78
ἐκεῖσε εἰκόνα, οὐ τὴν ὕλην προσεπτύξατο, ὅτι μηδὲ δι' αὐτὴν πρόσεισιν, ἀλλὰ τὸ ἐν αὐτῇ ἀπεικονισθὲν αὐτοῦ ὁμοίωμα, δι' ὃ καὶ προσέφυ τῇ ὕλῃ. ἀμέλει μεταστάντος αὐτοῦ τοῦ ἐσόπτρου συναπέστη αὐτῷ ἅμα καὶ τὸ ἴνδαλμα, ὡς μὴ κοινωνοῦν τι τῇ τοῦ ἐσόπτρου ὕλῃ, ὥσπερ οὖν καὶ ἐπὶ τῆς εἰκονικῆς ὕλης, ὅτι ἀφανισθέντος τοῦ ἐν αὐτῇ ὁρωμένου ὁμοιώματος, ἐφ' ᾧ ἡ προσκύνησις, ἔμεινεν ἡ ὕλη ἀπροσκύνητος, ὡς μηδὲν κοινωνοῦσα τῷ ὁμοιώματι. Ἔστω πάλιν δακτύλιος ἐγκεχαραγμένος βασιλικὴν εἰκόνα, εἶτα ἐκτυπούσθω ἐν κηρῷ, ἐν πίσσῃ, ἐν πηλῷ. ἡ μὲν οὖν σφραγὶς μία καὶ ἡ αὐτὴ ἀπαράλλακτος ἐν ἀμφοτέραις ταῖς ὕλαις, αἱ δὲ πρὸς ἀλλήλας διαφορούμεναι· οὐκ ἂν δὲ ἐν ταῖς διαφορουμέναις ἀπαράλλακτος ἔμεινεν ἢ παρὰ τὸ μηδὲν ταῖς ὕλαις κοινωνεῖν, ἀλλ' εἶναι αὐτὴν τῇ ἐπινοίᾳ τούτων κεχωρισμένην, μένουσαν ἐν τῷ δακτυλίῳ. οὕτως οὖν καὶ τὸ τοῦ Χριστοῦ ὁμοίωμα, κἂν ἐν ὁποιᾳοῦν ὕλῃ κεχαρακτήρι σται, ἀκοινώνητόν ἐστι τῇ ἐν ᾗ δείκνυται ὕλῃ, μένον ἐν τῇ τοῦ Χριστοῦ ὑποστάσει, ἧσπέρ ἐστι καὶ ἴδιον. καὶ ἁπλῶς εἰπεῖν, οὐ λατρεύεται ἡ εἰκὼν τοῦ Χριστοῦ, ἀλλ' ὁ ἐν αὐτῇ προσκυνούμενος Χριστός, καὶ προσκυνητέον αὐτῇ κατὰ τὸ ταὐτὸν τῆς ὑποστάσεως τοῦ Χριστοῦ, παρὰ δὲ τὸ τῆς οὐσίας τῆς εἰκόνος διάφορον. Οὕτω τοιγαροῦν, ὡς ἐμὲ γοῦν εἰδέναι, τῇ τῶν ἁγίων πατέρων διδασκαλίᾳ ἐπερειδόμενον, ἡ τῆς εἰκόνος τοῦ Χριστοῦ προσκύνησις. ἧς ἀναιρουμένης ἀνῄρηται δυνάμει καὶ ἡ Χριστοῦ οἰκονομία, καὶ ἧς μὴ προσκυνουμένης ἀνῄρηται ὡσαύτως καὶ ἡ Χριστοῦ προσκύνησις. καὶ διὰ τοῦτο, ὦ θεῖε πάτερ, σὺν φόβῳ καὶ εὐλαβείᾳ προσιτέον καὶ προσκυνητέον αὐτῇ, ὡς τῆς προσκυνήσεως ἐπὶ τὸν Χριστὸν διαβαινούσης, καὶ πιστευτέον χάριν θείαν ἐν αὐτῇ ἐπιφοιτᾶν καὶ ἁγιασμοῦ αὐτὴν ὑπάρχειν μεταδοτικὴν τοῖς πίστει προσιοῦσιν. ἐπεὶ καὶ ἐπὶ τοῦ τύπου τοῦ ζωοποιοῦ σταυροῦ, τῆς εἰκόνος τῆς τε παναγίας Θεοτόκου καὶ πάντων τῶν ἁγίων πάσης ἁγιωτικῆς εἰκόνος προσκυνήσεως διὰ μέσου τῶν κατ' αὐτὰς