ἄγνωστον ῥητοῦ καὶ ἀρρήτου συνθήματος. καταβιβάζουσι δὲ τὴν ψυχὴν 148 πολλάκις ἐν τῷ κόσμῳ δι' αἰτίας πολλάς, ἢ διὰ πτερορρύησιν ἢ διὰ βούλησιν πατρικήν. ∆οξάζουσι δὲ τὸν κόσμον ἀίδιον καὶ τὰς τῶν ἄστρων περιόδους. τὸν δὲ ᾅδην πολλαχῶς καταμερίζουσι, καὶ νῦν μὲν αὐτὸν θεὸν ὀνομάζουσιν ἀρχηγὸν τῆς περιγείου λήξεως, νῦν δὲ τὸν ὑπὸ σελήνην τόπον ᾅδην φασί, νῦν δὲ τὴν μεσότητα τοῦ αἰθερίου κόσμου καὶ τοῦ ὑλαίου, νῦν δὲ τὴν ἄλογον ψυχήν, καὶ τιθέασιν ἐν αὐτῇ τὴν λογικήν, οὐκ οὐσιωδῶς, ἀλλὰ σχετικῶς, ὅταν συμπαθῶς ἔχῃ πρὸς αὐτὴν καὶ προβάλλῃ τὸν μερικὸν λόγον. ἰδέας δὲ νομίζουσι νῦν μὲν τὰς τοῦ πατρὸς ἐννοίας, νῦν δὲ τοὺς καθόλου λόγους, φυσικοὺς καὶ ψυχικοὺς καὶ νοητούς, νῦν δὲ τὰς ἐξῃρημένας τῶν ὄντων ὑπάρξεις. τοὺς δὲ περὶ μαγειῶν λόγους συνιστῶσιν ἀπό τε ἀκροτάτων τινῶν δυνάμεων ἀπό τε περιγείων ὑλῶν. συμπαθῆ δὲ τὰ ἄνω τοῖς κάτω φασὶ καὶ μάλιστα τὰ ὑπὸ σελήνην. ἀποκαθιστῶσι δὲ τὰς ψυχὰς μετὰ τὸν λεγόμενον θάνατον κατὰ τὰ μέτρα τῶν οἰκείων καθάρσεων ἐν ὅλαις ταῖς τοῦ κόσμου μερίσι· τινὰς δὲ καὶ ὑπὲρ τὸν κόσμον ἀναβιβάζουσι καὶ μέσας αὐτὰς διορίζονται τῶν τε ἀμερίστων καὶ μεριστῶν φύσεων. Τούτων δὲ τῶν δογμάτων τὰ πλείω καὶ Ἀριστοτέλης καὶ Πλάτων ἐδέξαντο, οἱ δὲ περὶ Πλωτῖνον καὶ Ἰάμβλιχον Πορφύριόν τε καὶ Πρόκλον πᾶσι κατηκολούθησαν καὶ ὡς θείας φωνὰς ἀσυλλογίστως ταῦτα ἐδέξαντο. Ψελλοῦ ὑποτύπωσις κεφαλαιώδης τῶν παρὰ Χαλδαίοις ἀρχαίων δογμάτων Σύντομόν σοι τῶν Χαλδαϊκῶν δογμάτων ποιούμενος ἔκθεσιν, περὶ ὧν ἐδεήθης γράψαι σοι, ἀπὸ τοῦ ἀρρήτου κατ' ἐκείνους ἑνὸς τίθεμαι καὶ αὐτὸς τὴν ἀρχήν. μεθ' ὃ πατρικόν τινα ληροῦσι βυθὸν ἐκ τριῶν τριάδων 149 συγκείμενον, ἑκάστης ἐχούσης πατέρα μὲν πρῶτον, δεύτερον δὲ δύναμιν, τρίτον δὲ νοῦν. μετὰ δὲ ταῦτά φασιν εἶναι νοητάς τε καὶ νοεράς, ὧν πρώτην μὲν εἶναι τὴν ἴυγγα, μεθ' ἣν τρεῖς ἑτέρας πατρικὰς καὶ νοητὰς καὶ ἀφθέγκτους, διαιρούσας τοὺς κόσμους τριχῇ κατὰ τὸ ἐμπύριον καὶ τὸ αἰθέριον καὶ τὸ ὑλαῖον. μετὰ δὲ τὰς ἴυγγας προσεχεῖς, φασίν, οἱ συνοχεῖς· καὶ αἱ μὲν ἴυγγες τὰς ἀφθέγκτους αὐτοῖς ἑνώσεις τῶν πάντων ὑφιστᾶσιν, οἱ δὲ συνοχεῖς τὰς προόδους τοῦ πλήθους τῶν ὄντων ἑνίζουσι μεταξὺ τῶν νοητῶν καὶ τῶν νοερῶν κέντρον τῆς ἀμφοτέρων κοινωνίας ἐν ἑαυτοῖς πηξάμενοι. προσεχεῖς δὲ τοῖς συνοχεῦσι τοὺς τελετάρχας τιθέασι τρεῖς καὶ αὐτοὺς ὄντας· ὧν ὁ μὲν ἐμπύριος, ὁ δὲ αἰθέριος, ὁ δὲ ὑλάρχης. εἰσὶ δὲ αἱ μὲν ἴυγγες μονάδες μόνον, οἱ δὲ συνοχεῖς μονάδες ἤδη προφαίνουσαι τὸ πλῆθος, οἱ δὲ τελετάρχαι μονάδες διῃρημένον ἔχουσαι τὸ πλῆθος. μετὰ δὲ τούτους τοὺς πηγαίους πατέρας δοξάζουσιν ἤτοι τοὺς κοσμαγούς· ὧν πρῶτος ὁ ἅπαξ λεγόμενος, μεθ' ὃν <ἡ> Ἑκάτη δευτέρα καὶ μέση, τρίτος δὲ ὁ δὶς ἐπέκεινα· μεθ' οὓς τρεῖς ἀμείλικτοι καὶ ἕβδομος ὁ ὑπεζωκώς. ἔστι δὲ ὁ ἅπαξ ἐπέκεινα νοῦς {ὁ} πατρικὸς ὡς πρὸς τὰ νοητά, πατὴρ δὲ τῶν νοερῶν ἁπάντων· ἡ δὲ Ἑκάτη νοεροῦ φωτὸς καὶ ζωῆς πάντα πληροῖ. καλοῦνται δὴ οὗτοι πατέρες καὶ κοσμαγοὶ ὡς προσεχῶς ἐπιβαίνοντες τοῖς κόσμοις. ἔχει δὲ περὶ αὑτὴν ἡ Ἑκάτη πηγὰς διαφόρων φύσεων. τῶν δὲ κατὰ τὸν ζωστῆρα πηγῶν ἡ μὲν φύσις τὸ τέλος συμπεραίνει τῶν τῆς Ἑκάτης νώτων ἀπαιωρουμένη· τῶν δὲ ἐν τῇ λαγόνι πηγῶν ἡ μὲν τῶν ψυχῶν ἐστι δεξιά, ἡ δὲ τῶν ἀρετῶν ἐν λαιοῖς. ὁ δὲ δὶς ἐπέκεινα τάξιν μὲν ἔλαχεν ἐν ταῖς πηγαῖς δημιουργικήν, ὥσπερ ζῳογόνον ἡ Ἑκάτη· αὐτὸς γὰρ προὔθηκε τὸν τῶν ἰδεῶν τύπον τῷ κόσμῳ· καλεῖται δὲ δὶς ἐπέκεινα, ὅτι δυαδικός ἐστι, νῷ μὲν κατέχων τὰ νοητά, αἴσθησιν δὲ ἐπάγων τοῖς κόσμοις· ὁ δὲ ἅπαξ ἐπέκεινα λέγεται, ὅτι ἑνιαῖός ἐστιν· ἡ δὲ Ἑκάτη μόνον ἐπέκεινα. οἱ δὲ ἀμείλικτοι ὑποδεξάμενοι τὴν πρηστήριον τῶν συνοχέων δύναμιν φρουροῦσι τὰς ὑπάρξεις ἄνωθεν τῶν πατέρων καὶ τὰς πηγαίας αὐτῶν ἐνεργείας ἀχράντους φυλάττουσιν· ἡ δὲ τῶν ὑπεζωκότων πηγὴ πρωτουργός ἐστιν αἰτία τῆς νοερᾶς διακρίσεως. ἔστι δὲ καὶ πηγαία τριὰς 150 πίστεως