79
Τῇ μὲν οὖν ἐν Τριπόλει τρίτῃ ἡμέρᾳ ὀρθρίτερον ἐξ ὕπνου ἐγερθεὶς ὁ Πέτρος εἰς τὸν κῆπον εἰσῄει, ἔνθα ἦν ὑδροχοεῖον μέγα, εἰς ὃ διηνεκῶς πλούσιον ἔρρεεν ὕδωρ. ἐκεῖ λουσάμενος, εἶθ' οὕτως εὐξάμενος ἐκαθέσθη, ἡμᾶς δὲ περικαθεζομένους καὶ εἰς αὐτὸν ἀτενίζοντας ὥσπερ ἀκοῦσαί τι βουλομένους συνεὶς ἔφη· Πολλή μοι δοκεῖ εἶναι διαφορὰ τῶν ἀγνοούντων πρὸς τοὺς πεπλανημένους. ὁ γὰρ ἀγνοῶν ἐοικέναι μοι δοκεῖ ἀνδρὶ ἐπ' εὐθηνουμένην πόλιν μὴ ὁρμᾶν βουληθέντι διὰ τὸ ἀγνοεῖν τὰ ἐκεῖ καλά, ὁ δὲ πεπλανημένος μαθόντι μὲν τὰ κατὰ τὴν πόλιν ἀγαθά, ἐν δὲ τῷ ὁρμᾶν κατὰ τὴν ὁδὸν τρίβον παραλλάξαντι καὶ διὰ τοῦτο πλα- νωμένῳ. οὕτως οὖν μοι δοκεῖ πολλὴν διαφορὰν εἶναι τῶν εἴδωλα σε- βόντων πρὸς τοὺς ἐν θεοσεβείᾳ ἀλωμένους. οἵ τε γὰρ εἴδωλα σέβοντες ἀγνοοῦσιν τὴν αἰώνιον ζωήν (οὗ εἵνεκεν οὐδὲ ὀρέγονται αὐτῆς· ὃ γὰρ μὴ ἴσασιν, ἀγαπᾶν οὐ δύνανται), οἱ δὲ τὸν ἕνα θεὸν σέβειν ἑλόμενοι καὶ αἰώνιον ζωὴν τοῖς ἀγαθοῖς δεδομένην μεμαθηκότες ἐάν τι παρὰ τὰ δοκοῦντα τῷ θεῷ ἢ πιστεύσωσιν ἢ ποιήσωσιν, ἐοίκασιν τοῖς τὴν μὲν πόλιν τῆς τιμωρίας ἐκβεβηκόσιν ἐλθεῖν εἰς τὴν εὐθηνουμένην καὶ ἐν τῇ ὁδῷ τῆς εὐθείας πλανηθεῖσιν. Ταῦτα αὐτοῦ διαλεγομένου ἡμῖν εἰσῄει τις τῶν ἡμετέρων ὁ ἐπὶ τῷ ἀπαγ- γέλλειν αὐτῷ τὰ τοιαῦτα καθεστηκὼς λέγων· Πολλοὶ ὄχλοι, κύριέ μου Πέτρε, πρὸ τῶν θυρῶν ἑστήκασιν. ἐπιτρέψαντος οὖν αὐτοῦ πολὺς ἐπεισῆλθεν ὄχλος. ὁ δὲ ἐγερθεὶς καὶ τῇ ἐχθὲς βάσει ἐπιστάς, τῷ τῆς θεοσεβείας ἔθει προσαγορεύ- σας ἔφη· Θεοῦ τοῦ τὸν οὐρανὸν κτίσαντος καὶ τὴν γῆν καὶ πάντα τὰ ἐν αὐτοῖς πεποιηκότος (ὡς ὁ ἀληθὴς εἴρηκεν ἡμῖν προφήτης) ὁ ἄνθρωπος κατ' εἰκόνα καὶ καθ' ὁμοίωσιν γεγονὼς ἄρχειν τε καὶ κυριεύειν κατεστάθη, λέγω δὲ τῶν ἐν ἀέρι καὶ γῇ καὶ ὕδασιν, ὡς ἐξ αὐτοῦ τοῦ πράγματος ἔστιν συνιδεῖν ὅτι τῇ ἑαυτοῦ συνέσει τὰ μὲν ἐν ἀέρι φέρει κάτω, τὰ ἐν βυθῷ ἀνάγει ἄνω, τὰ ἐν γῇ ἀγρεύει, καίτοιγε κατ' ἀλκὴν αὐτοῦ πολλῷ μείζονα ὄντα, λέγω δὲ ἐλέφαντας καὶ λέοντας καὶ τὰ τούτοις παραπλήσια. ὅτε μέντοι δίκαιος ἐτύγχανεν, καὶ πάντων παθημάτων ἀνώτατος ἦν, ὡς ἀθανάτῳ σώματι τοῦ ἀλγεῖν πεῖραν λαβεῖν μὴ δυνάμενος· ὅτε δὲ ἥμαρτεν (ὡς ἐχθὲς καὶ τῇ πρὸ αὐτῆς ἐδείξαμεν), ὡς δοῦλος γεγονὼς τῆς ἁμαρτίας πᾶσιν ὑπέπεσεν τοῖς παθήμασιν, πάντων καλῶν δικαίᾳ κρίσει στερηθείς. οὐ γὰρ εὔλογον ἦν τοῦ δεδωκότος ἐγκαταλειφθέντος τὰ δο- θέντα παραμένειν τοῖς ἀγνώμοσιν. ὅθεν ἐξ ὑπερβαλλούσης αὐτοῦ εὐ- σπλαγχνίας πρὸς τὸ ἀπολαβεῖν ἡμᾶς ἅμα τοῖς πρώτοις καὶ τὰ ἐσόμενα αἰώνια ἀγαθὰ τὸν αὑτοῦ ἔπεμψεν προφήτην. ὁ δὲ προφήτης ἡμᾶς πρὸς ὑμᾶς λέγειν ὑμῖν ἃ δεῖ φρονεῖν καὶ ποιεῖν ἐνετείλατο. ἑλέσθαι οὖν [ὃ] ἐπὶ τῇ ὑμετέρᾳ κεῖται ἐξουσίᾳ. ἃ μὲν οὖν δεῖ φρονεῖν, ἐστὶν ταῦτα· τὸν πάντα πεποιηκότα σέβειν θεόν, ὃν ἂν ἀπολάβητε τῷ νῷ, ὑπ' αὐτοῦ ἀπο- λήψεσθε ἅμα τοῖς πρώτοις καλοῖς καὶ τὰ ἐσόμενα αἰώνια ἀγαθά. πεῖσαι οὖν ἑαυτοὺς πρὸς τὰ συμφέροντα δυνήσεσθε, ἐάνπερ τῷ ἐμφωλεύ- οντι ἐν τῇ ὑμετέρᾳ καρδίᾳ δεινῷ ὄφει ὥσπερ ἐπᾴδοντες λέγητε· «Κύριον τὸν θεὸν φοβηθήσῃ καὶ αὐτῷ μόνῳ λατρεύσεις». ἐκ παντὸς οὖν λογισμοῦ
[OΜIΛIA I.]