78
Τριάδος μυστήριον. Πηγὴν γὰρ ζωῆς τὸν μονογενῆ τοῦ Θεοῦ Λόγον ὠνό μασεν. Οὕτω γὰρ καὶ αὐτὸς ἑαυτὸν διὰ Ἱερεμίου τοῦ προφήτου καλεῖ· "Ἐμὲ ἐγκατέλιπον πηγὴν ὕδατος ζωῆς, καὶ ἐπορεύθησαν, καὶ ὤρυξαν ἑαυτοῖς λάκ κους συντετριμμένους, οἳ οὐ δυνήσονται ὕδωρ συ σχεῖν." Λέγει τοίνυν τὴν πηγὴν ταύτην παρὰ τῷ Πατρὶ εἶναι, κατὰ τὴν εὐαγγελικὴν διδασκαλίαν τὴν λέγουσαν· "Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί." -"Ἐν τῷ φωτί σου ὀψόμεθα φῶς." Ὑπὸ γὰρ τοῦ παναγίου Πνεύματος φωτιζόμενοι τὰς τοῦ Μονογενοῦς σου θεωροῦμεν ἀκτῖνας. "Οὐδεὶς γὰρ, φησὶ, δύναται εἰπεῖν Κύριον Ἰησοῦν, εἰ μὴ ἐν Πνεύ ματι ἁγίῳ." Καί· "Ἡμῖν ὁ Θεὸς ἀπεκάλυψε διὰ τοῦ Πνεύματος αὑτοῦ." Μεμαθήκαμεν τοίνυν ἀκρι βῶς διὰ τῶν προφητικῶν λόγων τὰς τρεῖς τῆς μιᾶς θεότητος ἰδιότητας. 80.1125 ιαʹ. "Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε· καὶ τὴν δικαιοσύνην σου τοῖς εὐθέσι τῇ καρδίᾳ." Τοιγάρτοι διηνεκῶς τῆς ἡμέρου σου καὶ δικαίας με τάδος κηδεμονίας, τῆς θεογνωσίας ἠξιωμένοις, καὶ ἀγαθὰ πράττειν προαιρουμένοις. Ἀμφότερα γὰρ περὶ τῶν αὐτῶν εἴρηκε, κατὰ τὸ οἰκεῖον ἰδίωμα τῇ διαιρέσει χρησάμενος. Οὐ γὰρ ἄλλους λέγει τοὺς εἰ δότας αὐτὸν, ἄλλους δὲ τοὺς εὐθεῖς τῇ καρδίᾳ, οὐδὲ τοῖς μὲν τὸν ἔλεον, τοῖς δὲ τὴν δικαιοσύνην ἐξ ῄτησεν· ἀλλὰ τὴν τελείαν ἀρετὴν ἐν ἀληθέσι δόγ μασι καὶ πράγμασιν ἀγαθοῖς ὁρισάμενος, τοῖς ταύτην κεκτημένοις τὸν ἔλεον καὶ τὴν δικαιοσύνην ἐπήγγειλεν. ιβʹ, ιγʹ. "Μὴ ἐλθέτω μοι ποῦς ὑπερηφανίας, καὶ χεὶρ ἁμαρτωλοῦ μὴ σαλεύσῃ με. Ἐκεῖ ἔπεσον πάν τες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν· ἐξώσθησαν, καὶ οὐ μὴ δύνωνται στῆναι." Τὸ "Ἐκεῖ ἔπεσον πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν," ὁ Σύμμαχος οὕτως ἡρμήνευσεν· Ὅπου πίπτουσιν οἱ ἐργαζόμενοι τὴν ἀνομίαν, ὠθοῦνται καὶ οὐ δυνήσονται στῆναι. Αἰτεῖ δὲ ὁ προφήτης τῆς φύσεως τὰ μέτρα φυλάττειν, καὶ τῆς εὐθείας ὁδοῦ μὴ παρατραπῆναι ταῖς τῶν παρανόμων ἐπιβουλαῖς· ἅτε δὴ γινώσκων τῆς ἐναν τίας ὁδοῦ τὸ τέλος. Οἱ γὰρ εἰς ἐκεῖνο, φησὶ, καταπί πτοντες, ἀναστῆναι λοιπὸν καὶ εἰς τὴν ἑτέραν δρα μεῖν οὐ δυνήσονται. Τούτοις ἔοικε τὰ εἰρημένα ἐν τῷ ἕκτῳ ψαλμῷ· "Ὅτι οὐκ ἔστιν ἐν τῷ θανάτῳ ὁ μνημονεύων σου· ἐν δὲ τῷ ᾄδῃ τίς ἐξομολογήσεταί σοι;"