πρωτοτύπων ἐπὶ θεὸν ἀναβαινούσης καὶ διὰ τοῦτο μιᾶς καὶ μόνης οὔσης λατρευτικῆς προσκυνήσεως τῆς ἁγίας καὶ ὁμοουσίου Τριάδος, δι' ἣν ἐπὶ τῶν ἄλλων αἱ διάφοροι προσκυνήσεις καὶ πρὸς ἣν ἡ ἀναφορὰ τῶν ἁπασῶν προσκυνήσεων ἑνιαία. εἰ δέ τι ἀγνοίᾳ ἐσφαλμένως εἴρηκα ἢ τοῦ καθήκοντος ἐνδεῶς ἢ πέρα, ὡς πατὴρ ἀγαθὸς τὸ μὲν ἐπανορθοῦν, τὸ δὲ ἀναπληροῦν, τὸ δὲ καὶ περιελεῖν ἀξίωσον, εὐχόμενος καὶ ὑπερευχόμενος τῆς ταπεινώσεώς μου καὶ νοεῖν ὀρθῶς καὶ λέγειν ἀπταίστως καὶ πράττειν ἀνεπιψόγως. 58 {1Τοῖς ἁγίοις μου πατράσι καὶ ὁμολογηταῖς Χριστοῦ, Ἰωάννῃ, Μιχαὴλ καὶ Βασιλείῳ}1 Καὶ νῦν ἐπιστεῖλαι εὖ ἔχειν ἐδοκίμασα τοῖς ἐμοῖς πατράσι, καὶ ἐπιστεῖλαι ὁμοῦ, ὡς τῆς αὐτῆς ἀρετῆς καὶ ὁμονοίας, μᾶλλον δὲ μαρτυρίας Χριστοῦ ἠξιωμένοις. ἐπειδὴ γὰρ εὐδόκησεν ὁ ἀγαθὸς θεὸς ἡμῶν ἀφεθῆναι καὶ ἡμᾶς τοὺς ἁμαρτωλοὺς τῆς φυλακῆς τῇ μεσιτείᾳ τοῦ ἀγαθοῦ βασιλέως, ὥσπερ τι ἕδνον προσφέρω ὑμῖν τὸ γράμμα, χαίρων καὶ συγχαίρων ὑμῶν τῇ πατρωσύνῃ καὶ τῇ, οἷον εἰπεῖν, κατὰ Χριστὸν νίκῃ. καὶ γὰρ νενικήκατε τὸν πονηρόν, ὦ θαυμάσιοι, καὶ ἔνδον διὰ τῆς πάλης τῶν λογισμῶν καὶ ἐκτὸς διὰ τῆς ἐνθέου ὑπομονῆς, μὴ κάμψαντες γόνυ τῷ ὑπηρετοῦντι δράκοντι. ἐκείνου γὰρ ἀριδήλως ὑπουργὸς Λέων ὁ παγκάκιστος, ἐκείνου θεραπευτής, ὁ τῆς εἰκόνος Χριστοῦ ὑβριστὴς καὶ τῶν ἁγίων φονευτής, ἑκάτερος ἑκατέρῳ συμφωνήσας καὶ συνθήκην ἄμφω ποιησάμενοι περιελεῖν τὸ ὄνομα Χριστοῦ δι' ἀφαιρέσεως τοῦ θείου καὶ προσκυνητοῦ αὐτοῦ χαρακτῆρος· ἐπεὶ μὴ πέφθακεν ὁ καιρὸς τῆς δευτέρας θείας ἐπιφανείας, ἵνα ὁλοφανῶς Χριστὸς ἀρνηθείη. Ἀλλ' εὐλογητὸς ὁ θεός, ὅς καὶ τὸν διώκτην ὤλεσεν θανάτῳ περιβοήτῳ καὶ ἀξιολόγῳ τῆς ἀποστασίας (ἔδει γὰρ τὸν τεμόντα τὸ κυριακὸν σῶμα ξίφει κατατμηθέντα ἀπορρῆξαι τὴν ζωὴν) καὶ ὑμᾶς στεφανίτας ἀναδείξας κλέος τῇ ἑαυτοῦ ἐκκλησίᾳ περιεποιήσατο, ἀρετῆς ἀλείπτας, ἔρεισμα πίστεως, ἑδραιώματα ἀληθείας, ὑποδείγματα καρτερίας, τῷ ὄντι καθηγητάς, ὡς ἀληθῶς μοναστάς,