σοι προσφόρως δεδειγμένος. χαῖρε, στρατηγὲ καὶ βασιλεῦ γῆς ὅλης, μέγιστε, παμβόητε, τοῦ κράτους κράτος· τοὺς σοὺς γὰρ ὑμνήσουσιν εὐήχους ἄθλους οὐ παιδιαῖς χαίροντας ἄνδρες ἀθρόοι, οἱ τοῖς λόγοις δὲ μουσικῶς τετραμμένοι καὶ πάντα ῥυθμίζοντες εὐρύθμοις μέτροις. χαῖρε στρατηγέ (τοῦτο γὰρ πάλιν φράσω) ἀκινδύνου φάλαγγος εὖ τεταγμένης, θέαμα φρικτὸν βαρβάροις τοῖς ἀθέοις. σῶν γὰρ τροπαίων πᾶσαν ἐμπλήσεις χθόνα, καὶ πᾶσα γλῶσσα σοὺς ἀνυμνήσει πόνους μέτροις τε ποικίλλουσα καὶ λόγοις ἅμα. 19 Στίχοι τοῦ Ψελλοῦ εἰς τὸν Κομνηνὸν λεγόντων τινῶν, ὡς ἐν τῷ Αὐγούστῳ μηνὶ τελευτᾷ. Λευχειμονῶν ἄνασσε νῦν Ῥώμης γένους, Ἰσαάκιε, τοῦ κράτους ὁ φωσφόρος· τὰς γὰρ ζοφώδεις ἐξαπέπτης ἡμέρας, λευκὴν δὲ φωτὸς ἐξαποστίλβεις χάριν. λευχειμονῶν ἄνασσε, τέρπου, λαμπρύνου· τὰς γὰρ κατηφεῖς οὐκ ἔχεις ὑποψίας. ὁ χρησμὸς ἠσθένησε τῶν ψευδηγόρων· ὁ Χριστὸς ἡδραίωσε τὸ σεπτὸν κράτος· ἡ μαντικὴ πέπτωκεν ἰσχὺς καὶ τέχνη· τῶν πλασμάτων ἀπῆλθεν ἡ λεπτουργία· Αὔγουστος οὐδείς, ἀλλ' ὁ δεσπότης μόνος Αὔγουστος ὄντως φεγγολαμπὴς τὴν φύσιν. Παρῆλθεν ἡ νύξ, ἀντεπῆλθεν ἡμέρα· ὁ τοῦ χρόνου κύκλος σε μείζω δεικνύει. ὥσπερ γὰρ αὔξεις, μᾶλλον αὐγάζεις, ἄναξ. λαμπρῶς πανηγύριζε σῷ λαμπρῷ κράτει· ἔλαμψας, ἤρθης, ἧκες εἰς μεσημβρίαν, εἰς ἑσπέραν ἤστραψας, ἦλθες εἰς ἕω. νῦν λάμψις ἄλλη, νῦν νεωτέρα κτίσις· νῦν καινὰ πάντα, νῦν νεόκτιστος βίος· νῦν πορφύρα λάμπουσα, νῦν λευκὸν στέφος· νῦν κύκλος ἄλλος δευτεροπρώτου κράτους. πολλοὺς ἑλίξεις οἷα φωσφόρος δρόμους ἄλλους ἐπ' ἄλλοις, φεγγολαμπεῖς εἰς ἄκρον. Τὸ σὸν κράτος κράτιστον, Ῥωμαίων ἄναξ, ῥάβδος σιδηρᾶ, τεῖχος ὠχυρωμένον, ἔπαλξις ἀκράδαντος, ἀρραγὴς κίων, πυκνὴ φάλαγξ, ἔρεισμα, πύργος ἰσχύος. οὐ προσβολαὶ κλονοῦσιν αὐτοῦ τὴν βάσιν, οὐ πῦρ ἀπειλοῦν οὐδὲ τέμνοντα ξίφη, οὐ βαρβάρων φάλαγγες, οὐ καταιγίδες· ἐν τῷ θεῷ γάρ ἐστιν ἐστηριγμένον, ὃς πρῶτος αὐτὸς καὶ μόνος, στεφηφόρε, ἥδρασε τὴν σὴν ἀσφαλῶς σκηπτουχίαν. Κἂν μή μέ τις γράψαιτο θωπείας λόγων, εἰκὼν ὑπάρχεις τῶν θεοῦ γνωρισμάτων· εὐθύς, ἀληθής, στερρός, ἠκριβωμένος, ἡδύς, προσηνής, εὐσταθής, ἡδρασμένος, ὑψηλός, ἀπρόσιτος ἐν συμβουλίαις, ταπεινός, εὐπρόσιτος εἰς ὁμιλίαν, λαμπτὴρ ἁγνείας, εὐσεβείας φωσφόρος, κοινὸς δικαστής, ἀρρεπὴς ἐν τῇ κρίσει, εὐσυμπάθητος ἐν φιλανθρώπῳ σχέσει, ὀξύς, νοήμων, ἀσφαλὴς βουληφόρος, γενναῖος, ἀκλόνητος ἐν τρικυμίαις. ποῦ θυμὸς ἐν σοί; ποῦ διάρρυτος γέλως; ὀργῆς ἴχνη ποῦ καὶ διαρρέων λόγος; ποῦ κόμπος ἢ φρύαγμα καὶ νοῦς ποικίλος; ποῦ δ' ὀφρύων σύνδεσμος ἢ σκυθρωπότης; οὐδὲν γὰρ ἐν σοὶ τῶν ἀσέμνων τυγχάνει, οὐκ ἦθος εὐκίνητον, οὐ ψευδὴς λόγος, οὐ δεινότητες, οὐ δίγλωσσος καρδία, οὐ στυγνότης πέμπουσα καρδίαις νέφος, οὐ βλέμμα δεινόν, οὐκ ἀπειλῆς ὀξύτης, οὐ πλῆξις, οὐ κάκωσις, οὐ σφοδρὸς πόνος, οὐ τέρψις, οὐ χάριτες, οὐ πολὺς γέλως, οὐ νωθρότης χαυνοῦσα τὴν ψυχὴν ἔσω, οὐ σφοδρότης σφίγγουσα τοὺς ὑπηκόους. Ἔγνω σε γῆ σύμπασα καὶ πᾶσα κτίσις, θάλασσα, νῆσοι, γήλοφοι καὶ κοιλάδες· οἱ βάρβαροι βοῶσι τὰς στρατηγίας, οἱ δυσμενεῖς τρέμουσι τὰς εὐβουλίας, αὐτόχθονες ποθοῦσι Ῥώμης τῆς νέας, οἱ ῥήτορες γράφουσιν ἐξῃρημένον, φιλόσοφοι λέγουσιν ἐκλελεγμένον, στρατηγικοὶ ποθοῦσιν ἠκριβωμένον, ὀξυγράφοι φάσκουσιν ἐπτερωμένον, καὶ πᾶσα θαυμάζει σε τῶν ὄντων φύσις. Ἀλλ' οἱ λόγοι θαρροῦσιν εἰπεῖν τι πλέον καὶ νουθέτησιν εἰσάγειν τῷ σῷ κράτει. μέριζε σαυτὸν ἐν