μεταβαίνει τόπους ἢ ἐν τόποις γίνεται, ἀλλ' ὅτι τῶν πεφυκότων σωμάτων τόπους μεταμείβειν σχέσεις ἀναδέχεται. καὶ ὡς ἂν διατεθῇ, εὑρίσκει σώματα τόποις οἰκείοις διωρισμένα. διὸ καθαρώτερον μὲν διακειμένῃ σύμφυτον τὸ ἐγγὺς τοῦ ἀύλου σώματος, ὅπερ ἐστὶ τὸ αἰθέριον, προελθούσῃ δὲ ἐκ λόγου εἰς φαντασίας προβολὴν σύμφυτον τὸ ἡλιοειδές, θηλυνθείσῃ δὲ καὶ παθαινομένῃ πάρεστι τὸ σεληνοειδές, πεσούσῃ δὲ εἰς τὸ σῶμα, ὅταν κατὰ τὸ αὐτῆς ἄμορφον στῇ εἶδος, ἐξ ὑγρῶν ἀναθυμιάσεων συνεστηκός, ἄγνοια ἕπεται τοῦ ἐντὸς τελεία καὶ σκότωσις. Καὶ μὴν καὶ ἐν τῇ ἐξόδῳ ἔτι κατὰ τὴν δίυγρον ἀναθυμίασιν τὸ πνεῦμα ἔχουσα τεθολωμένον σκιὰν ἐφέλκεται καὶ βαρεῖται, χωρεῖν σπεύδοντος τοῦ τοιούτου πνεύματος εἰς μυχὸν γῆς φύσει. καὶ ὥσπερ τὸ γεῶδες ὄστρεον περικειμένῃ ἀνάγκη ἐπὶ γῆς ἐνίσχεσθαι, οὕτω καὶ ὑγρὸν πνεῦμα ἐφελκομένῃ εἴδωλον περικεῖσθαι ἀνάγκη. ὑγρὸν δὲ ἐφέλκεται τοῦτο, ὅταν συνεχῶς ὁμιλεῖν τῇ φύσει μελετήσῃ. ὅταν δὲ μελετήσῃ ἀφίστασθαι, αὐγὴ ξηρὰ γίνεται καὶ ἄσκιος καὶ ἀνέφελος, «αὐγὴ δὲ ξηρὰ ψυχὴ σοφωτάτη» καθ' Ἡράκλειτον ὡς τοῦ σώματος ὃ ἐφέλκεται αὐγοειδοῦς ὄντος οὐ χαλεπῶς, ἀλλ' ὅταν ᾖ σοφὴ ἡ διάθεσις, ὥσθ' ἕπεται τῇ ἀμαθίᾳ νέφος καὶ σκιὰ καὶ εἴδωλον ἐκ τῆς προσπαθείας. Ἐν Ἅιδου τοιγαροῦν λέγεται ἡ ψυχὴ εἶναι, ὅταν προεστήκοι εἰδώλου φύσιν μὲν ἔχοντος εἶναι ἐν τόπῳ, σκότιον δὲ τὴν ὑπόστασιν κεκτημένου. ταῦτα οὐκ ἐγώ φημι-μὴ γὰρ ἂν οὕτω μανείη-, ἀλλ' ὁ τερατολόγος Πορφύριος, ὃς δὴ πρῶτος καὶ μάλιστα τὰς Ἑλληνικὰς δόξας οὐκ ἠκριβώσατο μόνον, ἀλλὰ καὶ ματαιότερον ἐξειργάσατο. 41 Περὶ αἰῶνος καὶ χρόνου Ὁ μὲν ἡμεδαπὸς θεολόγος Γρηγόριος τὸν αἰῶνα ὅ τί ποτέ ἐστιν ὁριζόμενος, π[ρῶτον λέγειν] φαίνεται ὃ οὐκ ἔστιν, ἀναιρῶν τὸ ὑποπτευόμενον, εἶτα τίθεται [ὅπερ ἐστίν. «αἰὼν»] γάρ φησιν, «οὔτε χρόνος οὔτε χρόνου τι μέρος-οὐδὲ γὰρ μετρητόν-, ἀλλ' ὅπερ ἡμῖν ὁ χρόνος ἡλίου φορᾷ μετρούμενος, τοῦτο τοῖς ἀιδίοις