79
ἐχθρῶν τοῦ Θεοῦ λαβεῖν τι ἐφ' ὕβρει καὶ χλεύῃ τῶν αὐτοῦ φίλων· περὶ γὰρ τῶν τοιούτων καὶ ὁ προφήτης λέγει· «Ἔλαιον ἁμαρτωλῶν μὴ λιπανάτω τὴν κεφαλήν μου.» ∆οκιμασταὶ οὖν γίνεσθε τῶν τοιούτων· καὶ παρὰ μὲν τῶν ὁσίως περιπατούντων λαμβάνετε καὶ τοῖς θλιβομένοις χορηγεῖτε, παρὰ δὲ ἀποσυναγώγων μὴ λαμβάνετε, πρὶν ἂν τῆς Ἐκκλησίας εἶναι μέλη καταξιωθῶσιν. Eἰ δὲ ἐπιλείποι δόμα, προσάγγελλε τοῖς ἀδελφοῖς, καὶ ἐξ αὐτῶν συλλογὴν ποιησάμενος διακόνει τοῖς ὀρφανοῖς καὶ ταῖς χήραις ἐν δικαιοσύνῃ. Λέγε δὲ τῷ ὑπὸ σὲ λαῷ ἃ καὶ Σολομὼν ὁ σοφός· «Τίμα τὸν Κύριον ἀπὸ σῶν δικαίων πόνων καὶ ἀπάρχου αὐτῷ ἀπὸ σῶν καρπῶν δικαιοσύνης, ἵνα πιμπλᾶται τὰ ταμιεῖά σου πλησμονῆς σίτου, οἴνῳ δὲ αἱ ληνοί σου ἐκβλύ ζωσιν.» Ἐκ τοῦ δικαίου οὖν κόπου τῶν πιστῶν τρέφετε καὶ ἀμφιέννυτε τοὺς ὑστερουμένους, καὶ τὰ ἐξ αὐτῶν, ὡς προειρήκαμεν, ἀθροιζόμενα χρήματα διατάσσετε διακονοῦντες εἰς τοὺς ἀγορασμοὺς τῶν ἁγίων, ·υόμενοι δούλους, αἰχμα λώτους, δεσμίους, ἐπηρεαζομένους, ἥκοντας ἐκ καταδίκης διὰ τὸ ὄνομα τοῦ Χριστοῦ ὑπὸ τυράννων εἰς μονομαχίαν καὶ θάνατον· λέγει γὰρ ἡ γραφή· «Ῥῦσαι ἀγομένους εἰς θάνατον καὶ ἐκπρίου κτεινομένους, μὴ φείσῃ.» Ἐὰν δέ ποτε ἀνάγκη γένηται καὶ παρά τινος ἀνο σίου δέξασθαι ἄκοντας ἀργύριον, εἰς ξύλα καὶ ἀνθρακιὰν αὐτὸ δαπανήσατε, ἵνα μὴ λαβοῦσα ἡ χήρα ἐξ αὐτοῦ τι ἢ ὁ ὀρφανὸς ἀναγκασθῇ ὠνήσασθαι τροφὴν ἢ πόμα παρὰ τὸ προσῆκον· δίκαιον γὰρ τὰ παρὰ τῶν ἀσεβῶν ταῦτα πυρὸς εἶναι κατα νάλωμα, οὐκ εὐσεβῶν βρῶμα. Ταῦτα δὲ καὶ ὁ νόμος διαγορεύει, θυσίαν ὀψισθεῖσαν ἄβρωτον ἀποκαλῶν καὶ πυρὶ ταύτην ἀναλίσκεσθαι κελεύων. Oὐ γὰρ τῇ φύσει φαῦλα τὰ προσφερόμενα, ἀλλὰ τῇ γνώμῃ τῶν προσκομιζόντων αὐτά. Τοῦτο δὲ προστάσσομεν ἐπὶ τῷ μὴ ἀποστρέφειν τοὺς πλησιάζοντας ὑμῖν, εἰδότες καὶ τὴν συντυχίαν πολλάκις ἐπωφελῆ τοῖς ἀσεβέσιν γεγενῆσθαι τὴν πρὸς τοὺς εὐσεβεῖς, ἐπιβλαβῆ δὲ μόνην τὴν κατὰ τὴν θρησκείαν κοινωνίαν. Ταῦτα μὲν οὖν, ἀγαπητοί, ἐπὶ τοσοῦτον εἰρήσθω ὑμῖν πρὸς ἀσφάλειαν ὑμῶν. Oἱ μέντοι πατέρες παιδεύετε τὰ τέκνα ὑμῶν ἐν Κυρίῳ, ἐκτρέφοντες αὐτὰ ἐν παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου, καὶ διδάσκετε αὐτὰ ἐπιτηδείους καὶ ἁρμοζούσας τῷ λόγῳ τέχνας, ἵνα μὴ διὰ τῆς εὐκαιρίας καταστρηνιάσαντα καὶ ἀνεπιτίμητα ὑπὸ τῶν γονέων μείναντα, πρὸ ὥρας ἀνέσεως τυχόντα, ἀφηνιάσωσιν τοῦ καλοῦ. ∆ιὸ μὴ εὐλαβεῖσθε