τὸ «ὁμοούσιον» ἐξ ἀρχῆς φρονούντων μὴ θελησάντων αὐτοῖς κοινωνεῖν, διότι ἐκ τῆς Ἀρειανῆς ψήφου τὴν χειροτονίαν Μελέτιος εἶχε λαβὼν, καὶ ὅτι ἀκολουθήσαντες αὐτῷ ὑπ' ἐκείνων βαπτισθέντες ἐτύγχανον. Τοῦτον μὲν οὖν τὸν τρόπον καὶ ἡ ἐν Ἀντιοχείᾳ ἐκκλησία εἰς ἕτερον ὁμόδοξον διετέθη μέρος. Ὁ μέντοι βασιλεὺς, πυθόμενος κινεῖσθαι πάλιν κατὰ Ῥωμαίων τὰ Περσῶν ἔθνη, ταχέως ἐπὶ τὸν Ἀντιόχειαν ὥρμησεν. 2.45 Περὶ τῆς Μακεδονίου αἱρέσεως. Μακεδόνιος δὲ τῆς Κωνσταντινουπόλεως ἐκβληθεὶς, καὶ μὴ φέρων τὴν καταδίκην, ἡσυχάζειν οὐδαμῶς ἠνείχετο· ἀλλὰ ἀποκλίνει μὲν πρὸς τοὺς τοῦ ἑτέρου μέρους, οἳ ἐν τῇ Σελευκείᾳ καθεῖλον τοὺς περὶ Ἀκάκιον· διεπρεσβεύετο δὲ πρός τε Σωφρόνιον καὶ Ἐλεύσιον, ἀντέχεσθαι μὲν τῆς πρότερον ἐν Ἀντιοχείᾳ ἐκτεθείσης πίστεως, μετὰ ταῦτα δὲ ἐν Σελευκείᾳ βεβαιωθείσης, καὶ παρασήμῳ ὀνόματι «ὁμοιούσιον» τὴν πίστιν ἐπιφημισθῆναι παρῄνεσε. Συνέρρεον οὖν πρὸς αὐτὸν πολλοὶ τῶν γνωρίμων αὐτῷ, οἳ νῦν «Μακεδονιανοὶ» χρηματίζουσιν ἐξ αὐτοῦ· ὅσοι τε ἐν τῇ κατὰ Σελεύκειαν συνόδῳ τοῖς περὶ Ἀκάκιον διεκρίθησαν, φανερῶς τὸ «ὁμοιούσιον» ἐδογμάτισαν, τὸ πρότερον ἤδη μὲν οὐκ ἐκτρανοῦντες αὐτό. Φήμη δέ τις παρὰ τοῖς πολλοῖς ἐκράτει, ὡς οὐκ εἴη Μακεδονίου τοῦτο εὕρεμα, Μαραθωνίου δὲ μᾶλλον, ὃν μικρὸν ἔμπροσθεν τῆς Νικομηδείας πεποιήκεισαν ἐπίσκοπον· διὸ καὶ «Μαραθωνιανοὺς» καλοῦσιν αὐτούς. Τούτοις δὴ προσφεύγει καὶ Εὐστάθιος, ὁ τῆς Σεβαστείας ἐκβληθεὶς διὰ πρόφασιν ἣν μικρῷ πρότερον εἴρηκα. Ὡς δὲ ὁ Μακεδόνιος τὸ Ἅγιον Πνεῦμα συναναλαβεῖν εἰς τὴν θεολογίαν τῆς Τριάδος ἐξέκλινε, τότε δὴ καὶ Εὐστάθιος, «Ἐγὼ,» ἔφη, «οὔτε Θεὸν ὀνομάζειν τὸ Πνεῦμα τὸ Ἅγιον αἱροῦμαι, οὔτε κτίσμα καλεῖν τολμήσαιμι.» ∆ιὰ ταύτην δὲ τὴν αἰτίαν καὶ «Πνευματομάχους» ἀποκαλοῦσιν αὐτοὺς οἱ τὸ «ὁμοούσιον» φρονοῦντες. Ὅπως μὲν οὖν οἱ περὶ Μακεδόνιον εἰς τὸν Ἑλλήσποντον πλεονάζουσι, κατὰ χώραν ἐρῶ. Οἱ δὲ περὶ Ἀκάκιον σπουδὴν πεποίηνται αὖθις ἐν τῇ Ἀντιοχείᾳσυνελθεῖν, μεταγνόντες ὅτι ὅλως «ὅμοιον» εἰρήκασι τὸν Υἱὸν τῷ Πατρί. Τῇ οὖν ἑξῆς ὑπατείᾳ, ἥτις ἐστὶ Ταύρου καὶ Φλωρεντίου, γενόμενοι κατὰ τὴν Συρίας Ἀντιόχειαν, Εὐζωΐου κρατοῦντος τῆς ἐκεῖ ἐκκλησίας, καὶ τοῦ βασιλέως ἐν αὐτῇ διατρίβοντος, ὀλίγοι τινες ἀνεκίνουν αὖθις τὰ δεδογμένα αὐτοῖς, φάσκοντες δεῖν περιαιρεθῆναι τὴν τοῦ «ὁμοίου» λέξιν ἐκ τῆς ἐκδοθείσης πίστεως ἐν τῇ Ἀριμήνῳ καὶ ἐν Κωνσταντινουπόλει· οὐκέτι ἐπικρύπτοντες, ἀλλὰ ἀναφανδὸν λέγοντες, ὅτι «κατὰ πάντα ἀνόμοιος ὁ Υἱὸς τῷ Πατρὶ, οὐ μόνον κατὰ τὴν οὐσίαν, ἀλλὰ δὴ καὶ κατὰ βούλησιν·» ἐξ οὐκ ὄντων τε αὐτὸν, ὡς Ἄρειος ἔλεγε, καὶ αὐτοὶ γενέσθαι ἀπεφῄναντο. Συνελαμβάνοντο δὲ ταύτῃ τῇ δόξῃ οἱ ἐν Ἀντιοχείᾳ τότε τὰ Ἀετίουφρονοῦντες· διόπερ, μετὰ τοῦ ἔχειν τὴν Ἀρειανὴν προσωνυμίαν, ἔτι καὶ «Ἀνόμοιοι» καὶ «Ἐξουκόντιοι» ἐκλήθησαν ὑπὸ τῶν ἐν Ἀντιοχείᾳ φρονούντων μὲν τὸ «ὁμοούσιον,» διῃρημένων δὲ τότε διὰ τὴν ἐπὶ Μελετίῳ γενομένην αἰτίαν, ὥς μοι καὶ πρότερον εἴρηται. Ἐρωτηθέντες δ' οὖν ὅμως παρ' ἐκείνων, διὰ τί, ἐν τῇ ἐκθέσει τῆς ἑαυτῶν πίστεως «Θεὸν ἐκ Θεοῦ» τὸν Υἱὸν εἰπόντες, ἀνόμοιόν τε καὶ ἐξ οὐκ ὄντων τολμῶσιν ὀνομάζειν, τοιοῖσδε σοφίσμασιν ἐπεχείρουν τὴν ἀντίθεσιν ἀποδύεσθαι· ὅτι «οὕτως,» φησὶν, «εἴρηται τὸ "ἐκ Θεοῦ," ὡς εἴρηται παρὰ τῷ ἀποστόλῳ, "Τὰ δὲ πάντα ἐκ τοῦ Θεοῦ·" ἓν οὖν τῶν πάντων, καὶ ὁ Υἱός ἐστιν ἐκ τοῦ Θεοῦ· καὶ διὰ τοῦτο πρόσκειται ἐν ταῖς ἐκδόσεσι τὸ "κατὰ τὰς γραφάς."« Τούτου δὲ τοῦ σοφίσματος ἀρχηγὸς ἦν Γεώργιος ὁ Λαοδικείας ἐπίσκοπος· ὅστις ἀνάγωγος ὢν τῶν τοιούτων λόγων, ἠγνόησεν ὅπως τὰ τοιαῦτα τοῦ ἀποστόλου ἰδιώματα τοῖς ἀνωτέρω χρόνοις Ὠριγένης πλατύτερον ἐξετάσας ἡρμήνευσεν. Ἀλλ' ὅμως, εἰ καὶ τοιαῦτα ἐπεχείρουν σοφίζεσθαι, τοὺς ὀνειδισμοὺς καὶ τὴν κατάγνωσιν οὐ φέροντες, ἀνέγνωσαν τὴν αὐτὴν πίστιν ἣν καὶ ἐν Κωνσταντινουπόλει· καὶ οὕτως κατὰ πόλεις τὰς ἑαυτῶν ἀνεχώρησαν. Γεώργιος μὲν οὖν ἐπὶ τὴν Ἀλεξάνδρειαν ὁρμήσας τῶν τε ἐκκλησιῶν ἔτι ἐκράτει, Ἀθανασίου ἔτι ἀφανοῦς τυγχάνοντος, καὶ τοὺς ἐν