αἰών, τὸ συμπαρεκτεινόμενον τοῖς οὖσιν οἷόν τι χρονικὸν κίνημα καὶ διάστημα.» Οἱ δέ γε τῶν Ἑλλήνων σοφοὶ αἰῶνα οὐ τὸ ὑποκείμενόν φασι μόνον, ἀλλὰ καὶ τὸ ἐξ αὐτοῦ τοῦ ὑποκειμένου οἷον ἐκλάμπον κατ' αὐτὴν τὴν τοῦ ἤδη ὄντος ταυτότητα· ὃ γὰρ ἄν, φασι, μήτε ἦν μήτε ἔσται, ἀλλ' ἔστι μόνον, ἑστὼς ἔχον τὸ εἶναι τῷ μὴ μεταβάλλειν εἰς τὸ μέλλον μηδ' αὖ μεταβεβληκέναι, τοῦτό ἐστιν ὁ αἰών. ἡ τοίνυν περὶ τὸ ὂν ἐν τῷ εἶναι ζωὴ ὁμοῦ πᾶσα καὶ πλήρης καὶ ἀδιάστατος, τοῦτο ὃ δὴ ζητοῦμεν αἰών. οὐ τοίνυν αἰὼν ἡ νοητὴ οὐσία οὐδὲ ἡ στάσις ἡ ἐκεῖ· ὁ γὰρ αἰὼν οὐκ ἐν στάσει μόνον, ἀλλὰ καὶ ἐν ἑνὶ καὶ ἀδιάστατος καὶ μετέχει στάσεως, οὐκ αὐτὸς δὲ στάσις ἐστίν. οὐ τοίνυν ὁ ἕκαστον τούτων ἰδών, οἷον νοητὴν οὐσίαν, στάσιν, ἀιδιότητα, ταυτότητα, αἰῶνα εἶδεν, ἀλλ' ὁ πάντα συναγαγών-καὶ τὸ μὲν οἷον ὑποκείμενον λέγει οὐσίαν, εἶτα κίνησιν τοῦτο καθ' ὃ ζωὴν ὁρᾷ, εἶτα στάσιν τὸ πάντῃ ὡσαύτως καὶ ἀδιαστάτως-πάντα ἰδὼν οὗτος εἶδεν αἰῶνα ζωὴν μένουσαν ἐν τῷ αὐτῷ, ἀεὶ παρὸν τὸ πᾶν ἔχουσαν, ἀλλ' οὐ νῦν μὲν τόδε, αὖθις δὲ ἕτερον, ἀλλ' ἅμα πάντα, οἷον ἐν σημείῳ ὁμοῦ πάντων ὄντων καὶ οὔποτε εἰς ῥεῦσιν προϊόντων. ἡ τοίνυν τοῦ ὄντος παντελὴς οὐσία καὶ ὅλη, τοῦτο ἂν εἴη αἰών· αἰὼν γὰρ ἀπὸ τοῦ ἀεὶ ὄντος ὠνόμασται. εἰ δὲ μὴ ἀφίσταιτό τις αὐτοῦ τῆς θέας, ἀλλὰ συνὼν εἴη τῆς φύσεως ἀγασθεὶς καὶ δυνατὸς τοῦτο πράττειν ἀτρύτῳ φύσει, δραμὼν καὶ αὐτὸς εἰς αἰῶνα ἔσται οὐκ ἀποκλίνων οὐδαμῇ, ἵν' ᾖ ὅμοιος καὶ αἰώνιος τῷ ἐν αὐτῷ αἰῶνι τὸν αἰῶνα καὶ τὸ αἰώνιον θεώμενος. εἰ οὖν τὸ οὕτως ἔχον αἰώνιον, τὸ μὴ ἀποκλῖνον εἰς ἑτέραν φύσιν κατὰ μηδέν, ζωὴν ἔχον, ἣν ἔχει πᾶσαν ἤδη, εἴη ἂν ἀίδιον, ἀιδιότης δὲ ἡ τοιαύτη κατάστασις τοῦ ὑποκειμένου ἐξ αὐτοῦ οὖσα καὶ ἐν αὐτῷ, αἰὼν δὲ τὸ ὑποκείμενον μετὰ τῆς τοιαύτης καταστάσεως ἐμφαινομένης. ἡ δὲ τοῦ αἰῶνος φύσις παγκάλη καὶ ἀίδιος περὶ τὸ ἓν καὶ ἀπ' ἐκείνου καὶ πρὸς ἐκεῖνο καὶ ζῶσα κατ' ἐκεῖνο καὶ