1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

78

γὰρ οὐδὲν βλάψειεν ἂν οὔτε Μέλητος οὔτε Ἄνυτος. Οὐδὲ γὰρ ἂν δύναιντο· οὐ γὰρ οἶμαι θεμιτὸν εἶναι βελτίονι ἀνδρὶ ὑπὸ χείρονος βλάπτεσθαι. Ἀποκτείνειε μέντ' ἂν ἴσως ἢ ἐξελάσειεν ἢ ἀτιμάσειεν· ἀλλὰ ταῦτα οὗτος μὲν ἴσως οἴεται εἶναι καὶ ἄλλος τίς που μεγάλα κακά· ἐγὼ δὲ οὐκ οἶμαι, ἀλλὰ πολὺ μᾶλλον ποιεῖν ἃ οὗτος νυνὶ ποιεῖ, ἄνδρα ἀδίκως ἐπι χειρῶν ἀποκτιννύναι." 8.56 Τοιαῦτα μὲν οὖν ὁ Σωκράτης καὶ ἐν αὐτῷ γε τῷ ἀγῶνι πεφι λοσόφηκεν, ὡς ὁ Πλάτων μεμαρτύρηκεν, ἀλλ' ὅμως τῆς τῶν μαρτύρων τιμῆς οὐ τετύχηκεν· οὔτε γὰρ σηκὸν ἐκείνῳ ἐδείμαντο οὔτε τέμενος ἀφιέρωσαν οὔτε πανήγυριν ἀπεκλήρωσαν οἱ τῶν ἐκείνου λόγων μετειληχότες, ἀλλὰ καὶ σοφὸν γενόμενον καὶ ἀνδρεῖον, ἀγέραστον εἴασαν, καίτοι ἄδικόν γε κἀκεῖνος ὑπομεμε νήκει σφαγήν. Ἀλλ' οὐκ ἀρίστην γε εἶχε καὶ ἀκραιφνῆ τὴν εὐσέβειαν· ἀνεμέμικτο γὰρ αὐτῇ τοῦ τηνικάδε κατεσχηκότος πλά 8.57 νου πολλά. Ὅθεν δὴ οὐδὲ τῆς μετὰ τὴν τελευτὴν ἠξιώθη τιμῆς· οὐδέ γε Ἀνάξαρχος ἐκεῖνος, ὃς ὑπέροις πτισσόμενος σιδηροῖς ἔλεγεν, ὥς φασι, "πτίσσε, πτίσσε τὸν Ἀναξάρχου θύλακον· Ἀνάξαρχον γὰρ οὐ πτίσσεις", οὐδὲ Ζήνων ὁ Ἐλεάτης, ὃς ἀναγκαζόμενος κατειπεῖν τι τῶν ἀπορρήτων, ἀντέσχε πρὸς τὰς βασάνους οὐδὲν ἐξομολογούμενος· ὡς δέ φησιν Ἐρατοσθένης ἐν τοῖς Περὶ ἀγαθῶν καὶ κακῶν, δείσας οὗτος, μὴ τῇ τῶν παθῶν ὑπερβολῇ βιασθεὶς ἐξείπῃ τι τῶν ξυγκειμένων καὶ τοὺς στασιώτας μηνύσῃ, τὴν γλῶτταν τοῖς ὀδοῦσι τεμὼν προσέπτυσε τῷ τυράννῳ. 8.58 Ταὐτὸ δὲ τοῦτο καὶ Θεόδοτόν φασι ποιῆσαι τὸν Πυθαγόρειον καὶ Παῦλον τὸν Λακύδου γνώριμον, ὡς ὁ Περγαμηνὸς Τιμόθεος ἐν τῷ Περὶ τῆς τῶν φιλοσόφων ἀνδρείας ξυνέγραψε· ξυμμαρτυρεῖ δὲ τούτῳ καὶ Ἀχαϊκὸς ἐν τοῖς Ἠθικοῖς. Ἀλλ' ὅμως τούτων οὐδεὶς τῆς τῶν μαρτύρων ἠξιώθη τιμῆς· 8.59 οὐδὲ μὴν ἐκεῖνοι οἱ τὰ λαμπρὰ καὶ πολυθρύλητα στήσαντες τρό παια, οὐ Μιλτιάδης, οὐ Κίμων, οὐ Περικλῆς, οὐ Θεμιστοκλῆς, οὐκ Ἀριστείδης ὁ Λυσιμάχου· καίτοι οὗτος οὐκ ἀνδρεῖος μόνον, ἀλλὰ καὶ δίκαιος ἐνενόμιστο· ἀλλ' ὅμως οὔτε οὗτος οὔτε Βρασί δας ὁ Σπαρτιάτης, οὐκ Ἀγησίλαος, οὐ Λύσανδρος ὁ τὴν δυνασ τείαν καταλύσας τῶν Ἀθηναίων, οὐ Πελοπίδας ὁ Βοιωτάρχης, οὐκ Ἐπαμεινώνδας ὁ τὴν Λακωνικὴν ληϊσάμενος καὶ τῇ Σπάρτῃ προσενεγκεῖν τὴν στρατιὰν τολμήσας, οὐχ οἱ Ῥωμαίων περι φανέστατοι στρατηγοί, ὁ Σκιπίων ὁ πρῶτος, ὁ ἐκείνου ὁμώνυμος, ὁ Κάτων, ὁ Σύλλας, ὁ Μάριος, ὁ Πομπήϊος, ὁ Καῖσαρ αὐτός. 8.60 Τούτων γὰρ ἕκαστος ἐν μὲν ταῖς στρατηγίαις καὶ ταῖς ἐν πολέ μοις ἀνδραγαθίαις διέπρεψε, τοῦ δὲ τῶν μαρτύρων οὐ μετέλαχε γέρως. Καὶ τί λέγω τοὺς στρατηγούς; οὐδὲ γὰρ οἱ τῆς οἰκουμένης βεβασιλευκότες ταύτης ἀπέλαυσαν τῆς τιμῆς, οὐ Κῦρος, οὐ ∆αρεῖος, οὐ Ξέρξης, οὐκ Ἀλέξανδρος ὁ Φιλίππου-τοὺς γὰρ ἐπισήμους καταλέγω μόνους-, οὐκ Αὔγουστος, οὐκ Οὐεσπα σιανός, οὐ Τραϊανός, οὐκ Ἀδριανός, οὐκ Ἀντωνῖνος· ἀλλ' οὗτοι πάντες ζῶντες μὲν ἦσαν περίβλεπτοι καὶ τοὺς βαρβάρους ἐνίκων καὶ μετὰ τὰς νίκας πομπὰς ἐπετέλουν καὶ ἑορτάς, ἐπειδὴ δὲ 8.61 ἐτελεύτησαν, οὐδὲν τῶν πολλῶν διαφέρουσιν· οὔτε γὰρ τάφους ἔχουσιν ἐπισήμους οὔτε δημοθοινίαις ἐτησίοις γεραίρονται. Τίς γὰρ δὴ οἶδε τὸν Ξέρξου γε τάφον ἢ τὸν ∆αρείου; τίς δὲ τὸν Ἀλεξάνδρου, τοῦ τοσούτων ἐθνῶν ἐν ὀλιγίστῳ γε χρόνῳ κρα τήσαντος; Καὶ τί λέγω τοὺς παλαιούς; οὐδὲ γὰρ τὸ Αὐγούστου σῆμα δῆλόν ἐστιν ἢ τῶν ἄλλων, ὅσοι μετὰ τοῦτον τὴν Ῥωμαίων ἰθύναντες βασιλείαν ἠγνόησαν τὸν ταύτης δοτῆρα καὶ χορηγόν, μόνων δὲ τῶν εὐσεβῶν βασιλέων οἱ τάφοι δῆλοι καὶ γνώριμοι, οἱ δὲ τῶν μεταξὺ δυσσεβῶς βεβασιλευκότων φαίνονται μέν, τιμῆς δὲ οὐδὲ σμικρᾶς ἀπολαύουσιν· οὐ μόνον γὰρ τῆς βασιλικῆς ἀπεστέρηνται, ἀλλὰ καὶ ἧς οἱ τῶν ἰδιωτῶν μετεσχήκασιν. 8.62 Καίτοι τινὲς τῶν ἀνοήτων καὶ θεοὺς σφᾶς ἀνηγόρευσαν καὶ νεὼς ἑαυτοῖς ἐδομήσαντο. Καὶ γὰρ Ἀντίοχος ἐπεκλήθη θεός, καὶ Γάϊος ὁ Τιβερίου διάδοχος, καὶ Οὐεσπασιανὸς καὶ Ἀδρια νὸς μεγίστους ἑαυτοῖς νεὼς ᾠκοδόμησαν, ἀλλὰ ξὺν τῇ ζωῇ καὶ τὴν δυσσεβῆ τιμὴν ἀφῃρέθησαν. Οἱ δὲ τῶν καλλινίκων μαρτύρων σηκοὶ λαμπροὶ καὶ περίβλεπτοι καὶ μεγέθει διαπρεπεῖς καὶ παν 8.63