78
ἐπίορκον. ὁ δὲ παράνομος ἀναιδῶς ἔλεγε νόμον εἶναι κελεύοντα βασιλέα κατ' ἀνάγκην ἐπιορκεῖν καὶ ψεύδεσθαι. ταῦτα ὁ παρανομώτατος μανιχαιόφρων. κδʹ. κʹ. βʹ. γʹ. δʹ. θʹ. γʹ. Τούτῳ τῷ ἔτει Βιταλιανὸς ἀγανακτήσας κατὰ Ἀναστασίου διὰ τὴν ἐπιορκίαν πολλὰ κακὰ τοῖς ὑπὸ Ἀναστάσιον στρατοπέδοις καὶ τῇ λοιπῇ πολιτείᾳ ἐπεδείκνυτο, ἀναιρῶν καὶ ἁρπάζων καὶ ἀφοπλίζων· καὶ τέλος πρὸς ὕβριν ἕκαστον στρατιώτην μιᾶς φόλλεως ἐπίπρασκεν. Κόσμου ἔτη ϛηʹ. Τῆς θείας σαρκώσεως ἔτη φηʹ. Ῥωμαίων βασιλεὺς Ἀναστάσιος ἔτη κζʹ. κεʹ. Περσῶν βασιλεὺς Καβάδης ἔτη λʹ. καʹ. Ῥώμης ἐπίσκοπος Ὁρμίσδας ἔτη ιʹ. γʹ. Κωνσταντ. ἐπίσκοπος Τιμόθεος ἔτη ϛʹ. δʹ. Ἱεροσολύμων ἐπίσκοπος Ἡλίας ἔτη κγʹ. εʹ. Ἀλεξανδρείας ἐπίσκοπος Ἰωάννης ἔτη ιαʹ. ιʹ. Ἀντιοχείας ἐπίσκοπος Σευῆρος ἔτη ζʹ. δʹ. Τούτῳ τῷ ἔτει Οὖννοι οἱ λεγόμενοι Σαβὴρ περάσαντες τὰς Κασπίας πύλας τὴν Ἀρμενίαν ἐξέδραμον, Καππαδοκίαν τε καὶ Γαλατίαν καὶ Πόντον ληϊζόμενοι, ὡς καὶ Εὐχάϊτα μικροῦ παραστήσασθαι. ὅθεν καὶ φυγὼν ὁ ἱερὸς Μακεδόνιος κινδυνεύων σχεδὸν εἰς Γάγγραν διεσώθη. ὅπερ μαθὼν Ἀναστάσιος πικρῶς αὐτὸν κἀκεῖ προσέταξε φυλάττεσθαι, πέμψας, ὥς φασι, καὶ τὸν ἀναιρήσοντα αὐτόν. τελειωθεὶς 162 δὲ ἐν Γάγγραις κατετέθη ἐν τῷ ναῷ τοῦ ἁγίου μάρτυρος Καλλινίκου ἐγγὺς τῶν λειψάνων αὐτοῦ πολλὰς ἰάσεις ἐπιτελῶν. Μακεδονίου νεκροῦ κειμένου φασὶ τῇ χειρὶ κατασφραγίσασθαι τῷ σταυρῷ. Θεόδωρος δέ τις τῶν συνόντων αὐτῷ εἰς ὄναρ εἶδε Μακεδόνιον λέγοντα αὐτῷ· "ἔκλαβε, καὶ ἀπελθὼν ἐπανάγνωθι Ἀναστασίῳ, καὶ εἰπέ· ἐγὼ μὲν ἀπέρχομαι πρὸς τοὺς πατέρας μου, ὧν τὴν πίστιν τετήρηκα, οὐ παύσομαι δὲ ὀχλῶν τῷ δεσπότῃ ἄχρις οὗ ἔλθῃς, καὶ εἰς δίκην εἰσέλθωμεν." Τῷ δ' αὐτῷ ἔτει ἐν Ἀλεξανδρείᾳ πλεῖστοι ἄνδρες καὶ γυναῖκες καὶ νήπια δεινῶς πληγέντες ὑπὸ δαιμόνων ἀθρόως ὑλάκτουν· καθ' ὕπνους δέ τις εἶδέ τινα φοβερὸν λέγοντα, ὅτι διὰ τοὺς ἀναθεματισμοὺς τῆς συνόδου ταῦτα πάσχουσιν. Τῷ δ' αὐτῷ ἔτει καὶ Ἀρεάδνη