γάρ· «Πᾶς ἄνθρωπος ψεύ στης»· εὐκαίρως δέ ποτε χρησόμεθα τῷ ῥητῷ ἐπὶ τῶν προπετέστερον καὶ ἀκρίτως εἰπόντων τι ποιήσειν ὅπερ αὐτοῖς μὴ λυσιτελεῖ ἐμμέ 32.8.95 νουσι τῷ κακῶς κεκριμένῳ. ὑποδεικνύντες γὰρ αὐτοῖς ὅτι οὐχ ἕξουσιν μὲν μετὰ τοῦ Ἰησοῦ μέρος, τὴν προπετῆ ἐν ἐπαγγελείᾳ τηρήσαντες φωνήν, δυνήσονται δὲ ἀθετηθέντος τοῦ προειρημένου ἐλπίδα ἔχειν ἀγαθήν, ἀποστήσομεν αὐτοὺς τοῦ ἐμμένειν τοῖς κακῶς κεκριμένοις, κἂν μετὰ ὅρκου διὰ πολλὴν προπέτειαν τὸ τοιοῦτόν 32.8.96 ποτε γένηται. καὶ φήσομεν ὅτι ὥσπερ ὁ εἰπὼν Πέτρος· «Οὐ μὴ «νίψῃς μου τοὺς πόδας εἰς τὸν αἰῶνα», κωλύεται ἐμμένειν τῇ τοῦ λελεγμένου ὁμολογίᾳ, ἵνα ἔχῃ μετὰ τοῦ Ἰησοῦ μέρος, οὕτως καὶ σὺ ὁ δεῖνα ἁμαρτὼν τὴν προπέτειαν καὶ ἀκρίτως ἐπαγγειλάμενος τόδε, βέλτιον ἂν ποιήσαις μεταθέμενος ἐπὶ τὸ τόδε πρᾶξαι εὐλογώτερον 32.8.97 ἀπὸ τοῦ ἐμμένειν τῷ κακῶς κριθέντι. ἐπιστήσαντες δὲ τῷ τε «Ὃ «ἐγὼ ποιῶ σὺ οὐκ οἶδας ἄρτι, γνώσῃ δὲ μετὰ ταῦτα», καὶ τῷ «Ἐὰν «μὴ νίψω σε, οὐκ ἔχεις μέρος μετ' ἐμοῦ», οἱ μὴ βουλόμενοι τοῦτο καὶ τὰ τούτῳ παραπλήσια τροπολογεῖν αἰδεσθέντες παραδεξάσθωσαν τὸ τοιοῦτον εἶδος τῶν εὐαγγελικῶν ἐξετάσεων· ἢ μὴ βουλόμενοι δεικνύτωσαν πῶς εὔλογόν ἐστιν τόν, ὡς ἂν ἐκεῖνοι λέγοιεν, διὰ σεβασμὸν τοῦ Ἰησοῦ εἰπόντα· «Οὐ μὴ νίψῃς μου τοὺς πόδας εἰς τὸν «αἰῶνα» τῷ διδασκάλῳ ἀκοῦσαι ὡς ἄρα οὐχ ἕξει μέρος μετὰ τοῦ υἱοῦ τοῦ θεοῦ, ὡς διὰ μέγιστον ἁμάρτημα τὸ μὴ <ἠθεληκέναι> νενίφθαι τοὺς 32.8.98 πόδας ὑπ' αὐτοῦ. τὸ μὲν γὰρ "7ἐὰν τόδε τὸ πταῖσμα ποιήσεις, οὐχ ἕξεις μέρος μετ' ἐμοῦ"7 χώραν <ἂν> εἶχε λεγόμενον περὶ τῶν προφανῶς ἁμαρτημάτων· τὸ δὲ «Ἐὰν μὴ νίψω σε, οὐκ ἔχεις μέρος μετ' ἐμοῦ» οὐδαμῶς ἔχει τὸ εὔλογον κατὰ τοῦ ἱσταμένου ἐν τῷ τοὺς σωματι 32.8.99 κοὺς πόδας μὴ ἠθεληκέναι νίψασθαι τὸν Πέτρον. νίπτοντος <δὲ> αὐτοῦ τοὺς πόδας, <ἀν>ημερώτατα [ἃ], ὅπερ οὐ θέμις λέγειν, ὁ δι δάσκαλος δόξει ἀποκεκρίσθαι τῷ τιμῶντι αὐτὸν μαθητῇ, ὅπερ ἐστὶν ἀτοπώτατον. 