Expositio in Psalmos ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
Εἰς τὸ τέλος, ἐν ὕμνοις. Ψαλμὸς ᾠδῆς τῷ ∆αβίδ. (A f. 20.) Τὸν μὲν τρίτον
Τῷ Κυρίῳ ὑπὲρ τῶν λόγων Χουσὶ υἱοῦ Ἰεμενεί. (A f. 3 b) Σὺ δέ μοι ὅρα, ὅτι σε
ΨΑΛΜΟΣ ΙΘʹ. Ἐπακούσαι σου Κύριος ἐν ἡμέρᾳ θλίψεως. (A f. 116 b.) Ἀεὶ τῶν ἁγίων τέταται
Κρῖνόν με, Κύριε, ὅτι ἐγὼ ἐν ἀκακίᾳ μου ἐπορεύθην. (A f. 141) Τὸ μέν τοι
Μέγας Κύριος, καὶ αἰνετὸς σφόδρα ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, ἐν ὄρει ἀγίῳ
κοιλάδες χρηματίζουσιν; Ὅτι τῶν νοητῶν ὀρῶν, δηλαδὴ τῶν προφητῶν, τὸ ὕδωρ ἀποδέχονται.
Εἶπα τοῖς παρανομοῦσι, μὴ παρανομεῖν, καὶ τοῖς ἁμαρτάνουσι· Μὴ ὑψοῦτε
Πρὸς σὲ κεκράξομαι ὅλην τὴν ἡμέραν. (E f. 177, K f. 159 b) Τὸ ὅλην τὴν
[Καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου. Νοητὸς δέ που πάντως ὁ τοιοῦτός
τῷ ∆αβὶδ ὁ υἱὸς Ἀμνών· ὁ Ἀβεσσαλὼμ ἐπανέστη, οὐ τῆς βασιλείας μόνον, ἀλλὰ καὶ αὐτοῦ τοῦ ζῇν ἐξελάσαι κρίνων τὸν γεγεννηκότα. Τούτων δὴ εἰς αἴσθησιν ἐλθὼν, καὶ τοῖς τοῦ συνειδό τος ἐλέγχοις καταπαιόμενος, ἐννενοηκὼς δὲ καὶ τὴν παναλκῆ τοῦ Θεοῦ χεῖρα μαχομένην αὐτῷ, προσ άγει τὴν ἱκετηρίαν, ὁμολογεῖ τὸ πλημμέλημα. καὶ ὡς ἰατρῷ πνευμάτων τὸ τραῦμα γυμνοῖ, καὶ θερα πείας τυχεῖν ἀξιοῖ. Καί γε ᾄδει τὸν ψαλμὸν ἀνα μιμνήσκων ἑαυτὸν τῆς συνεχούσης ταλαιπωρίας ἧς ὑπέμεινε διὰ τὴν ἁμαρτίαν, καὶ ἀξιοῖ δι' ἑαυτοῦ τὸν Θεὸν, σαββατισμὸν αὐτῷ δοῦναι ἤτοι ἀνάπαυσιν τῶν συμφορῶν· ἢ τάχα ἐπειδὴ τὸ Σάββατον ἐν διπλῷ τὰ τῆς θυσίας προσκομίζεσθαι δεῖν ὁ νόμος διεκε λεύετο, ἀνεφέρετο δὲ πᾶσα θυσία παρὰ τῶν υἱῶν Ἰσραὴλ εἰς ἀνάμνησιν, τουτέστιν ἵνα ἐν μνήμῃ γέ νοιτο τῇ παρὰ Θεῷ πᾶς ὁ προσάγων αὐτὴν, διὰ τοῦτο πνευματικὸς ὢν ∆αβὶδ, καὶ προεγνωκὼς ὅτι κατὰ καιροὺς ἡ σκιὰ παυθήσεται, εἰσκεκριμένης τῆς ἀληθοῦς λατρείας τῆς διὰ τοῦ Χριστοῦ, ἀντὶ τῆς κατὰ τὸν νόμον ἐν τοῖς Σάββασι διατεταγμένης θυσίας, ποιεῖται τὴν ἐξομολόγησιν. (A f. 204, B f. 133 b) Ἁρμόσει δὲ ἡ ᾠδὴ καὶ ἡμῖν αὐτοῖς, ἤγουν ἀνθρώπῳ παντὶ πληττομένῳ μὲν ὑπὸ τοῦ συνειδότος ἐφ' οἷς ἂν εἰδείη πεπαρῳνηκὼς εἰς τὸν τοῦ Θεοῦ νόμον, πολλὰ γὰρ πταίομεν ἅπαντες, αἰτοῦντι δὲ παρ' αὐτοῦ τὸν ἔλεον, καὶ τὸ ἐκ μετα νοίας δάκρυον τῶν ὀμμάτων ἐκθλίβοντι. Εἰ γὰρ μὴ οὕτως ἔχει, πῶς εἰς δεῦρο καὶ πρὸς ἡμῶν ὁ ψαλμὸς 69.53 ἀναφέρεται; Τί γὰρ πρὸς ἡμᾶς ἑτέρου τυχὸν ἐξ ομολόγησις, εἴπερ ἐκείνῳ μόνῳ, καὶ οὐδενὶ τῶν ἑτέ ρων, ἥρμοσε; Πρόκειται δὴ οὖν τοῖς ἐφ' ἁμαρτίαις