1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

79

οὐδέν τι ἄλλο ἐπράχθη ὁποῖον καὶ ἐς λόγου φέρεσθαι μνήμην. τοῦ δὲ χειμῶνος ἐπιλαβομένου οἱ μὲν Πέρσαι εὐθὺς μετανίσταντο καὶ ἐπανῄεσαν ἔς τε τὸ Κοτάϊσιν καὶ τὴν Ἰβηρίαν, ὡς δὴ ἐνταῦθα διαχειμάζειν βουλόμενοι, χαίρειν πολλὰ εἰπόντες τῇ πρὸς Μισιμιανοὺς ἐπικουρίᾳ· οὐ γὰρ ἔννομον αὐτοῖς οὐδὲ πάτριον κατ' ἐκεῖνο τοῦ καιροῦ ἐς ἐκδήμους στρατείας διαπονεῖσθαι. 5 οἱ δὲ Ῥω μαῖοι τῶν ἐφεδρευόντων ἀπαλλαγέντες καὶ δὴ τῆς προτέρας εἴχοντο αὖθις πορείας. γενομένοις δὲ αὐτοῖς ἀμφὶ τὸ φρούριον τὸ Τιβέλεος, οὕτω καλούμενον, ὃ δὴ τήν τε τῶν Μισιμιανῶν χώραν καὶ Ἀψιλίων διορίζει καὶ ἀποτέμνεται, ἐφίσταται ὁ Μαρτῖνος, ἐφ' ᾧ ἐς τὰ λοιπὰ ἡγεῖσθαι καὶ ἅπαν τὸ στράτευμα διατάττειν. ἀλλὰ νόσος τις αὐτῷ ἐνσκήψασα μοχθηρὰ παρείλετο καὶ ἀνέκοψε τὴν προθυμίαν. καὶ ὁ μὲν αὐτοῦ ἐμεμενή κει, ὡς ὀλίγῳ ὕστερον ἐπὶ τὴν Κολχίδα γῆν ἐπανήξων καὶ τὰ ἐκείνῃ πολίσματα. οἱ δὲ καὶ ὣς ἀνὰ τὰ πρόσω ἐχώρουν, ὑπὸ τοῖς προτέροις πάλιν ἀγόμενοι ἡγεμόσιν. 6 πρῶτα μὲν οὖν ᾠήθησαν χρῆναι ἀποπει ρᾶσθαι τῶν Μισιμιανῶν, εἴ που ἄρα ἐθελούσιοι ἐς τὸ σῶφρον μεταβάλοιεν καὶ τοὺς οἰκείους ἄρχοντας ἐπιγνόντες, μεταμελήσοι αὐτοῖς τότε γοῦν τῶν ἡμαρτημένων, καὶ σφᾶς τε αὐτοὺς τοῖς Ῥωμαίοις ἐγχειρίσαιεν καὶ τὰ χρήματα ὁπόσα τὸν Σωτήριχον ἀφείλοντο, ἀλλὰ καὶ ταῦτά γε ἀποδοῖεν. 7 καὶ τοίνυν ἐκ τοῦ Ἀψιλίων γένους λογίμους ἄνδρας, ὡς οἷόν τε ἦν, ἀπολεξάμενοι, στέλλουσιν ἐς ταῦτα πρεσβευσομένους. οἱ δὲ Μισιμιανοὶ τοσούτῳ ἐδέησαν τῆς ὠμότητος ὑφελεῖν καὶ τοῖς ἐπιγιγνο 142 μένοις τὸ τοῦ φθάσαντος ἄτοπον μετακοσμῆσαι, ὥστε ἀμέλει οἱ ἀθέ μιστοι καὶ ἐναγεῖς καὶ κακοδαίμονες καὶ ἅπαν ἄλλο ἄξιοι ἀκούειν, ὅ τι ἄν τις αὐτοὺς νεμεσῶν ἀποκαλέσοι, παρωσάμενοι καὶ ἐμπατήσαντες τὰ κοινὰ τῶν ἁπάντων ἀνθρώπων νόμιμα τοὺς πρέσβεις ἀθρόον ἀπέκτειναν, καὶ ταῦτα Ἀψιλίους γε ὄντας ὁμοδιαίτους καὶ ἀγχιτέρμονας καὶ ὧν μὲν ἐπεκάλουν ἐκεῖνοι Ῥωμαίοις τε καὶ Σωτηρίχῳ οὐπώποτε μετειληχότας, παραίνεσιν δὲ φιλίαν ἐς τὸ συνοῖσον ἄγουσαν οὐ ξὺν χαλεπότητι ἀπαγγείλαντας.