32.9.100 ∆ιὰ τοῦτο παρέχωμεν τῷ Ἰησοῦ τοὺς πόδας ἡμῶν καὶ νῦν ἐγειρομένῳ ἐκ τοῦ δείπνου, καὶ τιθέντι τὰ ἱμάτια καὶ λαμβάνοντι λέντιον καὶ διαζωννύντι ἑαυτόν, καὶ βάλλοντι ὕδωρ εἰς τὸν νιπτῆρα καὶ ἀρχομένῳ νίπτειν τοὺς πόδας ἡμῶν, ὡς μαθητῶν, καὶ ἐκμάσ σειν τῷ λεντίῳ, ᾧ δι' ἡμᾶς γενόμενος ἐν μέσῳ ἡμῶν ὡς ὁ δια 32.9.101 κονῶν διαζώννυται. ἐὰν γὰρ μὴ ποιήσωμεν τοῦτο, οὐχ ἕξομεν μετ' αὐτοῦ μέρος οὐδὲ ὡραῖοι ἔσονται οἱ πόδες ἡμῶν, καὶ μάλιστα ὅτε ζηλοῦντες τὰ μείζονα χαρίσματα θέλομεν ἐγκαταταχθῆναι τοῖς 32.9.102 εὐαγγελιζομένοις τὰ ἀγαθά. πλὴν ὅτι προπετής ἐστι Πέτρος ἀκούσας τὸ «Ἐὰν μὴ νίψω σε, οὐκ ἔχεις μέρος μετ' ἐμοῦ» αἰτούμενος ἐν τῷ παρασχεῖν τοὺς πόδας τῷ Ἰησοῦ, ὑπερβάλλειν ἐθέλει τὰ μέτρα τῆς αἰτήσεως αὐτοῦ, καὶ παρεῖχεν νιφθησομένους ὑπὸ τοῦ Ἰησοῦ οὐκέτι τοὺς πόδας μόνους, ἀλλ' ἤδη καὶ τὰς χεῖρας, ἃς οὐκέτι νίπτεσθαι ὁ Ἰησοῦς ἤθελεν, ὅταν ἄρτον ἐσθίωσιν, καταφρονῶν τῶν λεγο μένων ὅτι «Οἱ μαθηταί σου οὐ νίπτονται τὰς χεῖρας, ὅταν ἄρτον «ἐσθίωσιν», καὶ πρὸς ταῖς χερσὶν τὴν κεφαλήν, ἣν οὐδὲ κατακα λύπτεσθαι ἔτι Ἰησοῦς ἐβούλετο, ἐφ' ἧς ἡ εἰκὼν καὶ ἡ δόξα ἤδη ἦν 32.9.103 τοῦ θεοῦ. ἀρκεῖται γὰρ ἡμῖν, ἐπὰν ἔλθωμεν εἰς ταὐτὸ τοῖς τοῦ Ἰησοῦ μαθηταῖς καιροῦ, τὸ τοὺς πόδας αὐτῷ παρέχειν νίψοντι καὶ ἐκμάσσοντι μόνους· «Ὁ γὰρ λελουμένος οὐκ ἔχει χρείαν νίψασθαι, «ἀλλ' ἔστιν καθαρὸς ὅλος»· εἰ δέ τις μή ἐστιν ὅλος καθαρός, οὐκ ἐλούσατο. 32.9.104 Ζητήσαι δέ τις ἄν, εἰ ὁ λελουμένος οὐκ ἔχει χρείαν νίψασθαι ἀλλ' ἔστιν καθαρός, καὶ ἦσαν οἱ τοῦ Ἰησοῦ μαθηταὶ καθαροί, ὡς λελουμένοι, πῶς βάλλει ὕδωρ εἰς τὸν νιπτῆρα καὶ ἤρξατο νίπτειν 32.9.105 τοὺς πόδας τῶν μαθητῶν ὁ Ἰησοῦς; εἰς τοῦτο δὲ καὶ προλαβόντες 32.9.106 μὲν ἐκ μέρους εἰρήκαμεν καὶ νῦν ἐκείνοις ταῦτα προσθήσομεν. τὸ «Χρείαν ἔχομεν» ἐπὶ τῶν ἀναγκαίων, ὧν ἄνευ διαζῆν τις οὐ δύναται, τέτακται· ὥστ' ἂν ἐν σωματικοῖς εἰπεῖν χρείαν ἔχειν τὸν ἄνθρωπον οὐ πλειόνων, ἀλλὰ τούτων μόνων, περὶ ὧν φησιν ὁ Παῦλος· «Ἔχοντες δὲ διατροφὴν καὶ σκεπάσματα, τούτοις