ταῖς ἑαυτῶν δακρυῤῥοεῖν ᾑρημένοις, τὸ προσάγειν Θεῷ τὸν προκείμενον ψαλμὸν ἤτοι τὴν ἐξομολόγησιν ὡς θυσίαν τὴν ἐν Σαββάτῳ, ἥτις ἦν ἐν διπλῷ, καὶ εἰς ἀνάμνησιν ἄγουσα τὴν παρὰ Θεῷ τοὺς προσάγον τας. Τὰ μέν τοι τοῦ ἕκτου ψαλμοῦ ῥήματα, συγ γενῆ τυγχάνει τοῖς ἐν τῷ προκειμένῳ φερομένοις. Ἀλλ' ἐν τῷ ἕκτῳ ἡ προγραφὴ εἶχεν, "εἰς τὸ τέλος, ἐν ὕμνοις, ὑπὲρ τῆς ὀγδόης·" ἐν δὲ τῷ παρόντι, τούτων μὲν οὐδὲν, μόνον δὲ "Ψαλμὸς τῷ ∆α βὶδ εἰς ἀνάμνησιν" ἐπιγέγραπται. Καὶ ἔοικεν ἡ προσθήκη ἀναπέμπειν ἡμᾶς εἰς ἀνάμνησιν τῆς ἐν τῷ ἕκτῳ προγραφῆς· ὥστε εἶναι καὶ τὰ παρόντα, εἰς τέλος καὶ ἐν ὕμνοις ὑπὲρ τῆς ὀγδόης. ∆οκεῖ δέ μοι ὁ ∆αβὶδ, διαφόρως ἐν πολλοῖς περὶ τοῦ πραχθέντος αὐτῷ πλημμελήματος ἐξομο λογησάμενος, ἰδίως τὸν παρόντα ψαλμὸν ἀφορίσαι εἰς ἀνάμνησιν ὡς ἀεὶ φέρειν αὐτὸν ἀνὰ στόμα· κε χρῆσθαι δὲ αὐτῷ ἀντ' ἐπῳδῆς ἐπὶ θεραπείᾳ τῆς ἑαυ τοῦ ψυχῆς. Ἱκετηρίαν γοῦν ἀναφέρει τῷ Θεῷ, δι' ἧς ἀποστρέφει μὲν τὴν ὀργὴν τὴν πᾶσιν ἁμαρτάνου σιν ἐπηρτημένην, ἱλάσκεται δὲ τὸν ἀγαθὸν Κύριον ταῖς μεθ' ὑπερβαλλούσης ἐξομολογήσεως φωναῖς. Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με. (A f. 204 b, B f. 133 b) Ὡς εἰ καὶ ἰατρῷ τις τὰ διὰ καυτῆρος καὶ σιδήρου καὶ πικρῶν ἀντιδότων προσφέροντι βοηθήματα ἐπὶ θεραπείᾳ πάθους ὑπο κειμένου, λέγει· μὴ διὰ πυρός με θεραπεύσῃς, μὴ διὰ καυτῆρος καὶ τομῶν, διὰ δὲ ἠπίων καὶ πρᾳοτέ ρων φαρμάκων. Ὁ γὰρ τοιοῦτος, οὐ τὴν θεραπείαν ἀρνεῖται, ἀλλὰ τὸ ἐπίπονον τῶν βοηθημάτων. Ὥστε ἀγάσαιτο ἂν, οἶμαι, τὶς καὶ σφόδρα εἰκότως τῆς τῶν ἁγίων ψυχῆς τὸ ἐπιεικές. Ἐν γάρ τοι τοῖς ὀλισθή μασιν, ἅπερ ἂν αὐτοῖς συμβαίνει παθεῖν, ἅτε δὴ καὶ τῆς ἀνθρωπίνης ἀσθενείας οὐκ εἰς ἅπαν ἀπηλλαγ μένοις, οὔτε δυσφοροῦντας ἄγαν κατίδοι τις ἂν αὐτοὺς, οὔτε μὴν ὁλοτρόπως κατενηνεγμένους εἰς ἀδικίαν, ἀλλ' οὐδὲ τὸ παιδεύεσθαι παρὰ Θεοῦ φεύ γοντάς τε καὶ ἀποσειομένους, αἰτοῦντας δὲ μᾶλλον τὸ μὴ ἐν ὀργῇ τοῦτο παθεῖν, μήτε μὲν ἐλέγχεσθαι πικρῶς· τοῦτο γάρ ἐστι τὸ κολάζεσθαι. Ἅπασι μὲν γὰρ ἀνθρώποις καὶ ἀβουλήτως ἔσθ' ὅτε συμβαίνει τοῦ τοῖς θείοις προσκρούειν νόμοις· ἀλλ' ἔτι ἀνορθοῖ τὸ συμβὰν ὁ τῶν πνευμάτων ἰατρὸς συμμέτροις ἔσθ' ὅτε κινήσεσιν. Γράφει γάρ που ὁ Σολομῶν· "Παίδευε υἱόν σου, οὕτω γὰρ ἔσται εὔελπις· σὺ μὲν γὰρ πατάξεις αὐτὸν ῥάβδῳ, καὶ οὐ μὴ ἀποθάνῃ, τὴν δὲ ψυ χὴν αὐτοῦ ἐκ θανάτου ῥύσῃ." Ὅτι τὰ βέλη σου ἐνεπάγησάν μοι, καὶ ἐπεστή ριξας ἐπ' ἐμὲ τὴν χεῖρά σου. (A f. 205 b,