Glaphyra in Pentateuchum ARGUMENTAGLAPHYRORUM S. CYRILLIALEXANDRINI
ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ ΛΟΓΟΣ ∆ΕΥΤΕΡΟΣ.
οὗ καὶ μεθ' οὗ τῷ Θεῷ καὶ Πατρὶ δόξα σὺν ἀγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
σαφῶς, πορνείαν δὴ λέγων καὶ ἀκαθαρσίαν, καὶ τὰ τούτοις ἀδελφά. Οὐκοῦν ὁ τῆς Ῥαχὴλ θάνατος σημαίνει που πάντως τῆς τῶν πιστευόντων ἀγέλης, τουτέστι, τῆς Ἐκκλησίας, τὸν ἐν Χριστῷ νοούμενον θάνατον, εἰς ἑτέραν ὥσπερ ἀποφέροντα ζωήν· εἴπερ ἐστὶν ἀληθὲς, ὅτι τὰ καθ' ἡμᾶς μεταστήσεται ἐκ φθορᾶς εἰς ἀφθαρσίαν, ἐκ θανάτου πρὸς ζωὴν, ἐξ ἀσθενείας εἰς δύναμιν, ἐξ ἀτιμίας εἰς δόξαν, ἐκ μεμετρημένων καιρῶν εἰς μακραίωνα βίον. Οὕτω γὰρ, οὕτω καὶ αὐτῷ διαπαντὸς συνεσόμεθα τῷ Χριστῷ· δι' οὗ καὶ μεθ' οὗ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα καὶ τὸ κράτος σὺν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ ΒΙΒΛΙΟΝ Εʹ. Περὶ τοῦ Ἰακώβ. αʹ. Πολυμερῶς καὶ πολυτρόπως ἡ θεόπνευστος Γραφὴ τῆς
διὰ Χριστοῦ σωτηρίας προαναφωνεῖ τοὺς τύπους, οὐ μετρίαν ἐντεῦθεν τοῖς ἐντευξομένοις τιθεῖσα τὴν ὄνησιν. Ὅνπερ γὰρ τρόπον οἱ τὴν ἐν πίναξιν ἐπιστήμην εἰς ἅπαν ἐξησκημένοι, ταῖς τῶν χρωμάτων πολυειδέσι μορφαῖς καταποικίλλουσι, τὰς σκιὰς εἰς ἐμφανεστέραν ἄγοντες ὄψιν, καὶ πολὺ τὸ ἐπίχαρι καταχέοντες τῆς γραφῆς· οὕτω καὶ ἡ τοῦδε τοῦ παντὸς τεχνῖτις σοφία, τουτέστι Θεὸς, διὰ ποικίλων ὅσων αὐχημάτων προαναφαίνει λεπτῶς τοῦ μυστηρίου τὸ κάλλος, ἵνα συνιέντες ὡς ἐν αἰνίγμασι, καὶ μονονουχὶ προκατήχησιν καὶ προεισβολὴν εἰς σύνεσιν τὸ πρᾶγμα ποιούμενοι, πρὸς τὴν τῆς ἀληθείας παραδοχὴν, ἑτοιμότεροί πως εἶεν οἱ μυσταγωγούμενοι. ∆ιατρίβομεν τοίνυν ἐν τῷδε τῷ κόσμῳ, μικρὸν διαφέροντες, ἢ τάχα που καὶ ἡττώμενοι τῶν ἀλόγων ζώων, εἴπερ ἀληθῆ τὴν ἐπίπληξιν ἐποιεῖτο 69.228 Θεὸς κατὰ τῶν ἐξ Ἰσραὴλ, οὕτω λέγων· Ἔγνω βοῦς τὸν κτησάμενον, καὶ ὄνος τὴν φάτνην τοῦ κυρίου αὐτοῦ· Ἰσραὴλ δέ με οὐκ ἔγνω, καὶ ὁ λαός μου οὐ συνῆκεν. Εἰ δὲ νόμον ἔχοντες τὸν παιδαγωγὸν, ἐπὶ ταῖς οὕτω δειναῖς ἀμαθίαις οἱ τῶν Ἰουδαίων δῆμοι κατεγινώσκοντο, τίς ἂν γένοιτο λοιπὸν λόγος ὁ ζητούμενος περὶ τῶν ἐθνῶν, οἷς τῆς πολυθέου πλάνης ὁ βαθὺς ἐνέσκηψε σκότος; Κάτω γὰρ ὥσπερ διανενευκότες ἀεὶ, καὶ ταῖς τῆς σαρκὸς ἐπιθυμίαις ἐνειλημ[μ]ένοι, μόνα φρονεῖν ἐσπούδαζον τὰ ἐπὶ τῆς γῆς, οὐδ' ὅσον εἰπεῖν τὸν τῆς διανοίας ὀφθαλμὸν ἀνατείνειν ἰσχύοντες εἰς τὰ τῆς φιλοθεΐας αὐχήματα. Ἐντεῦθεν ἡμῖν ἐποιμώζοντες καὶ μονονουχὶ κειμένοις ἐπιδακρύοντες οἱ μακάριοι προφῆται, μυρίου; ὅσους δεδαπανήκασι λόγους. Ὁ μὲν γὰρ μακάριος Ἡσαΐας, Ἐπλάτυνε, φησὶν, ὁ ᾅδης τὴν ψυχὴν αὐτοῦ, καὶ διήνοιξε τὸ στόμα αὐτοῦ, μὴ διαλιπεῖν. Οὐ γὰρ ἦν ἀπόνευσις τοῦ κακοῦ· ἀφορήτῳ δὲ ὥσπερ πλεονεξίᾳ κατηχθισμένοι τῇ τοῦ καθ' ἡμῶν τυραννήσαντος Σατανᾶ, κατέβαινον μὲν εἰς ᾄδου, κατὰ τὴν ἐντεῦθεν ἀπαλλαγὴν οἱ δείλαιοι, χανδὸν τοῦ θανάτου καταπίνοντος, καὶ καταποιμαίνοντος ὥσπερ ἡμᾶς εἰς τοῦτο τῆς ἁμαρτίας εὑρετοῦ. Καὶ γοῦν οὐκ ἀδακρυτὶ, καθάπερ ἔφην ἀρτίως, τῆς τοιᾶσδε συμφορᾶς διεμέμνητο καὶ αὐτὸς ὁ θεσπέσιος ∆αβίδ. Ἔφη δὲ οὕτω περὶ ἡμῶν, ποτὲ μέν· Ὡς πρόβατα ἐν ᾅδῃ ἔθεντο, θάνατος ποιμανεῖ αὐτούς· ὁτὲ δὲ πόλιν· Ὁ ποιμαίνων τὸν Ἰσραὴλ πρόσσχες, ὁ ὁδηγῶν ὡσεὶ πρόβατον τὸν Ἰωσήφ· ὁ καθήμενος ἐπὶ τὰ Χερουβὶμ, ἐμφάνηθι· ἐξέγειρον τὴν δυναστείαν σου, καὶ ἐλθὲ εἰς τὸ σῶσαι ἡμᾶς. Ταύτῃτοι καὶ οὐ μέχρι παντὸς ὑπὸ τῷ θανάτῳ μεμενήκαμεν. Πέπομφε γὰρ ἡμῖν ἐξ οὐρανοῦ ὁ Θεὸς καὶ Πατὴρ ποιμένα τὸν ἀγαθὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν· οὐκ εἰς ᾅδου ποιμαίνοντα τοὺς ὑπ' αὐτὸν γενομένους, ἀλλ' εἰς ἀφθαρσίαν καὶ ζωὴν ἀποφέροντα. Κατανέμει γὰρ ἐν κρίνοις, καὶ ἐν νομῇ ἀγαθῇ, καὶ ἐν τόπῳ πίονι, κατὰ τὸ γεγραμμένον· πόαν ἡμῖν παρατιθεὶς τὴν πνευματικὴν, καὶ τοῖς ἄνωθεν καὶ ἐξ οὐρανοῦ καταμεθύσκων νάμασι, καὶ ἐγκάρπους ἀποτελῶν, καὶ πρός γε δὴ τούτοις, εἰς πληθὺν ἀμέτρητον κατευρύνει λαῶν. Καί μοι πάλιν ὡς ἐν σκιαῖς