15 [λγʹ.] Τοῦ αὐτοῦ εἰς τὸ εὐαγγελικόν· «Μαρία· στραφεῖσα ἐκείνη λέγει αὐτῷ»
23 μβʹ. Ἐκ τοῦ πρώτου λόγου τοῦ Περὶ υἱοῦ, εἰς τὸ «τρεῖς αἱ ἀνωτάτω δόξαι περὶ θεοῦ»
48 ξγʹ Ὑμεῖς μὲν τὸ «πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς» ἠρωτήκατε, ὅ τι ποτὲ σημαίνει
82 Ἐκ τῆς πρὸς Φιλιππησίους εἰς τὸ «ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος».
105 Ἐκ τοῦ «πάλιν Ἰησοῦς ὁ ἐμός», εἰς τὸ «πατὴρ ὁ πατὴρ καὶ {οὐκ} ἄναρχος» .
110 Σύντομοι ἀλληγορίαι τῶν παρὰ τοῖς Ἰουδαίοις νομίμων τε καὶ ἐθῶν
μόνος γὰρ οὗτος παρὰ τοὺς ἄλλους ἀκριβεστέραν τὴν πραγματείαν πεποίηται περὶ τὸν θεῖον διάκοσμον.
οὐρανῶν ῥυέντα, πῶς δὲ καὶ τὴν ὑπ' οὐρανὸν πᾶσαν ἐβάδισας; τί γάρ σοι καὶ τοῖς ἄστροις ἢ τῷ ἡλιακῷ φωτὶ ἢ ταῖς ἄλλαις ἐνταῦθα δυνάμεσι, μόλις που τῶν ἐσχάτων ἀνηγμένος τοῦ ἀέρος δι' ἣν πέπονθας πτερορρύησιν, τὰ δ' ἄλλα πεζὸς καὶ σεσυρμένος ὑπάρχων καὶ τοῖς ἐπὶ γῆς ἀνθρώποις ἐπιβουλεύων; περιελθών, φησί, τὴν γῆν καὶ τούσδε ἢ τούσδε κακώσας, ὅσους τε ἡ ἐν τῷ βορρᾷ βόσκει γῆ καὶ ὅσους τὸ νότιον κλίμα συμπεριείληφε, καὶ τοὺς μὲν καταναλώσας πυρί, τοῖς δὲ ὕδωρ ἐπικλύσας ἀθρόον, καὶ ἄλλοις ἀναρρήξας τὴν ἄβυσσον, τοῖς δὲ καὶ θῆρας ἐπαφιείς, καὶ τὰς σὰς ἀρρήτους οἰκονομίας πεπληρωκώς, πάρειμι. Ἀλλὰ μὴ ἡμεῖς οὕτως παρασταίημεν τῷ θεῷ, ἀλλ' ὡς φῶτα τέλεια τῷ καθαρωτάτῳ καὶ πρώτῳ φωτί· γενοίμεθα δὲ καὶ τὴν ἰσχὺν ἀπρόσιτοι καὶ ἀήττητοι, ὡς θαρρούντως ἐπιβαίνειν αὐτῷ καὶ ἢ τὴν «κεφαλὴν» τούτου «συνθλᾶν», τὰς πρώτας πρὸς τὴν ἡμετέραν ψυχὴν εἰσβολάς, ὁπότε δὴ ὡς ὄφις τοῖς ἡμετέροις βουλήμασιν «ἐνσκολιεύεται», ἢ «καταπατεῖν», ἡνίκα πρὸς «λέοντος» ἑαυτὸν μετασκηνώσει μορφὴν καὶ «δράκων» γένηται τὸ οὐ ραῖον ἐπανατείνας· εἰ δὲ καὶ πρὸς «λύκον Ἀραβικὸν» μεταμορφωθείη καὶ «ἀλώπεκα ἀμπελῶνας βραχεῖς διαθρύπτουσαν», τότε καὶ μᾶλλον αὐτῷ ἀντισταίημεν, μὴ χερσὶν ἄγχοντες ἢ ποσὶν ἀποφυγγάνοντες, ἀλλὰ ταῖς πρακτικαῖς αὐτὸν τῶν ἀρετῶν ἀποπνίγοντες καὶ ταῖς θεωρητικαῖς ὑπερπτερυσσόμενοι.
