων βασιλέα Περσέα καλούμενον, ἀπόγονον δὲ τοῦ μεγάλου Ἀλεξάνδρου τυγχάνοντα, πολέμῳ νικήσας δι' ἡμερῶν εἴκοσι τοῖς Ῥωμαίοις ὑποχείριον σὺν γυναιξὶ καὶ τέκνοις ἀπέδειξε, καὶ 220 τὸν Περσικὸν πλοῦτον ἐντεῦθεν συναγαγὼν οὐδὲ μέχρι καὶ 220 ἐκπώματος χρυσοῦ ἢ ἀργυροῦ εἰς τὸν ἴδιον βίον εἰσήγαγεν, ἀλλὰ πάντα τῇ πόλει καὶ τῷ φίσκῳ προσήνεγκε, δι' ἁμαξῶν δισχιλίων τὰ λάφυρα πάντα τοῖς πολίταις καθυποδείξας καὶ διὰ τῆς ἀγορᾶς προεκκομίσας εἰς τὸ δημόσιον, καὶ τοῦτο μόνον κερδήσας τῶν τοιούτων τροπαίων, τὸ μετὰ δίφρου βασιλικοῦ κατὰ τὸ εἰθισμένον λαμπρῶς θριαμβεῦσαι, προπορευομένων αὐτοῦ τῶν τοσούτων λαφύρων, καὶ προσεχῶς τοῦ ἅρματος τῶν τε ἄλλων ἐκκρίτων Μακεδόνων καὶ τοῦ αἰχμαλωτισθέντος βασιλέως αὐτοῦ δὴ τοῦ Περσέως μετὰ τέκνων καὶ γυναικός. οὐ γὰρ πρὸς ἀργύριον καὶ πλούτου ἐπίκτησιν οἱ εὐγενέστατοι Ῥωμαῖοι τὸ κατ' ἐκεῖνο καιροῦ ἠγωνίζοντο, ἀλλὰ δι' εὔκλειαν μόνην καὶ ἀνδρείας ἐπίδειξιν καὶ τῆς ἰδίας πατρίδος σωτηρίαν τε καὶ λαμπρότητα. Τοιούτους κλάδους ἡ τῶν Φαβίων ῥίζα περιφανεῖς ἀναδεδωκυῖα, χρόνοις ὕστερον οὐκ ὀλίγοις καὶ τοὺς Φωκάδας ἡμῖν ἐπιδέδωκεν, ὥσπερ μεταφυτευθέντας ἐξ ἑτέρας γῆς εἰς ἑτέραν ἐπίτοκον ἄρουραν. ἡ γὰρ διὰ πάντων ἀκρότης καὶ τὸ τῶν πράξεων συμφυὲς καὶ ὁμόζηλον καὶ ἡ τῶν ὀνομάτων παρίσωσις ἀπαράγραπτον αὐτοῖς μαρτυρίαν τοῦ γένους καὶ ἀναμφίβολον δείκνυσιν. Εἰ δὲ καὶ Ἰβηρικὴν συμφυΐαν ἐξ ἑνὸς μέρους τοῖς Φωκάσι παρομαρτεῖν λέγεται, καὶ τοῦτο μᾶλλον πιστότερον τὸν λόγον ἡμῶν διατίθησιν. οἱ γὰρ Ἴβηρες ἐκ τῆς Κελτικῆς ἀνεφάνη 221 σαν γῆς. ἣ γὰρ Ἰβηρία κυρίως