ἡ βασίλισσα ἐτελεύτησεν. οἱ δὲ μοναχοὶ τῆς ἐρήμου θείῳ ζήλῳ κινούμενοι, τέσσαρας διαμαρτυρίας συντάξαντες δύο μὲν ἔπεμψαν τῷ βασιλεῖ, μίαν δὲ τοῖς ἄρχουσι τῆς χώρας, καὶ μίαν τῷ ἐπισκόπῳ Ἱεροσολύμων Ἰωάννῃ, διαμαρτυρόμενοι, μήτε τῆς ἁγίας ἐν Χαλκηδόνι συνόδου παρεξελθεῖν, μήτε τῷ δυσσεβεῖ Σευήρῳ κοινωνῆσαι· ἐπεὶ πρὸς θάνατον ἑτοίμως ἔχουσιν, ἐμπυρίζοντες καὶ τοὺς ἁγίους τόπους. τοῦ δὲ ἐπισκόπου Θεσσαλονίκης διὰ φόβον τοῦ βασιλέως κοινωνήσαντος Τιμοθέῳ τῷ Κωνσταντινουπόλεως ἐπισκόπῳ, μʹ ἐπίσκοποι τοῦ Ἰλλυρικοῦ καὶ τῆς Ἑλλάδος συνελθόντες εἰς ἓν δι' ἐγγράφου ὁμολογίας ὡς ἀπὸ ἰδίου μητροπολίτου ἀπέστησαν ἀπ' αὐτοῦ, καὶ εἰς Ῥώμην πέμψαντες τῷ Ῥώμης κοινωνεῖν ἐγγράφως συνέθεντο. τὸν δὲ Θεσσαλονίκης ἐπίσκοπον Θεόδωρος ὁ ἱστορικὸς πατριάρχην ὀνομάζει ἀλόγως, μὴ εἰδὼς τὸ διατί. κϛʹ. κβʹ. δʹ. εʹ. ϛʹ. ιαʹ. εʹ. Τούτῳ τῷ ἔτει Ἰωάννου τοῦ Νικαιώτου, ἐπισκόπου Ἀλεξανδρείας αἱρετικοῦ, ἀποθανόντος, ∆ιόσκορος ὁ μικρός, Τιμοθέου τοῦ Ἐλούρου ἀνεψιός, προεβλήθη ἐπίσκοπος Ἀλεξανδρείας. ἐλθὼν δὲ ἐν τῷ Βυζαντίῳ ὑπὲρ Ἀλεξανδρέων πρὸς τὸν βασιλέα πρεσβεύσασθαι διὰ τὸν φόνον τοῦ υἱοῦ Καλλιοπίου τοῦ αὐγουσταλίου, ὑπὸ τῶν ὀρθοδόξων δημοσίως ὑβρίζετο κατὰ πρόοδον νομιζόντων αὐτὸν κατὰ 163 τῶν ὀρθῶν δογμάτων ἐληλυθέναι. πρεσβεύσας οὖν διὰ τὸν φόνον μετὰ σπουδῆς ἀνεχώρησεν. ἡ δὲ τοῦ φόνου αἰτία γέγονεν αὕτη χειροτονηθέντος ∆ιοσκόρου, ἀνεχώρησαν τὰ πλήθη τῶν κληρικῶν λέγοντες· ὅτι "εἰ μὴ καθὼς περιέχουσιν οἱ κανόνες τῶν ἁγίων ἀποστόλων, οὐ καθέζεται ἐπίσκοπος." ἦσαν γὰρ οἱ ἄρχοντες ἐνθρονίσαντες αὐτόν. ὁ δὲ ∆ιόσκορος ἦλθεν εἰς τὸν ἅγιον Μάρκον. καὶ ἐλθόντες οἱ κληρικοὶ ἐνέδυσαν αὐτὸν ἐκ δευτέρου καὶ πάλιν ἐχειροτόνησαν. καὶ οὕτως ἐλθὼν εἰς τὸν ἅγιον Ἰωάννην ἐπετέλεσε τὴν σύναξιν. ὄντος δὲ ἐκεῖ Θεοδοσίου, τοῦ υἱοῦ Καλλιοπίου τοῦ αὐγουσταλίου, καὶ Ἀκακίου στρατηλάτου, ἀτακτήσαντες οἱ ὄχλοι ἤρξαντο ὑβρίζειν τὸν αὐγουστάλιον διὰ τὸ