33 νʹ. Εἰς τὸ «καὶ τὰ ἔργα τῶν χειρῶν ἡμῶν κατεύθυνον ἐν ἡμῖν καὶ τὸ ἔργον τῶν χειρῶν ἡμῶν κατεύθυνον»
Πεφιλοσόφηται τοῦτο θαυμασίως τῷ θείῳ ∆αυίδ, νῦν μὲν πληθυντικῶς εἰρηκότι τὸ αὐτὸ ὄνομα, νῦν δὲ εἰς ἑνικὴν σημασίαν συναγαγόντι. ὥσπερ γὰρ τῆς γεωργικῆς ἐπιστήμης πολλά τε ἅμα τὰ ἔργα καὶ ἕν, καὶ πολλὰ μὲν ἂν εἶεν ὁπόσα πρὸ τοῦ σπεῖραι τῷ γεωργικῷ συντετέλεσται καὶ ὁπόσα ἐν τῷ σπέρματι συνεισῆκται, ἓν δὲ ἔργον ἐστὶν ἐφ' ᾧ τὰ ἄλλα προήγηται, ὁ πολλοστῷ μηνὶ τῆς γεωργίας ἀναδεδομένος καρπός (τοῦτο γάρ ἐστι δι' ὃ τὰ ἄλλα προείληπται καὶ τούτου ἕνεκα ἐκεῖνα προεισενή νεκται), οὕτω τῆς κατ' ἀρετὴν τελειότητος ἐν δυσὶ τούτοις ὡς εἰς ἐλάχιστα τεμεῖν διῃρημένης, πράξει καὶ θεωρίᾳ, διττὰ τὰ τῆς πρακτικῆς ἔργα. τὰ μὲν πολλά· ἐπιθυμίαν τε γὰρ δεῖ συστεῖλαι καὶ παιδαγωγῆσαι θυμόν, καὶ ὥσπερ δὴ πώλοις ἐπιβαλεῖν τούτοις τὸν λόγον ἡνίοχον, πιστεῦσαί τε καὶ φοβηθῆναι τὸν πρῶτον φόβον καὶ ἀτελέστερον, συντονίαν τε καὶ κακο πάθειαν ἐπιδείξασθαι, ἐλπίσαι τε καὶ ἀγαπῆσαι θεόν. ἓν δὲ τὸ μετὰ ταῦτα καὶ πρὸς ὃ μάλιστα ὁ πρακτικὸς ἐπείγεται νοῦς, ἡ θεωρία τῶν ὄντων καὶ ἡ γνῶσις τοῦ κρείττονος. Ἱκετηρίαν οὖν ὁ προφήτης πρὸς θεὸν ποιεῖται τά τε ἔργα τῶν χειρῶν κατευθῦναι καὶ τὸ ἔργον τῶν χειρῶν εὔοδον ποιῆσαι καὶ ἀπλανές· εἰ γὰρ καὶ ἐφ' ἡμῖν ἡ φέρουσα πρὸς θεὸν ὁδὸς καὶ ἐν ταῖς τῆς ψυχῆς τοῦτο κεῖται αἱρέσεσί τε καὶ προαιρέσεσιν, ἀλλὰ δεῖ πάντως ἡμῖν καὶ τῆς ἀπὸ τοῦ κρείττονος συντελείας· οὐδὲ γὰρ οὐδ' αὐτὸ τοῦτο ἴσμεν οἷ πεπορεύμεθα, μὴ θεοῦ πάντως εὐοδοῦντος καὶ κατευθύνοντος. αἰτεῖται οὖν τὸν θεὸν ὁ προφήτης εὐθῦναι μὲν αὐτῷ καὶ τὰ ἔργα τῆς πρακτικῆς ἀρετῆς, μάλιστα δὲ τὸ σκοπιμώτατον αὐτῆς ἔργον, τὴν θεωρίαν· οὗ γὰρ ἀναχθῆναι χρὴ καὶ ὁπόσον καὶ πηνίκα, θείας ἔργον ἐπιστασίας τε καὶ τελειώσεως· πολλοὶ γὰρ οἱ ἀντικείμενοι καὶ τὴν ἀνάβασιν παρεκκλίνοντες καὶ τὸ τῆς ἀληθείας ὑποκρινόμενοι φῶς. δυοῖν οὖν ὁδοῖν, κρείττονός τε καὶ χείρονος, ἐπί τε πράξει καὶ θεωρίᾳ προκειμένοιν, ἐφ' ἑκατέρας ἑστᾶσι δυνάμεις· αἱ μὲν ὁδοιποροῦντας ἡμᾶς ἐπὶ θεὸν κατευθύνουσαι, αἱ δὲ ὥσπερ ἀτραποῦ θείας ἐκτρέπουσαι καὶ πρὸς τὴν ἑτέραν τῶν ὁδῶν παρατρέπουσαι· ἐπὶ ταύτῃ γοῦν τῇ πορείᾳ