ΕΡΜΗΝ. ΤΟΥ Λςʹ ΨΑΛΜΟΥ. αʹ. "Ψαλμὸς τῷ ∆αβίδ. Μὴ παραζήλου ἐν πονη ρευομένοις· μηδὲ ζήλου τοὺς
ποιοῦντας τὴν ἀνο μίαν." Τῇ πείρᾳ μαθὼν ὁ θεῖος ∆αβὶδ, ὅσων ἀγαθῶν πρόξενος ἡ πραότης, καὶ ὅτι τῶν ἀδικίᾳ συζώντων καὶ ἀλαζονείᾳ χρωμένων, τὸ τέλος ἀνιαρὸν καὶ τῷ βίῳ κατάλληλον· ἐμεμαθήκει δὲ ταῦτα ἔκ τε τῶν κατὰ τὸν Σαοὺλ καὶ τὸν Ἀβεσσαλὼμ, καὶ τῶν ἄλλων, ὅσοι τούτων δεδράκασι παραπλήσια· παραίνεσιν εἰσ φέρει πᾶσιν ἀνθρώποις· φέρειν μὲν καλῶς παρα καλῶν τὰ προσπίπτοντα λυπηρὰ, τὰς δὲ τῶν πονηρῶν ἀνθρώπων εὐημερίας καὶ εὐπραξίας μὴ μακαρίας νομίζειν, ἀθλίας δὲ μᾶλλον ἀποκαλεῖν· οὗ δὴ χά ριν εὐθὺς ἀρξάμενος τοῦ ψαλμοῦ, φησί· "Μὴ παραζήλου ἐν πονηρευομένοις, μηδὲ ζήλου τοὺς ποιοῦντας τὴν ἀνομίαν." Τὸ δὲ μὴ παραζήλου ὁ μὲν Σύμμαχος, μὴ φιλονείκει, ὁ δὲ Θεοδοτίων, μὴ παρ ερεθίζου ἡρμήνευσεν· ἀντὶ τοῦ, Μὴ παροξύνου εἰς μίμησιν τῶν παρανομίᾳ συζώντων, τὴν προσγενο 80.1128 μένην αὐτοῖς εὐκληρίαν θεώμενος. Καὶ δεικνὺς τῆς εὐποτμίας τὸ πρόσκαιρον, εὐθὺς ἐπήγαγεν· βʹ. "Ὅτι ὡσεὶ χόρτος ταχὺ ἀποξηρανθήσονται, καὶ ὡσεὶ λάχανα χλόης ταχὺ ἀποπεσοῦνται." Ταῦτα καὶ ὁ μακάριος Ἡσαΐας ἔφη· "Πᾶσα σὰρξ χόρτος, καὶ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου· ἐξηράνθη ὁ χόρτος, καὶ τὸ ἄνθος αὐτοῦ ἐξέπεσε, τὸ δὲ ῥῆμα Κυρίου μένει εἰς τὸν αἰῶνα." Τοῦτο δὲ καὶ ὁ μακάριος ἔφη ∆αβίδ· γʹ, δʹ. "Ἔλπισον ἐπὶ Κύριον, καὶ ποίει χρηστό τητα, καὶ κατασκήνου τὴν γῆν, καὶ ποιμανθήσῃ ἐπὶ τῷ πλούτῳ αὐτῆς. Κατατρύφησον τοῦ Κυρίου, καὶ δῴη σοι τὰ αἰτήματα τῆς καρδίας σου." ∆ιὰ πάντων ἐδίδαξε τῆς εἰς Θεὸν ἐλπίδος τὸ κερδαλέον· ὁ γὰρ εἰς αὐτὸν, φησὶν, ἐλπίζων, καὶ ὑπ' αὐτοῦ ποι μαινόμενος, τῶν ὑπ' αὐτοῦ