16. Οὕτως ἄρα ἐκ παρανοίας τὸ πρότερον καὶ ἀνοσίων ἔργων ἀρξάμενοι τῶν αὐτῶν εἴχοντο διὰ παντὸς ἐγχειρημάτων ἢ καὶ πολλῷ ἀνοσιωτέρων. καὶ γὰρ ἐγνωσμένον αὐτοῖς, ὡς οἱ Πέρσαι ἀπιόντες ᾤχοντο καὶ κατὰ τὸ ξυγκείμενον οὐκ ἐπαμυνοῦσιν, ἀλλὰ τῇ τῶν τόπων δυσχωρίᾳ πεποιθότες καὶ τῷ οὔποτε δυνήσεσθαι τοὺς Ῥωμαίους παραμείψασθαί τε αὐτὴν καὶ ὑπερβαλέσθαι, οἱ δὲ τὰ δεινότερα ἔδρασαν. 2 ἔστι γάρ τι ὄρος προβεβλημένον τῆς χώρας, αἰπὺ μὲν οὐ λίαν οὐδὲ ἐπὶ μέγα ἠρμένον, ἄναντες δὲ σφόδρα καὶ ὄρθιον καὶ πέτραις ἀποτόμοις ἑκατέρωθεν πεπυκνωμένον· βραχεῖα δὲ ὁδὸς ἐν μέσῳ καὶ ἀτριβὴς ὑποφαί νεται καὶ ὁποία μηδὲ ἑνὶ ἀνδρὶ ἀδεέστερον πορευομένῳ ῥᾳδίως εἶναι βατὴ καὶ εὐεπίδρομος, ὡς εἴ γέ τις ἐπιστὰς τῇ ἀκρωνυχίᾳ διακωλύοι τοὺς ἐπιόντας, μήποτε διαβήσεσθαι πολεμίους, μηδὲ εἰ πλῆθος εἶεν ἀνάριθμον, μηδὲ εἰ κοῦφοι ἅπαντες καὶ εὐσταλεῖς, ὁποίους φασὶ τοὺς Ἰσαύρους. τούτῳ δὴ οὖν τῷ χώρῳ πίσυνοι ἐς ἀπόνοιαν ἐτράποντο βιαιοτάτην. 3 ἀλλ' οἱ Ῥωμαῖοι, τοῦ μιάσματος ἀπηγγελμένου, ἐν ὀργῇ ἐποιήσαντο τὸ γεγενημένον. καὶ δὴ τῶν βαρβάρων μελλόντων καὶ οὔπω φρουρὰν τῷ λόφῳ ἐγκαταστησάντων, προτερήσαντες κρατοῦσι τῆς ἄκρας ῥαχίας καὶ οὐδενὸς εἴργοντος ὑπερβάντες ἐς τὰ ἱππάσιμα τῆς χώρας ἅπαντες καὶ ἀναπεπταμένα παρῆλθον πεδία. 4 οἱ δὲ Μισιμιανοὶ ἐπειδὴ τῆσδε διήμαρτον τῆς ἐλπίδος, αὐτίκα τὰ πλεῖστά γε καὶ περιττὰ τῶν σφετέρων φρουρίων ἐμπρήσαντες, ὡς οὐχ οἷόν τε ὂν ἅπασιν ἀρκέσαι, ἐς ἕν τι μόνον, ὅπερ ὀχυρώτατον αὐτοῖς ἐδόκει, ἅπαντες ξυνελέγοντο. τοῦτο δὲ Τζάχαρ μὲν ἐκ παλαιοῦ ὀνομάζεται, Σιδηροῦν δὲ αὐτὸ διὰ τὸ στερρόν τε καὶ ἀνάλωτον ἐπίκλην ἀποκαλοῦσιν. 5 ὀλίγοις δέ τισι τῶν Ῥωμαίων καὶ οὐ πλέον ἢ τεσσαράκοντα ἱππεῦσι ξυνηθροισμένοις 143 (ἦσαν δὲ οὐ τῶν πολλῶν, ἀλλ' ἔξοχοι ἐς τὰ μάλιστα καὶ